Humanitext Reader

柏拉图 · 斐多篇 §90-91

厌恶言论的原因与苏格拉底准备反驳

第 32 段,共 55 段 · 希腊语

内容简介

苏格拉底解释说,厌恶人类和厌恶言论产生于相同的机制(缺乏技术时的过度信任和随后的背叛),并敦促他们不要因为自己缺乏技术而责怪言论。接着,他表达了在讨论中面对死亡的决心,整理了西米亚斯和凯贝斯的质疑,并促使他们重新开始反驳。

§90ΦΑΙΔ. εἰ γάρ που μετὰ τέχνης ἐχρῆτο, ὥσπερ ἔχει οὕτως ἂν ἡγήσατο, τοὺς μὲν χρηστοὺς καὶ πονηροὺς σφόδρα ὀλίγους εἶναι ἑκατέρους, τοὺς δὲ μεταξὺ πλείστους.
斐多:“的确,如果他在交往中拥有技术,他就会认为,正如事实本身那样,极好的人和极坏的人在各自的情况下都是极少数的,而介于其间的人是最多的。
πῶς λέγεις;
” “你这是什么意思?
ἔφην ἐγώ.
”我问。
ὥσπερ, ἦ δ’ ὅς, περὶ τῶν σφόδρα σμικρῶν καὶ μεγάλων·
“‘就像,’他说,‘关于极小和极大的事物。
οἴει τι σπανιώτερον εἶναι ἢ σφόδρα μέγαν ἢ σφόδρα σμικρὸν ἐξευρεῖν ἄνθρωπον ἢ κύνα ἢ ἄλλο ὁτιοῦν;
你认为发现一个极大或极小的男人、狗或任何其他东西,是比这更罕见的事吗?
ἢ αὖ ταχὺν ἢ βραδὺν ἢ αἰσχρὸν ἢ καλὸν ἢ λευκὸν ἢ μέλανα;
或者,快的或慢的,丑的或美的,白的或黑的,不也是这样吗?
ἢ οὐχὶ ᾔσθησαι ὅτι πάντων τῶν τοιούτων τὰ μὲν ἄκρα τῶν ἐσχάτων σπάνια καὶ ὀλίγα, τὰ δὲ μεταξὺ ἄφθονα καὶ πολλά;
你难道没有察觉到,在所有这些事物中,两极的极端是罕见和少数的,而介于其间的则是丰富和多数吗?
πάνυ γε, ἦν δ’ ἐγώ.
’” “‘当然察觉到了,’我说。
οὐκοῦν οἴει, ἔφη, εἰ πονηρίας ἀγὼν προτεθείη, πάνυ ἂν ὀλίγους καὶ ἐνταῦθα τοὺς πρώτους φανῆναι;
‘那么,’他说,‘你认为如果提出一场邪恶的竞赛,在那里最突出的人也会显得非常少吗?
εἰκός γε, ἦν δ’ ἐγώ.
’” “‘这很可能,’我说。
εἰκὸς γάρ, ἔφη.
“‘确实很可能,’他说。
ἀλλὰ ταύτῃ μὲν οὐχ ὅμοιοι οἱ λόγοι τοῖς ἀνθρώποις, ἀλλὰ σοῦ νυνδὴ προάγοντος ἐγὼ ἐφεσπόμην, ἀλλ’ ἐκείνῃ, ᾗ, ἐπειδάν τις πιστεύσῃ λόγῳ τινὶ ἀληθεῖ εἶναι ἄνευ τῆς περὶ τοὺς λόγους τέχνης, κἄπειτα ὀλίγον ὕστερον αὐτῷ δόξῃ ψευδὴς εἶναι, ἐνίοτε μὲν ὤν, ἐνίοτε δ’ οὐκ ὤν, καὶ αὖθις ἕτερος καὶ ἕτερος· — καὶ μάλιστα δὴ οἱ περὶ τοὺς ἀντιλογικοὺς λόγους διατρίψαντες οἶσθ’ ὅτι τελευτῶντες οἴονται σοφώτατοι γεγονέναι καὶ κατανενοηκέναι μόνοι ὅτι οὔτε τῶν πραγμάτων οὐδενὸς οὐδὲν ὑγιὲς οὐδὲ βέβαιον οὔτε τῶν λόγων, ἀλλὰ πάντα τὰ ὄντα ἀτεχνῶς ὥσπερ ἐν Εὐρίπῳ ἄνω κάτω στρέφεται καὶ χρόνον οὐδένα ἐν οὐδενὶ μένει.
