§95ΦΑΙΔ. οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἁρμονίαν τινὰ φάναι εἶναι·
斐多:『因此,我优秀的朋友,我们无论如何都不应该说灵魂是某种和谐。
οὔτε γὰρ ἄν, ὡς ἔοικεν, Ὁμήρῳ θείῳ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς.
因为这样一来,正如所看起来的那样,我们既无法与神圣的诗人荷马达成一致,也无法与我们自己达成一致。
ἔχει οὕτως, ἔφη.
』『确实如此。 』他说。
εἶεν δή, ἦ δ’ ὃς ὁ Σωκράτης, τὰ μὲν Ἁρμονίας ἡμῖν τῆς Θηβαϊκῆς ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονεν·
『好吧,』苏格拉底说,『关于我们底比斯的哈尔莫尼亚女神的事情,看来已经以某种适度的方式对我们显现出仁慈了。
τί δὲ δὴ τὰ Κάδμου, ἔφη, ὦ Κέβης, πῶς ἱλασόμεθα καὶ τίνι λόγῳ;
但是,关于卡德摩斯的事情,克贝,』他说,『我们该如何去抚慰他,用什么样的论证呢?
σύ μοι δοκεῖς, ἔφη ὁ Κέβης, ἐξευρήσειν·
』『在我看来,你似乎会找到方法的。
τουτονὶ γοῦν τὸν λόγον τὸν πρὸς τὴν ἁρμονίαν θαυμαστῶς μοι εἶπες ὡς παρὰ δόξαν.
』克贝说,『至少,你刚才针对和谐所说的论证,对我而言是出乎意料地绝妙。
Σιμμίου γὰρ λέγοντος ὅτε ἠπόρει, πάνυ ἐθαύμαζον εἴ τι ἕξει τις χρήσασθαι τῷ λόγῳ αὐτοῦ·
因为当西米亚斯在感到困惑而陈述时,我非常怀疑是否有人能够应对他的论证。
πάνυ οὖν μοι ἀτόπως ἔδοξεν εὐθὺς τὴν πρώτην ἔφοδον οὐ δέξασθαι τοῦ σοῦ λόγου.
因此,当他的论证甚至无法承受你论证的第一次冲击时,我觉得这极其不可思议。
ταὐτὰ δὴ οὐκ ἂν θαυμάσαιμι καὶ τὸν τοῦ Κάδμου λόγον εἰ πάθοι.
所以,如果卡德摩斯的论证也遭遇同样的命运,我是一点也不觉得奇怪的。
ὠγαθέ, ἔφη ὁ Σωκράτης, μὴ μέγα λέγε, μή τις ἡμῖν βασκανία περιτρέψῃ τὸν λόγον τὸν μέλλοντα ἔσεσθαι.
』『我的好朋友,』苏格拉底说,『不要说大话,免得有什么嫉妒的邪视把我们即将进行的论证给推翻了。
ἀλλὰ δὴ ταῦτα μὲν τῷ θεῷ μελήσει, ἡμεῖς δὲ Ὁμηρικῶς ἐγγὺς ἰόντες πειρώμεθα εἰ ἄρα τι λέγεις.
不过,这些事情就交给神去操心吧,我们则像荷马史诗中那样逼近敌人,来试试看你是不是说得有道理。
ἔστι δὲ δὴ τὸ κεφάλαιον ὧν ζητεῖς· ἀξιοῖς ἐπιδειχθῆναι ἡμῶν τὴν ψυχὴν ἀνώλεθρόν τε καὶ ἀθάνατον οὖσαν, εἰ φιλόσοφος ἀνὴρ μέλλων ἀποθανεῖσθαι, θαρρῶν τε καὶ ἡγούμενος ἀποθανὼν ἐκεῖ εὖ πράξειν διαφερόντως ἢ εἰ ἐν ἄλλῳ βίῳ βιοὺς ἐτελεύτα, μὴ ἀνόητόν τε καὶ ἠλίθιον θάρρος θαρρήσει.
