§95ΦΑΙΔ. οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἁρμονίαν τινὰ φάναι εἶναι·
パイドン:『したがって、わが友よ、私たちにとって、魂が何らかのハルモニアであると言うことは、決して正しいことではない。
οὔτε γὰρ ἄν, ὡς ἔοικεν, Ὁμήρῳ θείῳ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. ἔχει οὕτως, ἔφη.
そうしなければ、どうやら神聖なる詩人ホメロスとも合意できず、自分自身とも合意できなくなるからだ』『その通りです』と彼は言いました。
εἶεν δή, ἦ δ’ ὃς ὁ Σωκράτης, τὰ μὲν Ἁρμονίας ἡμῖν τῆς Θηβαϊκῆς ἵλεά πως, ὡς ἔοικε, μετρίως γέγονεν·
『よし、それでは』とソクラテスは言いました。 『テバイのハルモニアの女神については、どうやら適度に機嫌を損ねずに済んだようだ。
τί δὲ δὴ τὰ Κάδμου, ἔφη, ὦ Κέβης, πῶς ἱλασόμεθα καὶ τίνι λόγῳ; σύ μοι δοκεῖς, ἔφη ὁ Κέβης, ἐξευρήσειν·
しかし、ケベスよ、カドモスの神については、どうやって、どのような議論で宥めようか』『あなたなら見つけ出せると思います』とケベスは言いました。
τουτονὶ γοῦν τὸν λόγον τὸν πρὸς τὴν ἁρμονίαν θαυμαστῶς μοι εἶπες ὡς παρὰ δόξαν.
『少なくとも、ハルモニアに対する今の議論は、私にとって予想外なほど見事なものでした。
Σιμμίου γὰρ λέγοντος ὅτε ἠπόρει, πάνυ ἐθαύμαζον εἴ τι ἕξει τις χρήσασθαι τῷ λόγῳ αὐτοῦ·
というのも、シミアスが疑問を述べていたとき、彼の議論に対処できる者などいるのだろうかと非常に訝しんでいたのです。
πάνυ οὖν μοι ἀτόπως ἔδοξεν εὐθὺς τὴν πρώτην ἔφοδον οὐ δέξασθαι τοῦ σοῦ λόγου.
ですから、あなたの議論による最初の攻撃すら持ちこたえられなかったのは、私にとって極めて意外なことでした。
ταὐτὰ δὴ οὐκ ἂν θαυμάσαιμι καὶ τὸν τοῦ Κάδμου λόγον εἰ πάθοι. ὠγαθέ, ἔφη ὁ Σωκράτης, μὴ μέγα λέγε, μή τις ἡμῖν βασκανία περιτρέψῃ τὸν λόγον τὸν μέλλοντα ἔσεσθαι.
それゆえ、カドモスの議論もまた同じ運命をたどったとしても、私は驚かないでしょう』『友よ』とソクラテスは言いました。 『大口を叩いてはならない。 これからなされようとする議論が、邪視によって覆されてしまわないように。
ἀλλὰ δὴ ταῦτα μὲν τῷ θεῷ μελήσει, ἡμεῖς δὲ Ὁμηρικῶς ἐγγὺς ἰόντες πειρώμεθα εἰ ἄρα τι λέγεις.
しかし、そうしたことは神の配慮に委ねるとして、私たちはホメロス風に敵に近づき、君が何か実のあることを言っているのかどうか確かめてみよう。
ἔστι δὲ δὴ τὸ κεφάλαιον ὧν ζητεῖς·
君の求めていることの要点は、次の通りだ。
ἀξιοῖς ἐπιδειχθῆναι ἡμῶν τὴν ψυχὴν ἀνώλεθρόν τε καὶ ἀθάνατον οὖσαν, εἰ φιλόσοφος ἀνὴρ μέλλων ἀποθανεῖσθαι, θαρρῶν τε καὶ ἡγούμενος ἀποθανὼν ἐκεῖ εὖ πράξειν διαφερόντως ἢ εἰ ἐν ἄλλῳ βίῳ βιοὺς ἐτελεύτα, μὴ ἀνόητόν τε καὶ ἠλίθιον θάρρος θαρρήσει.
すなわち、死に臨もうとする哲学的な人間が、あの世で死んだ後には、何か他の生き方をして生涯を終えた場合よりも格段に善い状態になるだろうと確信し、信頼しているとき、その確信が愚かで馬鹿げたものでないためには、私たちの魂が不滅であり、不死であることを証明する必要がある、と君は求めている。
τὸ δὲ ἀποφαίνειν ὅτι ἰσχυρόν τί ἐστιν ἡ ψυχὴ καὶ θεοειδὲς καὶ ἦν ἔτι πρότερον, πρὶν ἡμᾶς ἀνθρώπους γενέσθαι, οὐδὲν κωλύειν φῂς πάντα ταῦτα μηνύειν ἀθανασίαν μὲν μή, ὅτι δὲ πολυχρόνιόν τέ ἐστιν ψυχὴ καὶ ἦν που πρότερον ἀμήχανον ὅσον χρόνον καὶ ᾔδει τε καὶ ἔπραττεν πολλὰ ἄττα·
また、魂が力強いものであり、神的な姿をしており、私たちが人間として生まれるよりも前から存在していたと示すことについては、そうした事柄がすべて不死を暗示しているわけでは決してなく、ただ魂が長命であり、かつてどこかで気の遠くなるほど長い時間存在し、多くのことを知り、行っていたということを示しているにすぎない、と君は言う。
ἀλλὰ γὰρ οὐδέν τι μᾶλλον ἦν ἀθάνατον, ἀλλὰ καὶ αὐτὸ τὸ εἰς ἀνθρώπου σῶμα ἐλθεῖν ἀρχὴ ἦν αὐτῇ ὀλέθρου, ὥσπερ νόσος· καὶ ταλαιπωρουμένη τε δὴ τοῦτον τὸν βίον ζῴη καὶ τελευτῶσά γε ἐν τῷ καλουμένῳ θανάτῳ ἀπολλύοιτο.
しかし、そのことによって魂が少しでも不死になるわけではなく、むしろ人間の身体に入るというそのこと自体が、病気のように、魂にとって滅びの始まりなのであり、この生涯を苦難のうちに生き、いわゆる死において最後には消滅することになるのだ、と。
διαφέρειν δὲ δὴ φῂς οὐδὲν εἴτε ἅπαξ εἰς σῶμα ἔρχεται εἴτε πολλάκις, πρός γε τὸ ἕκαστον ἡμῶν φοβεῖσθαι·
さらに君は、私たちがそれぞれ恐れを抱くという点においては、魂が身体に入るのが一度きりであろうと、あるいは何度もであろうと何の違いもない、と言う。
προσήκει γὰρ φοβεῖσθαι, εἰ μὴ ἀνόητος εἴη, τῷ μὴ εἰδότι μηδὲ ἔχοντι λόγον διδόναι ὡς ἀθάνατόν ἐστι.
なぜなら、魂が不死であるという説明を与えることもできず、それを知ることもない者にとっては、愚か者でない限り、恐れるのが当然だからだ。
τοιαῦτ’ ἄττα ἐστίν, οἶμαι, ὦ Κέβης, ἃ λέγεις·
ケベスよ、君の言っているのはこのようなことだと思う。
καὶ ἐξεπίτηδες πολλάκις ἀναλαμβάνω, ἵνα μή τι διαφύγῃ ἡμᾶς, εἴ τέ τι βούλει, προσθῇς ἢ ἀφέλῃς.
そして、私たちが何かを見落とすことがないように、また君が望むなら何かを付け加えたり削ったりできるように、私は意図的に何度も繰り返しているのだ』するとケベスは言いました。
καὶ ὁ Κέβης, ἀλλ’ οὐδὲν ἔγωγε ἐν τῷ παρόντι, ἔφη, οὔτε ἀφελεῖν οὔτε προσθεῖναι δέομαι·
『いや、私は今のところ、何も削ることも付け加えることも必要ありません。
ἔστι δὲ ταῦτα ἃ λέγω.
私の言っているのは、まさにその通りです』そこでソクラテスは、しばらくの間沈黙し、心の中で何かを考え込んだ後、こう言いました。
ὁ οὖν Σωκράτης συχνὸν χρόνον ἐπισχὼν καὶ πρὸς ἑαυτόν τι σκεψάμενος, οὐ φαῦλον πρᾶγμα, ἔφη, ὦ Κέβης, ζητεῖς·
『ケベスよ、君の求めていることは些細なことではない。
ὅλως γὰρ δεῖ περὶ γενέσεως καὶ φθορᾶς τὴν αἰτίαν διαπραγματεύσασθαι.
というのも、生成と消滅の原因について、全体的に徹底して議論しなければならないからだ』