‘但在这一点上,言论与人并不相似——刚才你引导我,我就跟着你了——而是在那一点上相似:当一个人在没有关于言论技术的情况下信任某个言论是真实的,然后过了一会儿它在他看来就是虚假的,有时它确实是,有时又不是,接着又一个又一个;——而尤其是那些耽于反驳式辩论的人,你知道,他们最终会认为自己成了最聪明的人,并且唯有他们看清了,在存在的事物和言论中没有任何东西是健全或确凿的,而是所有存在的事物简直就像优里普斯海峡一样上下颠簸,在任何时候、任何事物中都不能停留。
πάνυ μὲν οὖν, ἔφην ἐγώ, ἀληθῆ λέγεις.
’” “‘完全正确,’我说,‘你说的非常真实。
οὐκοῦν, ὦ Φαίδων, ἔφη, οἰκτρὸν ἂν εἴη τὸ πάθος, εἰ ὄντος δή τινος ἀληθοῦς καὶ βεβαίου λόγου καὶ δυνατοῦ κατανοῆσαι, ἔπειτα διὰ τὸ παραγίγνεσθαι τοιούτοις τισὶ λόγοις, τοῖς αὐτοῖς τοτὲ μὲν δοκοῦσιν ἀληθέσιν εἶναι, τοτὲ δὲ μή, μὴ ἑαυτόν τις αἰτιῷτο μηδὲ τὴν ἑαυτοῦ ἀτεχνίαν, ἀλλὰ τελευτῶν διὰ τὸ ἀλγεῖν ἅσμενος ἐπὶ τοὺς λόγους ἀφ’ ἑαυτοῦ τὴν αἰτίαν ἀπώσαιτο καὶ ἤδη τὸν λοιπὸν βίον μισῶν τε καὶ λοιδορῶν τοὺς λόγους διατελοῖ, τῶν δὲ ὄντων τῆς ἀληθείας τε καὶ ἐπιστήμης στερηθείη.
’ “‘那么,斐多,’他说,‘如果存在着某种真实、确凿且能被理解的言论,但因为接触了那些有时显得真实、有时又显得不真实的言论,某人不去责怪自己和自己的缺乏技术,反而最终因为痛苦而乐于将责任从自己身上推卸给言论,并在余生中继续憎恨和谩骂言论,从而被剥夺了存在事物的真理和知识,这难道不是一种可怜的遭遇吗?
νὴ τὸν Δία, ἦν δ’ ἐγώ, οἰκτρὸν δῆτα.
’” “‘凭宙斯发誓,’我说,‘确实太可怜了。
πρῶτον μὲν τοίνυν, ἔφη, τοῦτο εὐλαβηθῶμεν, καὶ μὴ παρίωμεν εἰς τὴν ψυχὴν ὡς τῶν λόγων κινδυνεύει οὐδὲν ὑγιὲς εἶναι, ἀλλὰ πολὺ μᾶλλον ὅτι ἡμεῖς οὔπω ὑγιῶς ἔχομεν, ἀλλὰ ἀνδριστέον καὶ προθυμητέον ὑγιῶς ἔχειν, σοὶ μὲν οὖν καὶ τοῖς ἄλλοις καὶ τοῦ ἔπειτα βίου παντὸς ἕνεκα, ἐμοὶ δὲ αὐτοῦ ἕνεκα τοῦ θανάτου, ὡς κινδυνεύω ἔγωγε ἐν τῷ παρόντι περὶ αὐτοῦ τούτου οὐ φιλοσόφως ἔχειν ἀλλ’ ὥσπερ οἱ πάνυ ἀπαίδευτοι φιλονίκως.
