Humanitext Reader

柏拉图 · 斐多篇 §78

复合事物与理念的不可分解性

第 21 段,共 55 段 · 希腊语

内容简介

苏格拉底和凯贝斯讨论寻找消除死亡恐惧的“施咒者”,并重新开始探讨灵魂是否会消散。苏格拉底提出,被合成的事物容易被分解,而不可合成的、始终保持同一状态的本质(如理念)则绝不会改变或分解。

§78ΦΑΙΔ. πόθεν οὖν, ἔφη, ὦ Σώκρατες, τῶν τοιούτων ἀγαθὸν ἐπῳδὸν ληψόμεθα, ἐπειδὴ σύ, ἔφη, ἡμᾶς ἀπολείπεις;
斐多: “‘那么,苏格拉底,’他说,‘既然你,’他说,‘要离开我们了,我们该从哪里为这些事找到一位优秀的施咒者呢?
πολλὴ μὲν ἡ Ἑλλάς, ἔφη, ὦ Κέβης, ἐν ᾗ ἔνεισί που ἀγαθοὶ ἄνδρες, πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη, οὓς πάντας χρὴ διερευνᾶσθαι ζητοῦντας τοιοῦτον ἐπῳδόν, μήτε χρημάτων φειδομένους μήτε πόνων, ὡς οὐκ ἔστιν εἰς ὅτι ἂν εὐκαιρότερον ἀναλίσκοιτε χρήματα.
’” “‘希腊很宽广,凯贝斯,’他说,‘在其中必定有优秀的人,而且异族的部落也很多,你们必须寻遍所有人,去寻找这样的施咒者,既不吝惜钱财也不吝惜劳苦,因为没有什么事情比这更值得你们花钱的了。
ζητεῖν δὲ χρὴ καὶ αὐτοὺς μετ’ ἀλλήλων· ἴσως γὰρ ἂν οὐδὲ ῥᾳδίως εὕροιτε μᾶλλον ὑμῶν δυναμένους τοῦτο ποιεῖν.
而且你们也必须在彼此之间寻找;因为你们也许不容易找到比你们自己更能胜任这件事的人。
ἀλλὰ ταῦτα μὲν δή, ἔφη, ὑπάρξει, ὁ Κέβης·
’” “‘不过,这件事确实会照办的,’凯贝斯说。
ὅθεν δὲ ἀπελίπομεν ἐπανέλθωμεν, εἴ σοι ἡδομένῳ ἐστίν.
‘但是,如果我们回到刚才中断的地方,要是你愿意的话。
ἀλλὰ μὴν ἡδομένῳ γε· πῶς γὰρ οὐ μέλλει;
’” “‘我当然愿意;怎么会不愿意呢?
καλῶς, ἔφη, λέγεις.
’” “‘你说得对,’苏格拉底说。
οὐκοῦν τοιόνδε τι, ἦ δ’ ὃς ὁ Σωκράτης, δεῖ ἡμᾶς ἀνερέσθαι ἑαυτούς, τῷ ποίῳ τινὶ ἄρα προσήκει τοῦτο τὸ πάθος πάσχειν, τὸ διασκεδάννυσθαι, καὶ ὑπὲρ τοῦ ποίου τινὸς δεδιέναι μὴ πάθῃ αὐτό, καὶ τῷ ποίῳ τινὶ οὔ·
‘那么,我们应该问自己这样一个问题:到底什么样的事物适合遭受这种遭遇,即被消散,而对于什么样的事物,我们应该害怕它遭受这种遭遇,对于什么样的事物则不必?
καὶ μετὰ τοῦτο αὖ ἐπισκέψασθαι πότερον ψυχή ἐστιν, καὶ ἐκ τούτων θαρρεῖν ἢ δεδιέναι ὑπὲρ τῆς ἡμετέρας ψυχῆς;
在这之后,我们再反过来考察灵魂属于这两者中的哪一种,并由此来决定对我们自己的灵魂是该抱有信心还是该感到害怕?
ἀληθῆ, ἔφη, λέγεις.
’” “‘你说得对,’他说。
ἆρ’ οὖν τῷ μὲν συντεθέντι τε καὶ συνθέτῳ ὄντι φύσει προσήκει τοῦτο πάσχειν, διαιρεθῆναι ταύτῃ ᾗπερ συνετέθη· εἰ δέ τι τυγχάνει ὂν ἀσύνθετον, τούτῳ μόνῳ προσήκει μὴ πάσχειν ταῦτα, εἴπερ τῳ ἄλλῳ;
‘那么,难道不是对于被合成的、本性上是合成物的事物,才适合遭受这种遭遇,即以它被合成的同样方式被分解;而如果有什么事物碰巧是非合成的,那么只有它,如果说有什么事物能够如此的话,才适合不遭受这些遭遇吗?
δοκεῖ μοι, ἔφη, οὕτως ἔχειν, ὁ Κέβης.
’” “‘在我看来确实如此,’凯贝斯说。
οὐκοῦν ἅπερ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει, ταῦτα μάλιστα εἰκὸς εἶναι τὰ ἀσύνθετα, τὰ δὲ ἄλλοτ’ ἄλλως καὶ μηδέποτε κατὰ ταὐτά, ταῦτα δὲ σύνθετα;
” “‘那么,那些始终保持在同样状态、以同样方式存在的事物,最有可能就是非合成的,而那些时而处于这种状态、时而处于那种状态,且绝不保持在同样状态的事物,则是合成的吗?
ἔμοιγε δοκεῖ οὕτως.
’” “‘在我看来确实如此。
ἴωμεν δή, ἔφη, ἐπὶ ταὐτὰ ἐφ’ ἅπερ ἐν τῷ ἔμπροσθεν λόγῳ.
’” “‘那么,’他说,‘让我们回到我们在先前的讨论中所论及的那些事物。
αὐτὴ ἡ οὐσία ἧς λόγον δίδομεν τοῦ εἶναι καὶ ἐρωτῶντες καὶ ἀποκρινόμενοι, πότερον ὡσαύτως ἀεὶ ἔχει κατὰ ταὐτὰ ἢ ἄλλοτ’ ἄλλως;
我们在提问和回答中对其存在给予说明的那种本质本身,是始终保持在同样状态、以同样方式存在,还是时而这样时而那样?
αὐτὸ τὸ ἴσον, αὐτὸ τὸ καλόν, αὐτὸ ἕκαστον ὃ ἔστιν, τὸ ὄν, μή ποτε μεταβολὴν καὶ ἡντινοῦν ἐνδέχεται;
相等本身、美本身、每一个存在着的事物本身,即实存在,曾容许过任何改变吗?
ἢ ἀεὶ αὐτῶν ἕκαστον ὃ ἔστι, μονοειδὲς ὂν αὐτὸ καθ’ αὑτό, ὡσαύτως κατὰ ταὐτὰ ἔχει καὶ οὐδέποτε οὐδαμῇ οὐδαμῶς ἀλλοίωσιν οὐδεμίαν ἐνδέχεται;
还是它们之中的每一个存在着的事物,因其自身是单一形式的,就始终保持在同样状态和以同样方式存在,绝不在任何地方、以任何方式容许任何改变?
ὡσαύτως, ἔφη, ἀνάγκη, ὁ Κέβης, κατὰ ταὐτὰ ἔχειν, ὦ Σώκρατες.
’” “‘苏格拉底,’凯贝斯说,‘它们必然始终保持在同样状态、以同样方式存在。
τί δὲ τῶν πολλῶν καλῶν, οἷον ἀνθρώπων ἢ ἵππων ἢ ἱματίων ἢ ἄλλων ὡντινωνοῦν τοιούτων, ἢ ἴσων ἢ πάντων τῶν ἐκείνοις ὁμωνύμων;
’” “‘那么,许多美的东西,例如人、马、衣服或任何其他类似的东西,或者是相等的东西,或者是所有与那些事物同名的事物呢?
ἆρα κατὰ ταὐτὰ ἔχει, ἢ πᾶν τοὐναντίον ἐκείνοις οὔτε αὐτὰ αὑτοῖς οὔτε ἀλλήλοις οὐδέποτε ὡς ἔπος εἰπεῖν οὐδαμῶς κατὰ ταὐτά;
它们是保持在同样状态,还是与那些事物完全相反,不论是对其自身还是对彼此,都绝不保持——可以说在任何情况下都绝不保持——同样状态?
οὕτως αὖ, ἔφη ὁ Κέβης, ταῦτα·
’” “‘相反,这些事物确实如此,’凯贝斯说。
οὐδέποτε ὡσαύτως ἔχει.
‘它们绝不保持同样的状态。 ’”

