Humanitext Reader

柏拉图 · 斐多篇 §84-85

天鹅之歌的比喻与对死后真理的继续探讨

第 27 段,共 55 段 · 希腊语

内容简介

苏格拉底论证,致力于哲学的灵魂在死后绝无消散之虞,并将自己的泰然处之比作临终前因预见来世而欢歌的天鹅。西米亚斯承认今生难以确知彼世的真相,但主张必须竭尽人力对所有论证进行彻底检验。

§84ΦΑΙΔ. οὐ δῆτα ἔγωγε.
斐多: “我决不这样认为,”〔凯贝说〕。
οὐ γάρ· ἀλλ’ οὕτω λογίσαιτ’ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου, καὶ οὐκ ἂν οἰηθείη τὴν μὲν φιλοσοφίαν χρῆναι αὐτὴν λύειν, λυούσης δὲ ἐκείνης, αὐτὴν παραδιδόναι ταῖς ἡδοναῖς καὶ λύπαις ἑαυτὴν πάλιν αὖ ἐγκαταδεῖν καὶ ἀνήνυτον ἔργον πράττειν Πηνελόπης τινὰ ἐναντίως ἱστὸν μεταχειριζομένης, ἀλλὰ γαλήνην τούτων παρασκευάζουσα, ἑπομένη τῷ λογισμῷ καὶ ἀεὶ ἐν τούτῳ οὖσα, τὸ ἀληθὲς καὶ τὸ θεῖον καὶ τὸ ἀδόξαστον θεωμένη καὶ ὑπ’ ἐκείνου τρεφομένη, ζῆν τε οἴεται οὕτω δεῖν ἕως ἂν ζῇ, καὶ ἐπειδὰν τελευτήσῃ, εἰς τὸ συγγενὲς καὶ εἰς τὸ τοιοῦτον ἀφικομένη ἀπηλλάχθαι τῶν ἀνθρωπίνων κακῶν.
“确实如此,”〔苏格拉底说〕,“因为一个哲学家的灵魂会这样思考,它绝不会认为哲学应该释放它,而在哲学释放它的同时,它却将自己重新交托给快乐和痛苦,再次将自己捆绑起来,干着西绪福斯式的无用功,仿佛在反向操作着潘妮洛佩的织机;相反,它要为这些欲望带来宁静,顺从理性的引导并始终处于其中,观照真实、神圣且非臆断的事物,并以此为养分。 它认为在有生之年应该这样生活,而在死后,则到达与自身同类且相似的领域,摆脱人类的祸害。
ἐκ δὴ τῆς τοιαύτης τροφῆς οὐδὲν δεινὸν μὴ φοβηθῇ, ὦ Σιμμία τε καὶ Κέβης, ὅπως μὴ διασπασθεῖσα ἐν τῇ ἀπαλλαγῇ τοῦ σώματος ὑπὸ τῶν ἀνέμων διαφυσηθεῖσα καὶ διαπτομένη οἴχηται καὶ οὐδὲν ἔτι οὐδαμοῦ ᾖ.
西米亚斯和凯贝,有了这样的滋养,灵魂就绝无理由害怕在与身体分离时,会被风吹散、吹走、消逝,从而在任何地方都不复存在。
σιγὴ οὖν ἐγένετο ταῦτα εἰπόντος τοῦ Σωκράτους ἐπὶ πολὺν χρόνον, καὶ αὐτός τε πρὸς τῷ εἰρημένῳ λόγῳ ἦν ὁ Σωκράτης, ὡς ἰδεῖν ἐφαίνετο, καὶ ἡμῶν οἱ πλεῖστοι·
” 苏格拉底说完这些,现场陷入了长时间的沉默。 苏格拉底自己显然也在沉思刚刚说过的论点,我们大多数人也是如此。
Κέβης δὲ καὶ Σιμμίας σμικρὸν πρὸς ἀλλήλω διελεγέσθην.
但凯贝和西米亚斯互相低声说了几句。
καὶ ὁ Σωκράτης ἰδὼν αὐτὼ ἤρετο, τί;
苏格拉底看见他们,便问:“怎么了?
ἔφη, ὑμῖν τὰ λεχθέντα μῶν μὴ δοκεῖ ἐνδεῶς λέγεσθαι;
你们觉得刚才说的话有什么不足之处吗?
πολλὰς γὰρ δὴ ἔτι ἔχει ὑποψίας καὶ ἀντιλαβάς, εἴ γε δή τις αὐτὰ μέλλει ἱκανῶς διεξιέναι.
如果有人想要足够充分地检验它们,这里确实还有许多可疑和可反驳之处。
εἰ μὲν οὖν τι ἄλλο σκοπεῖσθον, οὐδὲν λέγω· εἰ δέ τι περὶ τούτων ἀπορεῖτον, μηδὲν ἀποκνήσητε καὶ αὐτοὶ εἰπεῖν καὶ διελθεῖν, εἴ πῃ ὑμῖν φαίνεται βέλτιον ἂν λεχθῆναι, καὶ αὖ καὶ ἐμὲ συμπαραλαβεῖν, εἴ τι μᾶλλον οἴεσθε μετ’ ἐμοῦ εὐπορήσειν.
