Humanitext Reader

柏拉图 · 斐多篇 §83

哲学对灵魂的解放与苦乐将灵魂钉于肉体

第 26 段,共 55 段 · 希腊语

内容简介

苏格拉底解释了哲学如何将灵魂从感官的欺骗中释放出来并引导其进行纯粹的思考,并阐述了快乐与痛苦如何将灵魂钉在身体上使其肉体化,从而阻碍其在死后进入神圣的世界。

§83ΦΑΙΔ. — ὅπερ οὖν λέγω, γιγνώσκουσιν οἱ φιλομαθεῖς ὅτι οὕτω παραλαβοῦσα ἡ φιλοσοφία ἔχουσαν αὐτῶν τὴν ψυχὴν ἠρέμα παραμυθεῖται καὶ λύειν ἐπιχειρεῖ, ἐνδεικνυμένη ὅτι ἀπάτης μὲν μεστὴ ἡ διὰ τῶν ὀμμάτων σκέψις, ἀπάτης δὲ ἡ διὰ τῶν ὤτων καὶ τῶν ἄλλων αἰσθήσεων, πείθουσα δὲ ἐκ τούτων μὲν ἀναχωρεῖν, ὅσον μὴ ἀνάγκη αὐτοῖς χρῆσθαι, αὐτὴν δὲ εἰς αὑτὴν συλλέγεσθαι καὶ ἁθροίζεσθαι παρακελευομένη, πιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ’ ἢ αὐτὴν αὑτῇ, ὅτι ἂν νοήσῃ αὐτὴ καθ’ αὑτὴν αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων· ὅτι δ’ ἂν δι’ ἄλλων σκοπῇ ἐν ἄλλοις ὂν ἄλλο, μηδὲν ἡγεῖσθαι ἀληθές· εἶναι δὲ τὸ μὲν τοιοῦτον αἰσθητόν τε καὶ ὁρατόν, ὃ δὲ αὐτὴ ὁρᾷ νοητόν τε καὶ ἀιδές.
——正如我所说的,爱智者们知道,哲学接管了处于这种状态的他们的灵魂后,会温和地劝慰它并试图释放它,指出通过眼睛的观察充满了欺骗,而通过耳朵和其他感官的观察也充满了欺骗,劝说它退离这些感官,除非有必要使用它们,并督促它将自身聚集并收拢到自身之中,并劝告它除了自身之外不要相信任何其他东西,只要是它自身凭着自身去思考那些自身存在之物;而凡是它通过其他途径所观察的、存在于其他事物中且多变的东西,都不要认为是真实的;并且指出,此类事物是可感觉且可见的,而灵魂自身所看见的则是可理知且无形的。
ταύτῃ οὖν τῇ λύσει οὐκ οἰομένη δεῖν ἐναντιοῦσθαι ἡ τοῦ ὡς ἀληθῶς φιλοσόφου ψυχὴ οὕτως ἀπέχεται τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ λυπῶν καθ’ ὅσον δύναται, λογιζομένη ὅτι, ἐπειδάν τις σφόδρα ἡσθῇ ἢ φοβηθῇ ἢ ἐπιθυμήσῃ, οὐδὲν τοσοῦτον κακὸν ἔπαθεν ἀπ’ αὐτῶν ὧν ἄν τις οἰηθείη, οἷον ἢ νοσήσας ἤ τι ἀναλώσας διὰ τὰς ἐπιθυμίας, ἀλλ’ ὃ πάντων μέγιστόν τε κακῶν καὶ ἔσχατόν ἐστι, τοῦτο πάσχει καὶ οὐ λογίζεται αὐτό.
因此,真正哲学家之灵魂认为不应反对这种释放,便在可能的范围内克制快乐、欲望和痛苦,因为灵魂考虑到,当一个人极度快乐、恐惧或渴望时,他从中遭受的祸害,绝非像人们所想象的那样,只是生病或因欲望而挥霍财产,而是遭受了所有祸害中最大、最极致的那一个,却不自知。
τί τοῦτο, ὦ Σώκρατες;
”“那是什么,苏格拉底?
ἔφη ὁ Κέβης.
”凯贝问。
ὅτι ψυχὴ παντὸς ἀνθρώπου ἀναγκάζεται ἅμα τε ἡσθῆναι σφόδρα ἢ λυπηθῆναι ἐπί τῳ καὶ ἡγεῖσθαι περὶ ὃ ἂν μάλιστα τοῦτο πάσχῃ, τοῦτο ἐναργέστατόν τε εἶναι καὶ ἀληθέστατον, οὐχ οὕτως ἔχον· ταῦτα δὲ μάλιστα τὰ ὁρατά· ἢ οὔ;
“即每个人的灵魂在对某事感到极度快乐或痛苦的同时,被迫认为引发这种体验最甚的事物是最清晰、最真实的,虽然事实并非如此;而这些主要是可见的事物,难道不是吗?
πάνυ γε.
”“确实如此。
οὐκοῦν ἐν τούτῳ τῷ πάθει μάλιστα καταδεῖται ψυχὴ ὑπὸ σώματος;
” “那么,在这种体验中,灵魂岂不是被身体捆绑得最紧吗?
πῶς δή;
”“这是如何进行的?
ὅτι ἑκάστη ἡδονὴ καὶ λύπη ὥσπερ ἧλον ἔχουσα προσηλοῖ αὐτὴν πρὸς τὸ σῶμα καὶ προσπερονᾷ καὶ ποιεῖ σωματοειδῆ, δοξάζουσαν ταῦτα ἀληθῆ εἶναι ἅπερ ἂν καὶ τὸ σῶμα φῇ.
”“因为每一种快乐和痛苦,就像拿着一颗钉子一样,把灵魂钉在身体上,并使它肉体化,使它误以为身体所说真实的事物就是真实的。
ἐκ γὰρ τοῦ ὁμοδοξεῖν τῷ σώματι καὶ τοῖς αὐτοῖς χαίρειν ἀναγκάζεται οἶμαι ὁμότροπός τε καὶ ὁμότροφος γίγνεσθαι καὶ οἵα μηδέποτε εἰς Ἅιδου καθαρῶς ἀφικέσθαι, ἀλλὰ ἀεὶ τοῦ σώματος ἀναπλέα ἐξιέναι, ὥστε ταχὺ πάλιν πίπτειν εἰς ἄλλο σῶμα καὶ ὥσπερ σπειρομένη ἐμφύεσθαι, καὶ ἐκ τούτων ἄμοιρος εἶναι τῆς τοῦ θείου τε καὶ καθαροῦ καὶ μονοειδοῦς συνουσίας.
因为通过与身体持相同看法并喜好同样的事物,我想它被迫在性格和习性上变得与身体相同,以至于它永远无法纯洁地到达哈德斯,而是总是带着满身肉欲而离去,以至于很快又落入另一个身体中,仿佛被播种一样在其中生根发芽,从而无法参与那神圣、纯洁且单一之物的交接。
ἀληθέστατα, ἔφη, λέγεις, ὁ Κέβης, ὦ Σώκρατες.
”“说得极对,苏格拉底,”凯贝说。
τούτων τοίνυν ἕνεκα, ὦ Κέβης, οἱ δικαίως φιλομαθεῖς κόσμιοί εἰσι καὶ ἀνδρεῖοι, οὐχ ὧν οἱ πολλοὶ ἕνεκά φασιν·
“那么,凯贝,正是由于这些原因,真正爱智的人才是克己和勇敢的,而不是因为世俗众人所说的那些原因。
ἢ σὺ οἴει;
或者你认为是那样吗? ”