’ “‘因此首先,’他说,‘让我们警惕这一点,不要让这种想法进入我们的灵魂,以为言论中可能没有任何健全的东西;而更应该认为,是我们自己还没有健全,我们必须像个男子汉一样,热切地去变得健全——你和其他人是为了你们余下的整个生命,而我则为了死本身。 因为在目前,面对这件事情,我可能不是以哲学家的态度,而是像那些完全没有受过教育的人那样,好胜地面对它。
§91ΦΑΙΔ. καὶ γὰρ ἐκεῖνοι ὅταν περί του ἀμφισβητῶσιν, ὅπῃ μὲν ἔχει περὶ ὧν ἂν ὁ λόγος ᾖ οὐ φροντίζουσιν, ὅπως δὲ ἃ αὐτοὶ ἔθεντο ταῦτα δόξει τοῖς παροῦσιν, τοῦτο προθυμοῦνται.
’ 因为那些人在争论某事时,并不关心辩论所指向的事物本身如何,而只热切于让他们自己所设定的主张显得符合在场人的心意。
καὶ ἐγώ μοι δοκῶ ἐν τῷ παρόντι τοσοῦτον μόνον ἐκείνων διοίσειν· οὐ γὰρ ὅπως τοῖς παροῦσιν ἃ ἐγὼ λέγω δόξει ἀληθῆ εἶναι προθυμήσομαι, εἰ μὴ εἴη πάρεργον, ἀλλ’ ὅπως αὐτῷ ἐμοὶ ὅτι μάλιστα δόξει οὕτως ἔχειν.
而我目前看来,自己与他们的不同仅在于此:因为我将不热切于让我所说的话在在场人看来是真实的(除非这只是一个顺便的结果),而是更热切于让它在阁下我自己看来最接近事实。
λογίζομαι γάρ, ὦ φίλε ἑταῖρε — θέασαι ὡς πλεονεκτικῶς — εἰ μὲν τυγχάνει ἀληθῆ ὄντα ἃ λέγω, καλῶς δὴ ἔχει τὸ πεισθῆναι·
因为我计算着,亲爱的伙伴——看我多么自私!
εἰ δὲ μηδέν ἐστι τελευτήσαντι, ἀλλ’ οὖν τοῦτόν γε τὸν χρόνον αὐτὸν τὸν πρὸ τοῦ θανάτου ἧττον τοῖς παροῦσιν ἀηδὴς ἔσομαι ὀδυρόμενος, ἡ δὲ ἄνοιά μοι αὕτη οὐ συνδιατελεῖ — κακὸν γὰρ ἂν ἦν — ἀλλ’ ὀλίγον ὕστερον ἀπολεῖται.
——如果我所说的话碰巧是真实的,那么被说服确实是件好事;但如果死者什么都没有留下,那么至少在死前的这段时间里,我不会因为哀叹而让在场的人感到那么不快,而且我的这种愚蠢也不会陪伴我到最后——因为那将是一种祸害——,而是会在不久后消亡。
παρεσκευασμένος δή, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης, οὑτωσὶ ἔρχομαι ἐπὶ τὸν λόγον·
那么,西米亚斯和凯贝斯,”他说,“我做好了这样的准备,来对待这一论证。
ὑμεῖς μέντοι, ἂν ἐμοὶ πείθησθε, σμικρὸν φροντίσαντες Σωκράτους, τῆς δὲ ἀληθείας πολὺ μᾶλλον, ἐὰν μέν τι ὑμῖν δοκῶ ἀληθὲς λέγειν, συνομολογήσατε, εἰ δὲ μή, παντὶ λόγῳ ἀντιτείνετε, εὐλαβούμενοι ὅπως μὴ ἐγὼ ὑπὸ προθυμίας ἅμα ἐμαυτόν τε καὶ ὑμᾶς ἐξαπατήσας, ὥσπερ μέλιττα τὸ κέντρον ἐγκαταλιπὼν οἰχήσομαι.
而你们,如果听我的,就要少考虑苏格拉底,多考虑真理,如果你们认为我说的是真理,就予以赞同,否则,就用尽一切论据来反驳我,警惕我不要因为热切而同时欺骗了自己和你们,像一只蜜蜂留下它的刺一样离去。
ἀλλ᾽ ἰτέον, ἔφη.
但是我们必须继续,”他说。
πρῶτόν με ὑπομνήσατε ἃ ἐλέγετε, ἐὰν μὴ φαίνωμαι μεμνημένος.
“首先,如果我显得不记得了,请提醒我你们刚才说了些什么。
Σιμμίας μὲν γάρ, ὡς ἐγᾦμαι, ἀπιστεῖ τε καὶ φοβεῖται μὴ ἡ ψυχὴ ὅμως καὶ θειότερον καὶ κάλλιον ὂν τοῦ σώματος προαπολλύηται ἐν ἁρμονίας εἴδει οὖσα·
因为西米亚斯,正如我所认为的,感到怀疑和恐惧,担心灵魂虽然比身体更神圣、更美丽,但由于它处于和谐的形式中,仍会先于身体灭亡。
Κέβης δέ μοι ἔδοξε τοῦτο μὲν ἐμοὶ συγχωρεῖν, πολυχρονιώτερόν γε εἶναι ψυχὴν σώματος, ἀλλὰ τόδε ἄδηλον παντί, μὴ πολλὰ δὴ σώματα καὶ πολλάκις κατατρίψασα ἡ ψυχὴ τὸ τελευταῖον σῶμα καταλιποῦσα νῦν αὐτὴ ἀπολλύηται, καὶ ᾖ αὐτὸ τοῦτο θάνατος, ψυχῆς ὄλεθρος, ἐπεὶ σῶμά γε ἀεὶ ἀπολλύμενον οὐδὲν παύεται.
而凯贝斯在我看来,似乎赞同我这一点,即灵魂比身体更长寿,但这对每个人来说仍不明确:灵魂在多次磨损了许多身体、留下了最后一个身体之后,现在自己是否也会灭亡,而这本身就是死亡,即灵魂的毁灭,因为身体是一直不断在灭亡的。
ἆρα ἄλλ’ ἢ ταῦτ’ ἐστίν, ὦ Σιμμία τε καὶ Κέβης, ἃ δεῖ ἡμᾶς ἐπισκοπεῖσθαι;
西米亚斯和凯贝斯,我们必须审视的,难道不就是这些吗?
συνωμολογείτην δὴ ταῦτ’ εἶναι ἄμφω.
” 他们俩人都赞同就是这些。
πότερον οὖν, ἔφη, πάντας τοὺς ἔμπροσθε λόγους οὐκ ἀποδέχεσθε, ἢ τοὺς μέν, τοὺς δ’ οὔ;
“那么,”他说,“你们是不接受之前所有的论证,还是接受一些,不接受一些?
τοὺς μέν, ἐφάτην, τοὺς δ’ οὔ.
”“接受一些,”他们说,“不接受一些。 ”

词汇与语法注释

  1. 90aεἰ γάρ που μετὰ τέχνης ἐχρῆτο... ἂν ἡγήσατο — 使用直说法语气过去未完成时(ἐχρῆτο 及 ἂν ἡγήσατο)的违背事实条件句(虚拟语气)。主语指代前一句中的“ὁ τοιοῦτος”(这样的人)。
  2. 90bσοῦ νυνδὴ προάγοντος — 属格独立结构,表示原因(“因为你刚才引导着”)。
  3. 90dεἰ ὄντος δή τινος... μὴ ἑαυτόν τις αἰτιῷτο — 此条件从句(εἰ + 祈愿语气)与主句 οἰκτρὸν ἂν εἴη(祈愿语气搭配 ἄν,表示潜在可能性)相呼应,构成将来不确定条件句(Future Less Vivid)。εἰ 从句内部的动词(αἰτιῷτο, ἀπώσαιτο, διατελοῖ, στερηθείη)皆统一使用祈愿语气。

引用这一段

柏拉图, 斐多篇 §90-91. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:90-91

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。