词汇与语法注释

  1. ¦78a¦ὡς οὐκ ἔστιν εἰς ὅτι ἂν εὐκαιρότερον ἀναλίσκοιτε χρήματα — 连词 ὡς 引导原因从句。οὐκ ἔστιν εἰς ὅτι ἂν... 是一种双重否定的强调表达,意为“没有其他比这更……的对象”。这里的 ὅτι 是关系代词 ὅστις 的中性单数宾格(相当于 εἰς τοῦτο ὅτι 的缩约),而 ἂν ἀναλίσκοιτε(希求法加 ἄν)表示潜在可能性(“你们可以更合时宜地花钱的对象”)。
  2. ¦78b¦εἴ σοι ἡδομένῳ ἐστίν — 这是希腊语特有的惯用表达,人称代词给格(σοι)与分词给格(ἡδομένῳ)同动词 ἐστίν 连用,表示主体的意愿或偏好,意为“如果你乐意的话”。
  3. ¦78c¦εἴπερ τῳ ἄλλῳ — 这是一个惯用短语,意为“如果其他任何事物可以的话(那必定是这个事物)”。它用于强调某种性质(不遭受这些分解)以极高的确定性最适用于所讨论的特定对象(非合成物)。
  4. ¦78d¦αὐτὴ ἡ οὐσία ἧς λόγον δίδομεν τοῦ εἶναι — 冠词定语动词不定式属格 τοῦ εἶναι(关于存在/是)在此作为宾格性属格,修饰短语 λόγον δίδομεν(给予定义/说明),整句意为“我们对其存在给予说明的那个本质本身”。

引用这一段

柏拉图, 斐多篇 §78. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:78

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。