Humanitext Reader

柏拉图 · 斐多篇 §94

灵魂统领肉体与和谐说的驳倒

第 35 段,共 55 段 · 希腊语

内容简介

苏格拉底指出,如果灵魂是和谐,那么所有灵魂都将同样完美,世上也将没有邪恶,这显然荒谬。他进一步引用荷马史诗,论证了灵魂并非顺从身体要素,而是支配并对抗它们。

§94ΦΑΙΔ. μᾶλλον δέ γέ που, ὦ Σιμμία, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μεθέξει, εἴπερ ἁρμονία ἐστίν·
斐多:『实际上,我认为,西米亚斯,根据正确的论证,如果灵魂是和谐,那么没有任何灵魂会分享邪恶。
ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτ’ ἂν μετάσχοι.
因为和谐既然完全是和谐这件东西本身,就绝不会分享不和谐。
οὐ μέντοι.
』『确实不会。
οὐδέ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας.
』『同样地,我以为,灵魂既然完全是灵魂,也就不会分享邪恶。
πῶς γὰρ ἔκ γε τῶν προειρημένων;
』『根据前面所说,怎么可能不是这样呢?
ἐκ τούτου ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο, ψυχαί, εἶναι.
』『那么,根据这一论证,对我们来说,所有生物的所有灵魂都将是同样善的,如果它们天生都是同样作为灵魂这件东西本身的话。
ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες.
』『在我看来确实如此,苏格拉底,』他说。
ἦ καὶ καλῶς δοκεῖ, ἦ δ’ ὅς, οὕτω λέγεσθαι, καὶ πάσχειν ἂν ταῦτα ὁ λόγος εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν, τὸ ψυχὴν ἁρμονίαν εἶναι;
『那么,』他说,『如果“灵魂是和谐”这一假说是正确的,那么这样说,以及我们的论证会遭受这些后果,难道看起来是妥当的吗?
οὐδ’ ὁπωστιοῦν, ἔφη.
』『绝不妥当,』他说。
τί δέ;
『那么这个呢?
ἦ δ’ ὅς· τῶν ἐν ἀνθρώπῳ πάντων ἔσθ’ ὅτι ἄλλο λέγεις ἄρχειν ἢ ψυχὴν ἄλλως τε καὶ φρόνιμον;
』他说:『在人身上的所有东西中,除了灵魂,特别是智慧的灵魂之外,你还会说有别的什么在起主导作用吗?
οὐκ ἔγωγε.
』『我绝不这么说。
πότερον συγχωροῦσαν τοῖς κατὰ τὸ σῶμα πάθεσιν ἢ καὶ ἐναντιουμένην;
』『它是顺从身体的感受,还是与之对抗?
λέγω δὲ τὸ τοιόνδε, οἷον καύματος ἐνόντος καὶ δίψους ἐπὶ τοὐναντίον ἕλκειν, τὸ μὴ πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα μυρία που ὁρῶμεν ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα· ἢ οὔ;
我的意思是这样的:例如,在体内有燥热和口渴时,它向相反的方向拉引,让人不喝水;在体内有饥饿时,让人不吃东西;我们确实看到,在无数其他事情上,灵魂都在对抗身体的感受,不是吗?
πάνυ μὲν οὖν.
』『完全如此。
οὐκοῦν αὖ ὡμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτ’ ἂν αὐτήν, ἁρμονίαν γε οὖσαν, ἐναντία ᾄδειν οἷς ἐπιτείνοιτο καὶ χαλῷτο καὶ ψάλλοιτο καὶ ἄλλο ὁτιοῦν πάθος πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνοι οὖσα, ἀλλ’ ἕπεσθαι ἐκείνοις καὶ οὔποτ’ ἂν ἡγεμονεύειν;
』『那么,我们此前是不是又同意过:既然是和谐,它就绝不会唱出与组成它的要素在被拉紧、放松、弹奏或承受任何其他感受时相反的声音,而是必须跟随它们,而绝不引导它们?
ὡμολογήσαμεν, ἔφη· πῶς γὰρ οὔ;
』『我们确实同意过,』他说,『因为怎么能不同意呢?
τί οὖν;
』『那么现在呢?
νῦν οὐ πᾶν τοὐναντίον ἡμῖν φαίνεται ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων ἐξ ὧν φησί τις αὐτὴν εἶναι, καὶ ἐναντιουμένη ὀλίγου πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν χαλεπώτερον κολάζουσα καὶ μετ’ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ τὴν ἰατρικήν, τὰ δὲ πρᾳότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα, ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη;
现在灵魂在我们看来,难道不是在做完全相反的事情,引导着那些有人声称是它所由构成的所有要素,并且在几乎一生的所有事情上都与之对抗,以各种方式主宰着它们,有时在体育和医学方面,以更严厉、更痛苦的方式来惩罚,有时则以较温和的方式,有时威胁,有时劝诫,与欲望、愤怒和恐惧对话,就像一个事物在对另一个事物说话一样?
οἷόν που καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ πεποίηκεν, οὗ λέγει τὸν Ὀδυσσέα· " στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· " " τέτλαθι δή, κραδίη·
』『就像荷马在《奥德赛》中所作的那样,他在那里写到奥德修斯: “他捶打自己的胸膛,用言语斥责自己的心脏:忍耐吧,我的心!
καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης.
你以前曾忍受过比这更像狗一样的无耻之境。
" ἆρ’ οἴει αὐτὸν ταῦτα ποιῆσαι διανοούμενον ὡς ἁρμονίας αὐτῆς οὔσης καὶ οἵας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλ’ οὐχ οἵας ἄγειν τε ταῦτα καὶ δεσπόζειν, καὶ οὔσης αὐτῆς πολὺ θειοτέρου τινὸς πράγματος ἢ καθ’ ἁρμονίαν;
” 你认为他作这些诗句时,会认为灵魂是和谐,并且是那种被身体感受所引导的东西,而不是那种引导并主宰身体感受、且其本身比和谐要神圣得多的东西吗?
νὴ Δία, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ.
』『凭着宙斯起誓,苏格拉底,在我看来确实如此,』他说。 』

