§86ΦΑΙΔ. ταύτῃ ἔμοιγε, ἦ δ’ ὅς, ᾗ δὴ καὶ περὶ ἁρμονίας ἄν τις καὶ λύρας τε καὶ χορδῶν τὸν αὐτὸν τοῦτον λόγον εἴποι, ὡς ἡ μὲν ἁρμονία ἀόρατον καὶ ἀσώματον καὶ πάγκαλόν τι καὶ θεῖόν ἐστιν ἐν τῇ ἡρμοσμένῃ λύρᾳ, αὐτὴ δ’ ἡ λύρα καὶ αἱ χορδαὶ σώματά τε καὶ σωματοειδῆ καὶ σύνθετα καὶ γεώδη ἐστὶ καὶ τοῦ θνητοῦ συγγενῆ.
斐多:“‘在我看来是在这里,’他说,‘因为正是在这里,有人可能会对和谐、里拉琴和琴弦提出完全相同的论点,即在调好的里拉琴中,和谐确实是某种看不见、无形体、极美且神圣的东西,而里拉琴本身和琴弦则是物体、具形体的、复合的、泥土质的、并且与必死之物同类。
ἐπειδὰν οὖν ἢ κατάξῃ τις τὴν λύραν ἢ διατέμῃ καὶ διαρρήξῃ τὰς χορδάς, εἴ τις διισχυρίζοιτο τῷ αὐτῷ λόγῳ ὥσπερ σύ, ὡς ἀνάγκη ἔτι εἶναι τὴν ἁρμονίαν ἐκείνην καὶ μὴ ἀπολωλέναι — οὐδεμία γὰρ μηχανὴ ἂν εἴη τὴν μὲν λύραν ἔτι εἶναι διερρωγυιῶν τῶν χορδῶν καὶ τὰς χορδὰς θνητοειδεῖς οὔσας, τὴν δὲ ἁρμονίαν ἀπολωλέναι τὴν τοῦ θείου τε καὶ ἀθανάτου ὁμοφυῆ τε καὶ συγγενῆ, προτέραν τοῦ θνητοῦ ἀπολομένην — ἀλλὰ φαίη ἀνάγκη ἔτι που εἶναι αὐτὴν τὴν ἁρμονίαν, καὶ πρότερον τὰ ξύλα καὶ τὰς χορδὰς κατασαπήσεσθαι πρίν τι ἐκείνην παθεῖν — καὶ γὰρ οὖν, ὦ Σώκρατες, οἶμαι ἔγωγε καὶ αὐτόν σε τοῦτο ἐντεθυμῆσθαι, ὅτι τοιοῦτόν τι μάλιστα ὑπολαμβάνομεν τὴν ψυχὴν εἶναι, ὥσπερ ἐντεταμένου τοῦ σώματος ἡμῶν καὶ συνεχομένου ὑπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τοιούτων τινῶν, κρᾶσιν εἶναι καὶ ἁρμονίαν αὐτῶν τούτων τὴν ψυχὴν ἡμῶν, ἐπειδὰν ταῦτα καλῶς καὶ μετρίως κραθῇ πρὸς ἄλληλα — εἰ οὖν τυγχάνει ἡ ψυχὴ οὖσα ἁρμονία τις, δῆλον ὅτι, ὅταν χαλασθῇ τὸ σῶμα ἡμῶν ἀμέτρως ἢ ἐπιταθῇ ὑπὸ νόσων καὶ ἄλλων κακῶν, τὴν μὲν ψυχὴν ἀνάγκη εὐθὺς ὑπάρχει ἀπολωλέναι, καίπερ οὖσαν θειοτάτην, ὥσπερ καὶ αἱ ἄλλαι ἁρμονίαι αἵ τ’ ἐν τοῖς φθόγγοις καὶ ἐν τοῖς τῶν δημιουργῶν ἔργοις πᾶσι, τὰ δὲ λείψανα τοῦ σώματος ἑκάστου πολὺν χρόνον παραμένειν, ἕως ἂν ἢ κατακαυθῇ ἢ κατασαπῇ — ὅρα οὖν πρὸς τοῦτον τὸν λόγον τί φήσομεν, ἐάν τις ἀξιοῖ κρᾶσιν οὖσαν τὴν ψυχὴν τῶν ἐν τῷ σώματι ἐν τῷ καλουμένῳ θανάτῳ πρώτην ἀπόλλυσθαι.
因此,当有人砸碎里拉琴或切断并扯断琴弦时,如果他坚持你所说的相同论点,极力主张那和谐必然还存在而没有消亡——因为,在琴弦已经断开、且琴弦属于必死性质的情况下,里拉琴本身虽然还在,但那与神圣和不死之物同质同类的和谐,却比必死之物先消亡,这决无任何可能——而是主张那和谐本身必然还存在于某处,并且木质部分和琴弦必须先腐烂,然后它才会遭受任何变故——实际上,苏格拉底,我想你自己也考虑过这一点,即我们最倾向于认为灵魂是这样一种东西,那就是当我们的肉体被热、冷、干、湿等诸如此类的要素张紧并结合在一起时,我们的灵魂就是这些要素在彼此美好而适度地混合时的混合与和谐——如果灵魂恰好是一种和谐,那么显而易见,当我们的肉体因疾病和其他灾祸而过度松弛或张紧时,灵魂即使是最神圣的,也必然会立即消亡,就像声音中的其他和谐以及工匠所有作品中的和谐一样,而每个肉体的残余则会保留很长时间,直到被烧毁或腐烂——那么,如果有人主张灵魂作为肉体中各要素的混合,在所谓的死亡中首先消亡,请考虑我们将如何回应这一论点。
διαβλέψας οὖν ὁ Σωκράτης, ὥσπερ τὰ πολλὰ εἰώθει, καὶ μειδιάσας, δίκαια μέντοι, ἔφη, λέγει ὁ Σιμμίας.
’ 苏格拉底于是像往常一样凝视着,微微一笑,说:‘确实,西米亚斯说得很有道理。
εἰ οὖν τις ὑμῶν εὐπορώτερος ἐμοῦ, τί οὐκ ἀπεκρίνατο;
如果你们中有谁比我更有办法,为什么不回答他呢?
καὶ γὰρ οὐ φαύλως ἔοικεν ἁπτομένῳ τοῦ λόγου.
因为他似乎相当不凡地触及了论点的核心。
δοκεῖ μέντοι μοι χρῆναι πρὸ τῆς ἀποκρίσεως ἔτι πρότερον κέβητος ἀκοῦσαι τί αὖ ὅδε ἐγκαλεῖ τῷ λόγῳ, ἵνα χρόνου ἐγγενομένου βουλευσώμεθα τί ἐροῦμεν, ἔπειτα ἀκούσαντας ἢ συγχωρεῖν αὐτοῖς ἐάν τι δοκῶσι προσᾴδειν, ἐὰν δὲ μή, οὕτως ἤδη ὑπερδικεῖν τοῦ λόγου.
然而,在我看来,在回答之前,还必须先听听凯贝对这个论点又有什么异议,好让我们有时间商量一下该说些什么。 然后在听完之后,如果他们说得合拍,我们就向他们妥协,如果不然,那时我们再为我们的论点进行辩护。
ἀλλ’ ἄγε, ἦ δ’ ὅς, ὦ Κέβης, λέγε, τί ἦν τὸ σὲ αὖ θρᾶττον.
但是来吧,’他说,‘凯贝,告诉我,又是什么事情在困扰着你呢?
λέγω δή, ἦ δ’ ὃς ὁ Κέβης.
’ 凯贝说:‘那我就说了。 ’”, grade: