§80ΦΑΙΔ. ὅρα δὴ καὶ τῇδε ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προστάττει, τῇ δὲ ἄρχειν καὶ δεσπόζειν·
斐多: “‘你再从这个角度来看:当灵魂和身体在同一个地方时,天性命令一方去服侍并受统治,而命令另一方去统治并作主宰。
καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι καὶ πότερον τῷ θνητῷ;
从这个角度来看,你认为哪一个更像神圣的事物,哪一个更像必死的事物?
ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί τε καὶ δουλεύειν;
难道你不想,神圣的事物按其本性适合统治和引导,而必死的事物按其本性适合受统治和服侍吗?
ἔμοιγε.
’” “‘我觉得确实如此。
ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικεν;
’” “‘那么灵魂像哪一个呢?
δῆλα δή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ.
’” “‘显然,苏格拉底,灵魂像神圣的事物,而身体像必死的事物。
σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν συμβαίνει, τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχή, τῷ δὲ ἀνθρωπίνῳ καὶ θνητῷ καὶ πολυειδεῖ καὶ ἀνοήτῳ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ ταὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι σῶμα.
’” “‘那么,凯贝,’”他说,‘“看看从所说的一切中,我们是否得出这样的结论:灵魂最像那神圣、不死、理智所能把握、单一、不可分解、且对自己始终保持在一如状态的事物;而身体最像那属人、必死、多重、不可理喻、可分解、且对自己绝不保持在一如状态的事物。
ἔχομέν τι παρὰ ταῦτα ἄλλο λέγειν, ὦ φίλε Κέβης, ᾗ οὐχ οὕτως ἔχει;
关于这一点,我们还有什么别的话好说吗,亲爱的凯贝,表明情况不是这样吗?
οὐκ ἔχομεν.
”’” “‘我们没有。
τί οὖν;
’” “‘那么怎样?
τούτων οὕτως ἐχόντων ἆρ’ οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι τούτου;
既然这些情况是这样,那么身体岂不是应该迅速分解,而灵魂则应该完全不可分解,或者接近于此吗?
πῶς γὰρ οὔ;
’” “‘当然如此。
ἐννοεῖς οὖν, ἔφη, ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾧ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ᾽ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον, ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα·
’” “‘那么,’”他说,‘“你是否注意到,当人死后,他身上可见的部分,即身体,置于可见世界中,也就是我们所说的尸体,它虽然应该分解、崩溃和消散,却不会立即遭受这些命运,而是会保持相当长的时间,如果有人在身体健康美丽的状态下以及在这样的年龄去世,甚至能保持极长的时间。
συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθέν, ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον, ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἂν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα, ὅμως ὡς ἔπος εἰπεῖν ἀθάνατά ἐστιν·
因为身体如果收缩并制成木乃伊,就像在埃及制成木乃伊的人一样,几乎会完整地保持难以想象的漫长时间。 ”’ “‘而且,即使身体腐烂,身体的某些部分,骨骼、肌腱以及所有这类东西,仍然可以说是死不了的。
ἢ οὔ;
不是吗?
ναί.
’” “‘是的。
ἡ δὲ ψυχὴ ἄρα, τὸ ἀιδές, τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον γενναῖον καὶ καθαρὸν καὶ ἀιδῆ, εἰς Ἅιδου ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οἷ, ἂν θεὸς θέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι;
’” “‘那么,灵魂,这无形之物,去往另一个同样高贵、纯洁、无形的地方,即真正的哈迪斯,去往善良且智慧的神那里——如果神愿意,我的灵魂也即将去往那里——我们这具有如此本性和构造的灵魂,在脱离身体后,真的会像大多数人所说的那样,立刻被吹散、毁灭吗?
πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία, ἀλλὰ πολλῷ μᾶλλον ὧδ’ ἔχει· ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ καὶ συνηθροισμένη αὐτὴ εἰς ἑαυτήν, ἅτε μελετῶσα ἀεὶ τοῦτο — τὸ δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως·
’” “‘绝不可能,亲爱的凯贝和西米亚,恰恰相反,情况更像这样:如果灵魂在解脱时是纯洁的,没有带走任何身体的杂质,因为一生中它从未自愿与身体沟通,而是躲避它,并将自身凝聚于自身,因为它一直在练习这一点——而这无非是正确地从事哲学,真正地练习轻松地死去。
ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου;
或者说,这不就是死亡的练习吗? ’”