§92ΦΑΙΔ. τί οὖν, ἦ δ’ ὅς, περὶ ἐκείνου τοῦ λόγου λέγετε ἐν ᾧ ἔφαμεν τὴν μάθησιν ἀνάμνησιν εἶναι, καὶ τούτου οὕτως ἔχοντος ἀναγκαίως ἔχειν ἄλλοθι πρότερον ἡμῶν εἶναι τὴν ψυχήν, πρὶν ἐν τῷ σώματι ἐνδεθῆναι;
斐多:“‘那么,’他说,‘关于我们曾说学习即是回忆的那个论证,以及在此情况下,我们的灵魂在被束缚于身体之前必然已存在于别处的那个论证,你们怎么说?
ἐγὼ μέν, ἔφη ὁ Κέβης, καὶ τότε θαυμαστῶς ὡς ἐπείσθην ὑπ’ αὐτοῦ καὶ νῦν ἐμμένω ὡς οὐδενὶ λόγῳ.
’ ‘就我而言,’凯贝斯说,‘当时我被它奇妙地推服,而现在我坚持它,正如不坚持任何其他论证一样。
καὶ μήν, ἔφη ὁ Σιμμίας, καὶ αὐτὸς οὕτως ἔχω, καὶ πάνυ ἂν θαυμάζοιμι εἴ μοι περί γε τούτου ἄλλο ποτέ τι δόξειεν.
’ ‘确实,’西米亚斯说,‘我本人也是这种状态,如果关于这件事情我以后还会产生什么别的想法,那可就太令人惊奇了。
καὶ ὁ Σωκράτης, ἀλλὰ ἀνάγκη σοι, ἔφη, ὦ ξένε Θηβαῖε, ἄλλα δόξαι, ἐάνπερ μείνῃ ἥδε ἡ οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων συγκεῖσθαι·
’ 苏格拉底于是说:‘但是,忒拜的客人啊,如果你坚持这个看法,即和谐是一个复合之物,而灵魂是由身体中绷紧的要素所组成的一种和谐,那么你必然要改变想法。
οὐ γάρ που ἀποδέξῃ γε σαυτοῦ λέγοντος ὡς πρότερον ἦν ἁρμονία συγκειμένη, πρὶν ἐκεῖνα εἶναι ἐξ ὧν ἔδει αὐτὴν συντεθῆναι.
因为你绝不会容许你自己说:在一个和谐必须由之组成的那些东西存在之前,和谐就已经组成并存在了。
ἢ ἀποδέξῃ;
或者你会容许吗?
οὐδαμῶς, ἔφη, ὦ Σώκρατες.
’ ‘绝不,苏格拉底。 ’他说。
αἰσθάνῃ οὖν, ἦ δ’ ὅς, ὅτι ταῦτά σοι συμβαίνει λέγειν, ὅταν φῇς μὲν εἶναι τὴν ψυχὴν πρὶν καὶ εἰς ἀνθρώπου εἶδός τε καὶ σῶμα ἀφικέσθαι, εἶναι δὲ αὐτὴν συγκειμένην ἐκ τῶν οὐδέπω ὄντων;
‘那么,’他说,‘你有没有察觉到,当你一方面说灵魂在来到人的形式和身体之前就存在,另一方面又说它是由尚未存在的东西组成时,你就等于在这样说了?
οὐ γὰρ δὴ ἁρμονία γέ σοι τοιοῦτόν ἐστιν ᾧ ἀπεικάζεις, ἀλλὰ πρότερον καὶ ἡ λύρα καὶ αἱ χορδαὶ καὶ οἱ φθόγγοι ἔτι ἀνάρμοστοι ὄντες γίγνονται, τελευταῖον δὲ πάντων συνίσταται ἡ ἁρμονία καὶ πρῶτον ἀπόλλυται.
因为你作为比喻的和谐绝不是那样的东西,而是琴、弦以及尚未调谐的音符先产生,而和谐则是最末才组成、最早便灭亡的东西。
οὗτος οὖν σοι ὁ λόγος ἐκείνῳ πῶς συνᾴσεται;
那么,你这个论证如何能与那个协调呢?
οὐδαμῶς, ἔφη ὁ Σιμμίας.
’ ‘绝不可能协调。 ’西米亚斯说。
καὶ μήν, ἦ δ’ ὅς, πρέπει γε εἴπερ τῳ ἄλλῳ λόγῳ συνῳδῷ εἶναι καὶ τῷ περὶ ἁρμονίας.
‘然而,’他说,‘如果要让任何别的论证协调一致的话,关于和谐的论证就最应该协调。
πρέπει γάρ, ἔφη ὁ Σιμμίας.
’ ‘确实应该。 ’西米亚斯说。
οὗτος τοίνυν, ἔφη, σοὶ οὐ συνῳδός·
‘那么,这个论证,’他说,‘对你来说并不协调。
ἀλλ’ ὅρα πότερον αἱρῇ τῶν λόγων, τὴν μάθησιν ἀνάμνησιν εἶναι ἢ ψυχὴν ἁρμονίαν;
但你看你选择哪一个论证:学习是回忆,还是灵魂是和谐?
πολὺ μᾶλλον, ἔφη, ἐκεῖνον, ὦ Σώκρατες.
’ ‘远比后者更倾向于前者,苏格拉底,’他说。
ὅδε μὲν γάρ μοι γέγονεν ἄνευ ἀποδείξεως μετὰ εἰκότος τινὸς καὶ εὐπρεπείας, ὅθεν καὶ τοῖς πολλοῖς δοκεῖ ἀνθρώποις·
‘因为后者并没有给我提供证明,只是带着某种似是而非的可能性和体面,所以大众也这么看。
ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις ποιουμένοις λόγοις σύνοιδα οὖσιν ἀλαζόσιν, καὶ ἄν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μάλα ἐξαπατῶσι, καὶ ἐν γεωμετρίᾳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν.
但我深知,那些通过似是而非的可能性来进行证明的论证都是骗人的骗子,如果人们不加以提防,它们就会产生极大的欺骗,无论是在几何学还是在所有其他事情中。
ὁ δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος δι’ ὑποθέσεως ἀξίας ἀποδέξασθαι εἴρηται.
但关于回忆和学习的论证,是通过一个值得接受的假设提出来的。
ἐρρήθη γάρ που οὕτως ἡμῶν εἶναι ἡ ψυχὴ καὶ πρὶν εἰς σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν ἡ οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ
ὃ ἔστιν
ἐγὼ δὲ ταύτην, ὡς ἐμαυτὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδεγμαι.
因为据称,我们的灵魂在来到身体之前就已经存在,正如其所具有的“实体”具有“那所是的”这一名称一样。 而我,正如我说服自己的一样,已经充分且正确地接受了这一假设。
ἀνάγκη οὖν μοι, ὡς ἔοικε, διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος ὡς ψυχή ἐστιν ἁρμονία.
因此,在我看来,由于这些原因,无论是对于我自己还是别人所说的“灵魂是和谐”,我都必然不能接受。
τί δέ, ἦ δ’ ὅς, ὦ Σιμμία, τῇδε;
’ ‘那么,西米亚斯,’他说,‘关于这个方向你觉得怎么样? ’”“