如果你们在考虑别的事,那我就不说什么了;但如果是对这些事情感到困惑,你们自己也不要犹豫,说出来并加以探讨,看看是否你们觉得有更好的表达方式。 如果你们觉得和我在一起能更好解决问题,也可以把我也拉进去。
καὶ ὁ Σιμμίας ἔφη· καὶ μήν, ὦ Σώκρατες, τἀληθῆ σοι ἐρῶ.
” 西米亚斯说:“说实在的,苏格拉底,我会对你说实话。
πάλαι γὰρ ἡμῶν ἑκάτερος ἀπορῶν τὸν ἕτερον προωθεῖ καὶ κελεύει ἐρέσθαι διὰ τὸ ἐπιθυμεῖν μὲν ἀκοῦσαι, ὀκνεῖν δὲ ὄχλον παρέχειν, μή σοι ἀηδὲς ᾖ διὰ τὴν παροῦσαν συμφοράν.
其实,很早以前我们两个就各自感到困惑,并互相推搡、催促对方发问。 因为我们很想听,但又迟疑于给你添麻烦,担心因为你目前的处境而让你感到不快。
καὶ ὃς ἀκούσας ἐγέλασέν τε ἠρέμα καί φησιν· Βαβαί, ὦ Σιμμία·
” 苏格拉底听后微微一笑,说:“哎呀,西米亚斯!
ἦ που χαλεπῶς ἂν τοὺς ἄλλους ἀνθρώπους πείσαιμι ὡς οὐ συμφορὰν ἡγοῦμαι τὴν παροῦσαν τύχην, ὅτε γε μηδ’ ὑμᾶς δύναμαι πείθειν, ἀλλὰ φοβεῖσθε μὴ δυσκολώτερόν τι νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν βίῳ·
我恐怕很难说服其他人我并不认为目前的境遇是一种不幸,既然我连你们都无法说服,反而让你们担心我现在处于比以前更难相处的境地。
καί, ὡς ἔοικε, τῶν κύκνων δοκῶ φαυλότερος ὑμῖν εἶναι τὴν μαντικήν, οἳ ἐπειδὰν αἴσθωνται ὅτι δεῖ αὐτοὺς ἀποθανεῖν, ᾄδοντες καὶ ἐν τῷ πρόσθεν χρόνῳ, τότε δὴ πλεῖστα καὶ κάλλιστα ᾄδουσι, γεγηθότες ὅτι μέλλουσι παρὰ τὸν θεὸν ἀπιέναι οὗπέρ εἰσι θεράποντες.
而且,看来在你们眼里,我在预言能力上还不如天鹅。 天鹅在意识到自己必须死去时,虽然在以前也唱歌,但那时它们唱得最多、最美,因为它们为即将前往自己所侍奉的神那里而感到高兴。
§85ΦΑΙΔ. οἱ δ’ ἄνθρωποι διὰ τὸ αὑτῶν δέος τοῦ θανάτου καὶ τῶν κύκνων καταψεύδονται, καί φασιν αὐτοὺς θρηνοῦντας τὸν θάνατον ὑπὸ λύπης ἐξᾴδειν, καὶ οὐ λογίζονται ὅτι οὐδὲν ὄρνεον ᾄδει ὅταν πεινῇ ἢ ῥιγῷ ἤ τινα ἄλλην λύπην λυπῆται, οὐδὲ αὐτὴ ἥ τε ἀηδὼν καὶ χελιδὼν καὶ ὁ ἔποψ, ἃ δή φασι διὰ λύπην θρηνοῦντα ᾄδειν.
” “然而,人们因为自己对死亡的恐惧,对天鹅撒了谎,说它们是因为悲伤而哀悼死亡、唱起挽歌。 他们没有考虑到,没有任何一种鸟在饥饿、寒冷或遭受其他痛苦时会唱歌,即使是被人们说成因悲痛而哀歌的夜莺、燕子和戴胜也是如此。
ἀλλ᾽ οὔτε ταῦτά μοι φαίνεται λυπούμενα ᾄδειν οὔτε οἱ κύκνοι, ἀλλ’ ἅτε οἶμαι τοῦ Ἀπόλλωνος ὄντες, μαντικοί τέ εἰσι καὶ προειδότες τὰ ἐν Ἅιδου ἀγαθὰ ᾄδουσι καὶ τέρπονται ἐκείνην τὴν ἡμέραν διαφερόντως ἢ ἐν τῷ ἔμπροσθεν χρόνῳ.
但在我看来,这些鸟并非因悲哀而歌唱,天鹅也不是。 我想,因为它们属于阿波罗,所以具有预言能力,预知哈德斯的美好事物,便在离世之日唱出超越以往任何时候的欢歌。
ἐγὼ δὲ καὶ αὐτὸς ἡγοῦμαι ὁμόδουλός τε εἶναι τῶν κύκνων καὶ ἱερὸς τοῦ αὐτοῦ θεοῦ, καὶ οὐ χεῖρον ἐκείνων τὴν μαντικὴν ἔχειν παρὰ τοῦ δεσπότου, οὐδὲ δυσθυμότερον αὐτῶν τοῦ βίου ἀπαλλάττεσθαι.
我自己也认为自己是天鹅的同仆,侍奉同一个神,从主人那里得到的预言能力不亚于它们,也绝不比它们更沮丧地离开这个世界。
ἀλλὰ τούτου γ’ ἕνεκα λέγειν τε χρὴ καὶ ἐρωτᾶν ὅτι ἂν βούλησθε, ἕως ἂν Ἀθηναίων ἐῶσιν ἄνδρες ἕνδεκα.
因此,只要雅典的十一人允许,你们尽可以畅所欲言,提任何问题。
καλῶς, ἔφη, λέγεις, ὁ Σιμμίας· καὶ ἐγώ τέ σοι ἐρῶ ὃ ἀπορῶ, καὶ αὖ ὅδε, ᾗ οὐκ ἀποδέχεται τὰ εἰρημένα.
” “说得太好了,”西米亚斯说,“那么,我会告诉你我的困惑,而他也会说出他不接受刚才所说内容的哪些地方。
ἐμοὶ γὰρ δοκεῖ, ὦ Σώκρατες, περὶ τῶν τοιούτων ἴσως ὥσπερ καὶ σοὶ τὸ μὲν σαφὲς εἰδέναι ἐν τῷ νῦν βίῳ ἢ ἀδύνατον εἶναι ἢ παγχάλεπόν τι, τὸ μέντοι αὖ τὰ λεγόμενα περὶ αὐτῶν μὴ οὐχὶ παντὶ τρόπῳ ἐλέγχειν καὶ μὴ προαφίστασθαι πρὶν ἂν πανταχῇ σκοπῶν ἀπείπῃ τις, πάνυ μαλθακοῦ εἶναι ἀνδρός·
因为在我看来,苏格拉底,对于这类事情,也许正如你所想的那样,在今生获得清晰的知识要么是不可能的,要么是极其困难的。 然而,如果不千方百计地检验关于它们的言论,并在多方搜寻精疲力竭之前就放弃,那将是非常软弱的人的表现。
δεῖν γὰρ περὶ αὐτὰ ἕν γέ τι τούτων διαπράξασθαι, ἢ μαθεῖν ὅπῃ ἔχει ἢ εὑρεῖν ἤ, εἰ ταῦτα ἀδύνατον, τὸν γοῦν βέλτιστον τῶν ἀνθρωπίνων λόγων λαβόντα καὶ δυσεξελεγκτότατον, ἐπὶ τούτου ὀχούμενον ὥσπερ ἐπὶ σχεδίας κινδυνεύοντα διαπλεῦσαι τὸν βίον, εἰ μή τις δύναιτο ἀσφαλέστερον καὶ ἀκινδυνότερον ἐπὶ βεβαιοτέρου ὀχήματος, λόγου θείου τινός, διαπορευθῆναι.
因为关于这些事,人们必须做到以下几点之一:要么学习它如何存在,要么亲自发现;或者,如果这些都做不到,至少要采用人类言论中最好、最难反驳的一种,乘坐其上,就像坐着筏子一样,冒着危险渡过一生,除非有人能乘坐更安全、更少危险、更稳固的交通工具,即某种神圣的言论,来完成这段旅程。
καὶ δὴ καὶ νῦν ἔγωγε οὐκ ἐπαισχυνθήσομαι ἐρέσθαι, ἐπειδὴ καὶ σὺ ταῦτα λέγεις, οὐδ’ ἐμαυτὸν αἰτιάσομαι ἐν ὑστέρῳ χρόνῳ ὅτι νῦν οὐκ εἶπον ἅ μοι δοκεῖ.
因此,现在我不会耻于提问,既然你也这么说,我也不会在日后责备自己,当时为什么没有说出我的想法。
ἐμοὶ γάρ, ὦ Σώκρατες, ἐπειδὴ καὶ πρὸς ἐμαυτὸν καὶ πρὸς τόνδε σκοπῶ τὰ εἰρημένα, οὐ πάνυ φαίνεται ἱκανῶς εἰρῆσθαι.
因为,苏格拉底,当我对自己和对他思考刚才所说的话时,我觉得它说得并不十分充分。
καὶ ὁ Σωκράτης, ἴσως γάρ, ἔφη, ὦ ἑταῖρε, ἀληθῆ σοι φαίνεται·
” 苏格拉底说:“也许,朋友,你觉得是真的。
ἀλλὰ λέγε ὅπῃ δὴ οὐχ ἱκανῶς.
但请说说,在什么地方不充分呢? ”

