Humanitext Reader

柏拉图 · 斐多篇 §82

灵魂的转生与哲学对灵魂的净化解脱

第 25 段,共 55 段 · 希腊语

内容简介

苏格拉底进一步讨论了灵魂根据生前习惯进行转生的目的地,指出只有哲学家才能去往诸神身边。随后,他阐述了真正的哲学家如何克制肉体欲望,通过哲学实现灵魂的释放与净化。

§82ΦΑΙΔ. ἢ οὐκ οἴει;
“‘或者你不这样认为吗?
πάνυ μὲν οὖν εἰκὸς λέγεις.
’” “‘确实,你说得极有道理。
τοὺς δέ γε ἀδικίας τε καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσέ φαμεν τὰς τοιαύτας ἰέναι;
’完成时” “‘而那些首选了不正义、僭主统治和掠夺的人,则会进入狼、鹰和鹞的种类;或者我们说此类灵魂还能去往其他什么地方呢?
ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα.
’” “‘当然,’凯贝说,‘正是去往这些地方。
οὐκοῦν, ἦ δ’ ὅς, δῆλα δὴ καὶ τἆλλα ᾗ ἂν ἕκαστα ἴοι κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης;
’” “‘那么,’他说,‘其余的灵魂各自会根据其练习的相似性去往何处,岂不是已经很明显了吗?
δῆλον δή, ἔφη· πῶς δ’ οὔ;
’” “‘确实很明显,’他说,‘怎么会不明显呢?
οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ;
’” “‘那么,’他说,‘在这些人中,最幸福且去往最好地方的,岂不是那些实践了公民和政治德性的人? 即人们所谓的节制与正义,这是由习惯和练习产生,而无关于哲学和理智的。
πῇ δὴ οὗτοι εὐδαιμονέστατοι;
’” “‘在什么意义上说他们是最幸福的呢?
ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤ που μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, καὶ εἰς ταὐτόν γε πάλιν τὸ ἀνθρώπινον γένος, καὶ γίγνεσθαι ἐξ αὐτῶν ἄνδρας μετρίους.
’” “‘因为这些人很可能会再次进入某种同样具有社会性且温和的种类,比如蜜蜂、黄蜂或蚂蚁,或者再次进入人类自身,并从他们之中产生出温和的人。
εἰκός.
’” “‘这很有可能。
εἰς δέ γε θεῶν γένος μὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἀλλ’ ἢ τῷ φιλομαθεῖ.
’” “‘但是,对于一个未曾致力于哲学、在离去时未能完全纯洁的人来说,去往诸神的种类是不被允许的,只有爱智者才能去。
ἀλλὰ τούτων ἕνεκα, ὦ ἑταῖρε Σιμμία τε καὶ Κέβης, οἱ ὀρθῶς φιλόσοφοι ἀπέχονται τῶν κατὰ τὸ σῶμα ἐπιθυμιῶν ἁπασῶν καὶ καρτεροῦσι καὶ οὐ παραδιδόασιν αὐταῖς ἑαυτούς, οὔ τι οἰκοφθορίαν τε καὶ πενίαν φοβούμενοι, ὥσπερ οἱ πολλοὶ καὶ φιλοχρήματοι· οὐδὲ αὖ ἀτιμίαν τε καὶ ἀδοξίαν μοχθηρίας δεδιότες, ὥσπερ οἱ φίλαρχοί τε καὶ φιλότιμοι, ἔπειτα ἀπέχονται αὐτῶν.
但是,西米亚斯和凯贝,正是为了这些,真正的哲学家才会克制一切身体的欲望,坚守自身,而不将自己交托给这些欲望,这绝不是因为他们像大多数人和爱财者那样,害怕家产破灭和贫穷;’” “‘也不是像那些爱权和爱名誉的人那样,害怕因恶行而带来耻辱和恶名,因而才克制欲望。
οὐ γὰρ ἂν πρέποι, ἔφη, ὦ Σώκρατες, ὁ Κέβης.
’” “‘因为那确实是不相称的,苏格拉底,’凯贝说。
οὐ μέντοι μὰ Δία, ἦ δ’ ὅς.
” “‘因宙斯之名,确实不相称,’他说。
τοιγάρτοι τούτοις μὲν ἅπασιν, ὦ Κέβης, ἐκεῖνοι οἷς τι μέλει τῆς ἑαυτῶν ψυχῆς ἀλλὰ μὴ σώματι πλάττοντες ζῶσι, χαίρειν εἰπόντες, οὐ κατὰ ταὐτὰ πορεύονται αὐτοῖς ὡς οὐκ εἰδόσιν ὅπῃ ἔρχονται, αὐτοὶ δὲ ἡγούμενοι οὐ δεῖν ἐναντία τῇ φιλοσοφίᾳ πράττειν καὶ τῇ ἐκείνης λύσει τε καὶ καθαρμῷ ταύτῃ δὴ τρέπονται ἐκείνῃ ἑπόμενοι, ᾗ ἐκείνη ὑφηγεῖται.
‘因此,凯贝啊,那些对自己的灵魂有半分在乎、而不是为了装饰身体而活的人,向所有这些人告别,不与那些不知道自己去往何处的人同道而行,而是认为自己不应做任何违背哲学及其释放与净化之事,转向这个方向,跟随哲学的指引。
πῶς, ὦ Σώκρατες;
’” “‘那是如何进行的,苏格拉底?
ἐγὼ ἐρῶ, ἔφη.
’” “‘我会告诉你的,’他说。
γιγνώσκουσι γάρ, ἦ δ᾽ ὅς, οἱ φιλομαθεῖς ὅτι παραλαβοῦσα αὐτῶν τὴν ψυχὴν ἡ φιλοσοφία ἀτεχνῶς διαδεδεμένην ἐν τῷ σώματι καὶ προσκεκολλημένην, ἀναγκαζομένην δὲ ὥσπερ διὰ εἱργμοῦ διὰ τούτου σκοπεῖσθαι τὰ ὄντα ἀλλὰ μὴ αὐτὴν δι’ αὑτῆς, καὶ ἐν πάσῃ ἀμαθίᾳ κυλινδουμένην, καὶ τοῦ εἱργμοῦ τὴν δεινότητα κατιδοῦσα ὅτι δι’ ἐπιθυμίας ἐστίν, ὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος συλλήπτωρ εἴη τοῦ δεδέσθαι,
‘因为,’他说,‘爱智者们知道,哲学在接管他们的灵魂时,灵魂简直是被完全捆绑并胶贴在身体中,被迫像透过牢狱一样透过身体去观察真实存在之物,而不是由其自身来观察,并且在一切愚昧中滚转,’” “‘而且,哲学看清了这牢狱的恐怖之处在于它是通过欲望造成的,以至于被捆绑者自己竟然成了被捆绑的最大帮凶,’法”