词汇与语法注释

  1. 83aἔχουσαν — 分词 `ἔχουσαν` 与副词 `οὕτω` 结合,意为“处于这种状态下(的灵魂)”,修饰前文的 `αὐτῶν τὴν ψυχὴν`(他们的灵魂),指代前一节中所描写的被身体束缚和胶贴的状态。
  2. 83bπιστεύειν δὲ μηδενὶ ἄλλῳ ἀλλ’ ἢ αὐτὴν αὑτῇ, ὅτι ἂν νοήσῃ αὐτὴ καθ’ αὑτὴν αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων — 梳理多重使用的 `αὐτός` 的语法关系。`αὐτὴν` 是不定式 `πιστεύειν` 的逻辑主语(灵魂自身),而 `αὐτῇ` 是 `πιστεύειν` 所支配的与格,指代自身。`ὅ提 ἄν`(即 `ὅ τι ἄν`)是关系代名词,作 `νοήσῃ` 的直接宾语。整句结构整理为:“只要灵魂自身(`αὐτὴ`)凭着自身(`καθ’ αὑτὴν`)去思考那些在存在之物中自身存在(`αὐτὸ καθ’ αὑτὸ τῶν ὄντων`)的东西”。
  3. 83cὧν ἄν τις οἰηθείη — 关系代词 `ὧν` 受到其先行词 `αὐτῶν`(属格)的影响,发生了格的同化(attraction),本应为 `οἰηθείη` 的直接宾语(宾格 `ἅ`)。助词 `ἄν` 与希求法 `οἰηθείη` 结合,表示潜在的推测(“如人们所能想到的”)。
  4. 83dδοξάζουσαν — 阴性单数宾格分词,修饰主句中 `ποιεῖ` 的隐形宾语,即灵魂(`αὐτήν`,承接自 `προσηλοῖ` 的宾语,也是 `σωματοειδῆ` 的主语)。它描述了灵魂肉体化所伴随的情况或结果:“误以为……”。

引用这一段

柏拉图, 斐多篇 §83. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:83

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。