Humanitext Reader

柏拉图 · 斐多篇 §79

可见的肉体与无形不变的灵魂的相似性

第 22 段,共 55 段 · 希腊语

内容简介

苏格拉底和凯贝斯将存在分为可见的(变化的)和无形的(不变的)两类,并达成共识:身体类似于前者,而灵魂类似于后者,当灵魂独立思考时便会达到智慧。

§79ΦΑΙΔ. οὐκοῦν τούτων μὲν κἂν ἅψαιο κἂν ἴδοις κἂν ταῖς ἄλλαις αἰσθήσεσιν αἴσθοιο, τῶν δὲ κατὰ ταὐτὰ ἐχόντων οὐκ ἔστιν ὅτῳ ποτ’ ἂν ἄλλῳ ἐπιλάβοιο ἢ τῷ τῆς διανοίας λογισμῷ, ἀλλ’ ἔστιν ἀιδῆ τὰ τοιαῦτα καὶ οὐχ ὁρατά;
斐多: “‘那么,虽然你可以触摸、看见这些东西,以及用其他感官去感知它们,但对于那些始终保持在同样状态的事物,你绝不能通过除理智思考之外的其他任何方式去把握,而这类事物是无形的、不可见的,对吗?
παντάπασιν, ἔφη, ἀληθῆ λέγεις.
’” “‘你说的完全正确,’他说。
θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀιδές;
” “‘那么,如果你愿意的话,’他说,‘让我们假定存在着两类事物,一类是可见的,另一类是无形的,好吗?
θῶμεν, ἔφη.
’” “‘让我们这样假定吧,’他说。
καὶ τὸ μὲν ἀιδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά;
” “‘并且假定,无形的事物始终保持在同样状态,而可见的事物绝不保持在同样状态,对吗?
καὶ τοῦτο, ἔφη, θῶμεν.
’” “‘我们也假定这一点,’他说。
φέρε δή, ἦ δ’ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή;
” “‘那么,’他说,‘在我们自身之中,除了身体是其一,灵魂是其二之外,难道还有别的吗?
οὐδὲν ἄλλο, ἔφη.
’” “‘没有别的了,’他说。
ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα;
” “‘那么,我们说身体更像哪一类,与哪一类更同族呢?
παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ.
’” “‘这确实对任何人都是显而易见的,’他说,‘身体更像可见的那一类。
τί δὲ ἡ ψυχή;
’” “‘那么灵魂呢?
ὁρατὸν ἢ ἀιδές;
是可见的还是无形的?
οὐχ ὑπ’ ἀνθρώπων γε, ὦ Σώκρατες, ἔφη.
’” “‘至少对人来说是不可见的,苏格拉底,’他说。
ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν·
” “‘但我们所说的“可见”和“不可见”,确实是指对人的本性而言的;还是你认为是对其他什么而言呢?
ἢ ἄλλῃ τινὶ οἴει; τῇ τῶν ἀνθρώπων.
’” “‘是对人的本性而言。
τί οὖν περὶ ψυχῆς λέγομεν;
’” “‘那么关于灵魂我们怎么说?
ὁρατὸν ἢ ἀόρατον εἶναι;
它是可见的还是不可见的?
οὐχ ὁρατόν.
’” “‘不可见。
ἀιδὲς ἄρα;
’” “‘那么它是无形的了?
ναί.
’” “‘是的。
ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστιν τῷ ἀιδεῖ, τὸ δὲ τῷ ὁρατῷ.
’” “‘因此,灵魂比身体更像无形的事物,而身体则更像可见的事物。
πᾶσα ἀνάγκη, ὦ Σώκρατες.
’” “‘完全正确,苏格拉底。
οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι ἢ διὰ τοῦ ὁρᾶν ἢ διὰ τοῦ ἀκούειν ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως — τοῦτο γάρ ἐστιν τὸ διὰ τοῦ σώματος, τὸ δι’ αἰσθήσεως σκοπεῖν τι — τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ εἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη;
’” “‘那么,我们先前不也说过这样的话吗:当灵魂利用身体去考察某物,无论是通过视觉、听觉还是其他某种感官——因为所谓通过身体,就是通过感官去考察某物——那时,它就会被身体拖向那些绝不保持在同样状态的事物,而它自己也会迷失、困惑、摇晃,就像喝醉了一样,因为接触了这类事物?
πάνυ γε.
’” “‘确实如此。
ὅταν δέ γε αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ ὡς συγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθ᾽ αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη·
’” “‘但是,当灵魂独立进行考察时,它就会去向那纯洁、永恒、不死、始终一如的地方,由于与它同族,只要灵魂独立、在允许的情况下,它就始终与它同在,并且停止迷失,因为接触了那类事物,它在它们周围就始终保持在同样状态。
καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται;
而灵魂的这种状态不就被称为“智慧”吗?
παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὦ Σώκρατες.
’” “‘苏格拉底,你说的完全正确,而且是真理,’他说。
ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον;
” “‘那么,结合以前的讨论和现在的谈话,你认为灵魂更像哪一类,与哪一类更同族呢?
πᾶς ἄν μοι δοκεῖ, ἦ δ’ ὅς, συγχωρῆσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου, καὶ ὁ δυσμαθέστατος, ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή.
’” “‘苏格拉底,’他说,‘从这种探究方法来看,我认为任何人,哪怕是最愚笨的人,都会同意:灵魂在所有方面,都显然比在非一如的状态中的事物更像那始终一如的事物。
τί δὲ τὸ σῶμα;
’” “‘那么身体呢? ’评论道。
τῷ ἑτέρῳ.
” “‘像另一类。 ’”

词汇与语法注释

  1. 79aκἂν — 此处是连词 `καί` 与引导可能希求法的质词 `ἄν` 发生的混同缩略(crasis),而非表示让步的 `κἄν`(即 `καὶ ἐάν` 的缩略,“即使……”)。因此,它与后面的动词 `ἅψαιο` 和 `ἴδοις` 结合,表示“你既可以触摸,也可以看见”。
  2. 79bἄλλο τι — 这是习惯表达 `ἄλλο τι ἤ`(“除了……还有别的吗?”)省略了 `ἤ` 的形式。它实际上类似于拉丁语的 `nonne`,用于引导一个期待肯定回答的反问句。在此处,它询问“在我们自身之中,除了身体是其一、灵魂是其二之外,难道还有别的吗(不,没有了)”。
  3. 79eπᾶς ἄν μοι δοκεῖ — 质词 `ἄν` 并非修饰其后紧跟的直陈式动词 `δοκεῖ`,而是修饰其后的不定过去时不定式 `συγχωρῆσαι`,共同构成可能语气(“在我看来,人人都将同意”)。在希腊语散文中,`ἄν` 常常被提前置于像 `δοκέω` 这样表示想法的主动词之前,这是一种常见的倒置(hyperbaton)现象。

引用这一段

柏拉图, 斐多篇 §79. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:79

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。