§93ΦΑΙΔ. δοκεῖ σοι ἁρμονίᾳ ἢ ἄλλῃ τινὶ συνθέσει προσήκειν ἄλλως πως ἔχειν ἢ ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν συγκέηται;
斐多:“‘你认为,对于和谐或任何其他复合之物来说,其所处的状态,有什么可能不同于组成它的那些要素所处的状态吗?
οὐδαμῶς.
’‘绝不。
οὐδὲ μὴν ποιεῖν τι, ὡς ἐγᾦμαι, οὐδέ τι πάσχειν ἄλλο παρ’ ἃ ἂν ἐκεῖνα ἢ ποιῇ ἢ πάσχῃ;
’‘我想,它也绝不能做任何事情,或承受任何事情,不同于那些要素所做或所承受的事情吧?
συνέφη.
’他表示赞同。
οὐκ ἄρα ἡγεῖσθαί γε προσήκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλ᾽ ἕπεσθαι.
‘因此,和谐不应该引导那些组成它的要素,而应该跟随它们。
συνεδόκει.
’他也表示赞同。
πολλοῦ ἄρα δεῖ ἐναντία γε ἁρμονία κινηθῆναι ἂν ἢ φθέγξασθαι ἤ τι ἄλλο ἐναντιωθῆναι τοῖς αὑτῆς μέρεσιν.
‘因此,和谐绝不可能违背它自己的部分去运动、发声,或者以任何其他方式与它们对抗。
πολλοῦ μέντοι, ἔφη.
’‘确实绝不可能,’他说。
τί δέ;
‘那这个呢?
οὐχ οὕτως ἁρμονία πέφυκεν εἶναι ἑκάστη ἁρμονία ὡς ἂν ἁρμοσθῇ;
每一种和谐,难道不都是天生随着它被调谐的方式而成为相应的和谐吗?
οὐ μανθάνω, ἔφη.
’‘我不明白,’他说。
ἢ οὐχί, ἦ δ’ ὅς, ἂν μὲν μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλόν τε ἂν ἁρμονία εἴη καὶ πλείων, εἰ δ’ ἧττόν τε καὶ ἐπ’ ἔλαττον, ἥττων τε καὶ ἐλάττων;
‘难道不是这样吗,’他说,‘如果它被调谐得更深、程度更大,如果这确实是可能的话,它就会更成其为和谐、并且是更大的和谐;但如果调谐得更浅、程度更小,它就会较不成其为和谐、并且是较小的和谐?
πάνυ γε.
’‘完全如此。
ἦ οὖν ἔστι τοῦτο περὶ ψυχήν, ὥστε καὶ κατὰ τὸ σμικρότατον μᾶλλον ἑτέραν ἑτέρας ψυχῆς ἐπὶ πλέον καὶ μᾶλλον ἢ ἐπ’ ἔλαττον καὶ ἧττον αὐτὸ τοῦτο εἶναι, ψυχήν;
’‘那么,对于灵魂来说,也是如此吗? 以至于哪怕是极微小的程度,一个灵魂会比另一个灵魂在更大、更深的程度上,或者在更小、更浅的程度上,更成其为它自身,即灵魂吗?
οὐδ’ ὁπωστιοῦν, ἔφη.
’‘绝没有这种事,’他说。
φέρε δή, ἔφη, πρὸς Διός·
‘那么,’他说,‘凭着宙斯起誓!
λέγεται ψυχὴ ἡ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἡ δὲ ἄνοιάν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή;
人们是否说,一个灵魂拥有理智和美德并且是善的,而另一个灵魂拥有愚蠢和邪恶并且是恶的?
καὶ ταῦτα ἀληθῶς λέγεται;
而这些说法是真实的吗?
ἀληθῶς μέντοι.
’‘确实是真实的。
τῶν οὖν θεμένων ψυχὴν ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε ἀρετὴν καὶ τὴν κακίαν;
’‘那么,对于那些假定灵魂是和谐的人来说,他们会说灵魂里的这些东西——即美德和邪恶——是什么呢?
πότερον ἁρμονίαν αὖ τινα ἄλλην καὶ ἀναρμοστίαν;
难道是另一种和谐与不和谐吗?
καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην;
并且,那个善的灵魂是被调谐好的,它本身作为一个和谐,内部还包含着另一个和谐,而那个恶的灵魂本身就是失调的,内部没有另一个和谐吗?
οὐκ ἔχω ἔγωγ᾽, ἔφη ὁ Σιμμίας, εἰπεῖν· δῆλον δ’ ὅτι τοιαῦτ’ ἄττ’ ἂν λέγοι ὁ ἐκεῖνο ὑποθέμενος.
’‘我可说不出来,’西米亚斯说,‘但很显然,提出那个假设的人会说出类似这样的话。
ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον μηδ’ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι· τοῦτο δ’ ἔστι τὸ ὁμολόγημα, μηδὲν μᾶλλον μηδ’ ἐπὶ πλέον μηδ’ ἧττον μηδ’ ἐπ’ ἔλαττον ἑτέραν ἑτέρας ἁρμονίαν ἁρμονίας εἶναι.
’‘但是,’他说,‘我们已经预先同意,一个灵魂绝不比另一个灵魂更成其为或较不成其为灵魂;而这一同意意味着,一个和谐也绝不比另一个和谐更深、程度更大,或者较浅、程度更小地成其为和谐。
ἦ γάρ;
不是吗?
πάνυ γε.
’‘完全如此。
τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μήτε μᾶλλον μήτε ἧττον ἡρμόσθαι·
’‘而那绝不比别的和谐更深或较浅地成其为和谐的,也就是既不被更深也不被更浅地调谐;是这样吗?
ἔστιν οὕτως;
’‘是的。
ἔστιν. ἡ δὲ μήτε μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἔστιν ὅτι πλέον ἢ ἔλαττον ἁρμονίας μετέχει, ἢ τὸ ἴσον;
’‘那么,既不更深也不更浅地被调谐的东西,它分享和谐是更多还是更少,抑或是同等?
τὸ ἴσον.
’‘同等。
οὐκοῦν ψυχὴ ἐπειδὴ οὐδὲν μᾶλλον οὐδ’ ἧττον ἄλλη ἄλλης αὐτὸ τοῦτο, ψυχή, ἐστίν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται;
’‘因此,既然一个灵魂绝不比另一个灵魂更成其为或较不成其为它自身,即灵魂,它当然也就既不被更深也不被更浅地调谐?
οὕτω.
’‘是的。
τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας μετέχοι ἄν;
’‘而处于这种状态,它分享不和谐或和谐的程度,也就没有任何更大差别了吧?
οὐ γὰρ οὖν.
’‘当然没有。
τοῦτο δ’ αὖ πεπονθυῖα ἆρ’ ἄν τι πλέον κακίας ἢ ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη;
’‘而再次,处于这种状态,如果邪恶是不和谐而美德是和谐,那么一个灵魂能比另一个灵魂在任何更大程度上分享邪恶或美德吗?
οὐδὲν πλέον.
’‘没有任何更大程度。 ’"