词汇与语法注释

  1. 84aοὐ γάρ· ἀλλ’ οὕτω λογίσαιτ’ ἂν ψυχὴ ἀνδρὸς φιλοσόφου — 短语“οὐ γάρ”是对前一句否定性回答(οὐ δῆτα ἔγωγε)的肯定性首肯,意为“确实如此,因为事实并非那样”。随后用“ἀλλά”引出正面的阐述。这里使用以灵魂为主语的潜能希求法“λογίσαιτ' ἄν”,用于在理论上叙述一个哲学家的灵魂所会采取的一贯态度。
  2. 84bοὐδὲν δεινὸν μὴ φοβηθῇ ... ὅπως μὴ ... οἴχηται — 惯用句式“οὐδὲν δεινὸν μή + 虚拟语气”表示强烈的否定或保证,意为“绝无发生……这种可怕事态(δεινόν)的危险”。此处伴随第三人称单数不定过去时被动虚拟语气的“φοβηθῇ”(感到害怕、畏缩),意为“灵魂绝无害怕的必要”。其恐惧的具体内容由从属从句“ὅπως μὴ ... οἴχηται”(在脱离身体时被吹散消逝)做进一步的详细阐释。
  3. 85cτὸ μέντοι αὖ τὰ λεγόμενα περὶ αὐτῶν μὴ οὐχὶ παντὶ τρόπῳ ἐλέγχειν — 这是“μὴ οὐχὶ”加上不定式(ἐλέγχειν)的结构。由于主句“πάνυ μαλθακοῦ εἶναι ἀνδρός”(极度软弱之人的表现)含有否定或规避性评价的意味,在不定式前置入双重否定“μὴ οὐχὶ”,以强调未能履行应尽之义务(即不进行检验)。这产生了一种强烈的修辞效果:“唯有不加检验,才是真正懦弱的表现”。
  4. 85dεἰ μή τις δύναιτο ... διαπορευθῆναι — 条件从句“εἰ μή”中使用了希求法“δύναιτο”,在当下的现实语境(直陈语气或表示义务的“δεῖν”语境)中,将通过某种神圣逻各斯航行这一理想但极难实现的替代方案,作为一种假设性、潜在的可能性委婉地提出。由于这在现实中难以企及,从而凸显了退而求其次、不得不依靠“人类逻各斯之筏”的现实必要性。

引用这一段

柏拉图, 斐多篇 §84-85. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:84-85

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。