词汇与语法注释

  1. 94bπάσχειν ἂν ταῦτα ὁ λόγος εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν — 这是一个与现在/过去事实相反的虚拟条件句结构。条件从句使用连接词 εἰ 伴随直说语气未完成过去式(ἦν),而主从句在主要动词 δοκεῖ 的支配下,使用 ἄν 伴随不定式(πάσχειν ἂν)。这表达了与事实相反的假设:如果该前提是正确的(而实际上并不正确),我们的论证就会遭受这些后果。
  2. 94cἐναντία ᾄδειν οἷς ἐπιτείνοιτο — 关系代词 οἷς 因先行词的省略以及关系从句中动词的支配而用与格。关系从句中的动词(ἐπιτείνοιτο、χαλῷτο、ψάλλοιτο)使用希求法,是因为它们处于由过去时动词 ὡμολογήσαμεν(同意)引导的间接引语中,属于斜格希求法(oblique optative)。
  3. 94dὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη — 连接词 ὡς 伴随主格分词(οὖσα、διαλεγομένη),表示主观的比较或方式(“仿佛作为……一样”)。阴性代词 ἄλλη(修饰“灵魂”)与中性代词 ἄλλῳ(修饰“事物”)的并置是典型的希腊语惯用表达,用以强调两者的截然对立,意即灵魂作为一个不同的主体,正在对另一个不同的事物(身体或其感受)说话。
  4. 94eὡς ἁρμονίας αὐτῆς οὔσης καὶ οἵας ἄγεσθαι — 该句包含一个由 ὡς 引导的属格独立分词结构(ὡς ἁρμονίας αὐτῆς οὔσης),用以表示主句主语(荷马)的主观想法。随后的属格形容词 οἵας 与独立分词的主语 ἁρμονίας 一致,并通过后面的不定式(被动式 ἄγεσθαι “被引导”,以及主动式 ἄγειν “引导”)来界定其特有的属性。

引用这一段

柏拉图, 斐多篇 §94. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:94

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。