词汇与语法注释

  1. 82bἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ — 关系代词 `ἣν` 的先行词是 `τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετήν`(公民和政治德性)。完成时分词 `γεγονυῖαν` 在性、数、格上与 `ἣν`(阴性单数宾格)一致,补充说明了这种德性是“无关于哲学和理智,由习惯和练习产生”的性质。
  2. 82cμὴ φιλοσοφήσαντι καὶ παντελῶς καθαρῷ ἀπιόντι οὐ θέμις ἀφικνεῖσθαι ἀλλ’ ἢ τῷ φιλομαθεῖ — 在无人称句 `οὐ θέμις [ἐστί]`(不被允许)中,不定式 `ἀφικνεῖσθαι` 的逻辑主语由与格 `μὴ φιλοσοφήσαντι καὶ ... ἀπιόντι`(未致力于哲学且未能完全纯洁地离去的人)表示。`ἀλλ' ἢ` 意为“除了”,与之对比的 `τῷ φιλομαθεῖ`(爱智者)也同样使用与格并置。
  3. 82dχαίρειν εἰπόντες — 动词 `χαίρω` 的现在时不定式 `χαίρειν` 与动词“说”的分词 `εἰπόντες` 结合,是一个惯用表达,意为“向……道别”、“回绝”或“不予理睬”。在此处它支配与格 `τούτοις μὲν ἅπασιν`(所有这些人)作为宾语,表明与他们决裂而选择另一条道路的语境。
  4. 83aὡς ἂν μάλιστα αὐτὸς ὁ δεδεμένος συλλήπτωρ εἴη τοῦ δεδέσθαι — 这是连接词 `ὡς ἄν` 伴随 optative(祈愿式) `εἴη` 的构文。在此处它表示目的(“为了使……”)或由此产生的结果,解释了使被捆绑者自己成为被捆绑的最大帮凶(即那牢狱的恐怖通过欲望发挥作用)的结构。

引用这一段

柏拉图, 斐多篇 §82. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:82

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。