Humanitext Reader

柏拉图 · 斐多篇 §81

纯洁灵魂的归宿与受污灵魂的转世

第 24 段,共 55 段 · 希腊语

内容简介

苏格拉底解释说,通过哲学保持纯洁的灵魂将在死后幸福地去往诸神身旁,而受身体欲望污染的灵魂则会被拉回可见世界,并最终转世为动物。

§81ΦΑΙΔ. παντάπασί γε.
斐多: “‘确实如此。
οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀιδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον, οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα;
’” “‘那么,处于这种状态的灵魂,岂不是会去往与它自身相似的无形之物那里,即那神圣、不死且智慧的地方? 抵达那里后,它便注定是幸福的,摆脱了迷误、愚昧、恐惧、狂野的爱欲以及其他一切属人的邪恶,并且,正如对入会者所说的那样,真正地在余下的时间里与诸神同在?
οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως;
凯贝,我们是这样说,还是别样说呢?
οὕτω νὴ Δία, ἔφη ὁ Κέβης.
’” “‘因宙斯之名,确实应该这样说,’凯贝说。
ἐὰν δέ γε οἶμαι μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε τῷ σώματι ἀεὶ συνοῦσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρῶσα καὶ γοητευομένη ὑπ’ αὐτοῦ ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ τις ἂν ἅψαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀιδές, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετόν, τοῦτο δὲ εἰθισμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν, οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι;
” “‘但我认为,如果它在脱离身体时是受了污染且不洁的,因为它总是与身体相伴,服侍它、爱它,并被它以及欲望和享乐所迷惑,以至于认为除了那可以用手触摸、可以用眼睛看见、可以饮、可以食、可以用于满足性欲的“具躯壳之物”外,没有什么别的是真实的,’” “‘而对于那在眼睛看来是黑暗、看不见,但可以通过理智把握、通过哲学去选择的东西,它却习惯于憎恨、恐惧和躲避——你认为处于这样状态的灵魂,其自身能够纯洁地独立解脱吗?
οὐδ’ ὁπωστιοῦν, ἔφη.
阶’听他说。
ἀλλὰ διειλημμένην γε οἶμαι ὑπὸ τοῦ σωματοειδοῦς, ὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ σώματος διὰ τὸ ἀεὶ συνεῖναι καὶ διὰ τὴν πολλὴν μελέτην ἐνεποίησε σύμφυτον;
” “‘相反,我认为它会被那具躯壳之物所渗透,这是由于它总是与身体相伴,通过长期的相处和长久的练习,身体的交往与结合在灵魂中造成的同生一体的东西?
πάνυ γε.
’” “‘确实如此。
ἐμβριθὲς δέ γε, ὦ φίλε, τοῦτο οἴεσθαι χρὴ εἶναι καὶ βαρὺ καὶ γεῶδες καὶ ὁρατόν·
’” “‘朋友,我们必须认为这东西是沉重的、重浊的、属土的且可见的。
ὃ δὴ καὶ ἔχουσα ἡ τοιαύτη ψυχὴ βαρύνεταί τε καὶ ἕλκεται πάλιν εἰς τὸν ὁρατὸν τόπον φόβῳ τοῦ ἀιδοῦς τε καὶ Ἅιδου, ὥσπερ λέγεται, περὶ τὰ μνήματά τε καὶ τοὺς τάφους κυλινδουμένη, περὶ ἃ δὴ καὶ ὤφθη ἄττα ψυχῶν σκιοειδῆ φαντάσματα, οἷα παρέχονται αἱ τοιαῦται ψυχαὶ εἴδωλα, αἱ μὴ καθαρῶς ἀπολυθεῖσαι ἀλλὰ τοῦ ὁρατοῦ μετέχουσαι, διὸ καὶ ὁρῶνται.
具有这东西的此类灵魂就会被压倒,并由于对无形之物和哈迪斯的恐惧,被拉回到那可见的地方,正如人们所说的,围绕着纪念碑和坟墓游荡,在那些地方,确实有人见过一些灵魂的阴影般的幻象,这些幻象正是此类未得纯洁解脱、仍分享着可见之物的灵魂所呈现的幽灵,因此它们也是可见的。
εἰκός γε, ὦ Σώκρατες.
’” “‘这很合乎情理,苏格拉底。
εἰκὸς μέντοι, ὦ Κέβης·
’” “‘确实合乎情理,凯贝。
καὶ οὔ τί γε τὰς τῶν ἀγαθῶν αὐτὰς εἶναι, ἀλλὰ τὰς τῶν φαύλων, αἳ περὶ τὰ τοιαῦτα ἀναγκάζονται πλανᾶσθαι δίκην τίνουσαι τῆς προτέρας τροφῆς κακῆς οὔσης.
而且这绝不是善良者的灵魂,而是卑劣者的灵魂,它们被迫在这些地方游荡,为它们以前恶劣的养育付出代价。
καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ συνεπακολουθοῦντος, τοῦ σωματοειδοῦς, ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα·
它们一直游荡,直到因陪伴它们的具躯壳之物的欲望,再次被束缚于身体之中。
ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τοιαῦτα ἤθη ὁποῖ’ ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν τῷ βίῳ.
而它们被束缚进去的,正如所料,正是它们在生命中所习惯练习的那些品性。
τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες;
’” “‘苏格拉底,你指的是什么样的品性呢?
οἷον τοὺς μὲν γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διηυλαβημένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.
’” “‘例如,那些练习暴饮暴食、横暴和纵酒而不知戒备的人,很可能会进入驴子和这类野兽的躯壳。 ’”

词汇与语法注释

  1. 81οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἶναι — 关系副词 οἷ(去往该处)其先行词为前文的 εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀιδὲς。女性与格分词 ἀφικομένῃ 和形容词 εὐδαίμονι 与非人称动词 ὑπάρχει 的与格补语 αὐτῇ(指代灵魂)一致。
  2. 81bὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές — 这是一个由 ὥστε 引导带不定式 δοκεῖν(主语为灵魂)的结果从句。短语 ἀλλ’ ἢ 是表示“除了……之外”的强限定惯用表达。
  3. 81cὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ σώματος... ἐνεποίησε σύμφυτον — 关系代名词 ὃ(中性单数宾格)指代先行词 τὸ σωματοειδές,是动词 ἐνεποίησε 的直接宾语。σύμφυτον 作宾语补足语(“使之成为同生一体的东西”)。与格的 αὐτῇ 表示其对灵魂的归属或植入。

引用这一段

柏拉图, 斐多篇 §81. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:81

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。