你所寻求的要点在于:你要求我们证明,我们的灵魂是无法毁灭且不朽的,这样,一个即将临终的哲学家,如果他怀着信心,并认为死后在另一个世界会比在别的生活方式中度过一生而死的人过得好得多,那么这种信心才不至于成为愚蠢和荒谬的自信。
τὸ δὲ ἀποφαίνειν ὅτι ἰσχυρόν τί ἐστιν ἡ ψυχὴ καὶ θεοειδὲς καὶ ἦν ἔτι πρότερον, πρὶν ἡμᾶς ἀνθρώπους γενέσθαι, οὐδὲν κωλύειν φῂς πάντα ταῦτα μηνύειν ἀθανασίαν μὲν μή, ὅτι δὲ πολυχρόνιόν τέ ἐστιν ψυχὴ καὶ ἦν που πρότερον ἀμήχανον ὅσον χρόνον καὶ ᾔδει τε καὶ ἔπραττεν πολλὰ ἄττα·
而至于证明灵魂是某种强大的、神性的东西,并且甚至在我们成为人之前就已经存在,你说所有这些可能并不表明灵魂是不朽的,而只是表明灵魂长寿,并在过去的某个不可思议的漫长时间里存在,知道并做过许多事情。
ἀλλὰ γὰρ οὐδέν τι μᾶλλον ἦν ἀθάνατον, ἀλλὰ καὶ αὐτὸ τὸ εἰς ἀνθρώπου σῶμα ἐλθεῖν ἀρχὴ ἦν αὐτῇ ὀλέθρου, ὥσπερ νόσος· καὶ ταλαιπωρουμένη τε δὴ τοῦτον τὸν βίον ζῴη καὶ τελευτῶσά γε ἐν τῷ καλουμένῳ θανάτῳ ἀπολλύοιτο.
然而,它并没有因此而更具有不朽性,相反,进入人类的身体这一行为本身就是它毁灭的开始,如同一场疾病;它在痛苦中度过这一生,并最终在所谓的死亡中消灭。
διαφέρειν δὲ δὴ φῂς οὐδὲν εἴτε ἅπαξ εἰς σῶμα ἔρχεται εἴτε πολλάκις, πρός γε τὸ ἕκαστον ἡμῶν φοβεῖσθαι·
你还说,就我们每个人的恐惧而言,灵魂是进入一次身体还是多次,并没有什么不同。
προσήκει γὰρ φοβεῖσθαι, εἰ μὴ ἀνόητος εἴη, τῷ μὴ εἰδότι μηδὲ ἔχοντι λόγον διδόναι ὡς ἀθάνατόν ἐστι.
因为对于一个不知道也无法给出证明说灵魂是不朽的人来说,除非他是个傻瓜,否则感到恐惧是理所当然的。
τοιαῦτ’ ἄττα ἐστίν, οἶμαι, ὦ Κέβης, ἃ λέγεις·
克贝,我认为你所说的就是这样一些事情。
καὶ ἐξεπίτηδες πολλάκις ἀναλαμβάνω, ἵνα μή τι διαφύγῃ ἡμᾶς, εἴ τέ τι βούλει, προσθῇς ἢ ἀφέλῃς.
为了不让我们遗漏任何东西,也为了如果你愿意的话可以增加或删减一些内容,我特意多次重复这些话。
καὶ ὁ Κέβης, ἀλλ’ οὐδὲν ἔγωγε ἐν τῷ παρόντι, ἔφη, οὔτε ἀφελεῖν οὔτε προσθεῖναι δέομαι·
』克贝说:『但是,至少目前,我既不需要删减也不需要增加任何内容;我所说的正是这些。
ἔστι δὲ ταῦτα ἃ λέγω. ὁ οὖν Σωκράτης συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς ἑαυτόν τι σκεψάμενος, οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ Κέβης, ζητεῖς·
』于是,苏格拉底沉默了相当长的一段时间,心中独自思索着什么,然后说:『克贝,你所寻求的绝非一件轻易的事。
ὅλως γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι.
因为这要求我们必须彻底探讨关于生成与消灭的整体原因。 』