Humanitext Reader

柏拉图 · 斐多篇 §69

以智慧为本的真正美德与自辩的结语

第 12 段,共 55 段 · 希腊语

内容简介

苏格拉底将以智慧为唯一正确货币的真正美德,与仅基于计算快乐和痛苦的世俗美德进行对比,并以坚信死后将前往神明和优秀主人身边来结束他的自辩。

§69ΦΑΙΔ. καίτοι καλοῦσί γε ἀκολασίαν τὸ ὑπὸ τῶν ἡδονῶν ἄρχεσθαι, ἀλλ’ ὅμως συμβαίνει αὐτοῖς κρατουμένοις ὑφ᾽ ἡδονῶν κρατεῖν ἄλλων ἡδονῶν.
斐多:然而,人们确实把受快乐支配称为放纵,但他们身上却同样发生着:在被快乐支配的同时,又支配着其他的快乐。
τοῦτο δ’ ὅμοιόν ἐστιν ᾧ νυνδὴ ἐλέγετο, τῷ τρόπον τινὰ δι’ ἀκολασίαν αὐτοὺς σεσωφρονίσθαι.
这与刚才所说的情况相似,即他们在某种程度上是因为放纵而变得节制。
ἔοικε γάρ.
似乎是这样。
ὦ μακάριε Σιμμία, μὴ γὰρ οὐχ αὕτη ᾖ ἡ ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσθαι, μείζω πρὸς ἐλάττω ὥσπερ νομίσματα, ἀλλ’ ᾖ ἐκεῖνο μόνον τὸ νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάττεσθαι, φρόνησις, καὶ μετὰ τούτου τῷ ὄντι ᾖ καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληθὴς ἀρετή, μετὰ φρονήσεως, καὶ προσγιγνομένων καὶ ἀπογιγνομένων καὶ ἡδονῶν καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων·
亲爱的西米亚斯,我担心这并不是通往美德的正确交换,即把快乐换成快乐,痛苦换成痛苦,恐惧换成恐惧,像货币一样用大的换小的;相反,唯有智慧才是唯一正确的货币,用它可以交换所有这些,并且伴随着它,才确实有真正的勇敢、节制、正义,总之是真正的美德,它是伴随着智慧的,无论快乐、恐惧和所有其他此类事物是增加还是减少。
χωριζόμενα δὲ φρονήσεως ἀλλαττόμενα ἀντὶ ἀλλήλων μὴ σκιαγραφία τις ᾖ ἡ τοιαύτη ἀρετὴ καὶ τῷ ὄντι ἀνδραποδώδης τε καὶ οὐδὲν ὑγιὲς οὐδ’ ἀληθὲς ἔχῃ, τὸ δ’ ἀληθὲς τῷ ὄντι ᾖ κάθαρσίς τις τῶν τοιούτων πάντων καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ ἀνδρεία, καὶ αὐτὴ ἡ φρόνησις μὴ καθαρμός τις ᾖ.
但是,如果与智慧分离,只是彼此之间互相交换,我担心这样的美德只是一种影子画,实际上是奴性的,没有任何健全或真实的地方;而真正的美德实际上是对所有这些事物的一种净化,而节制、正义、勇敢,甚至智慧本身,就是一种清净。
καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοί τινες εἶναι, ἀλλὰ τῷ ὄντι πάλαι αἰνίττεσθαι ὅτι ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται ἐν βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει.
那些为我们创立秘仪的人似乎并不是微不足道的人,而是实际上早就暗示过:凡是未入会、未圆满而到达冥府的人,都将躺在泥沼中;而那些经过净化和圆满、到达那里的人,将与神明同住。
εἰσὶν γὰρ δή, φασιν οἱ περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοί, βάκχοι δέ τε παῦροι·
因为正如那些参与秘仪的人所说: ‘持杖者虽多,真行者却少。
οὗτοι δ’ εἰσὶν κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθῶς.
’ 而在我看来,后者不外乎是那些正确践行哲学的人。
ὧν δὴ καὶ ἐγὼ κατά γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ ἀλλὰ παντὶ τρόπῳ προυθυμήθην γενέσθαι·
为了成为他们中的一员,我也在生活中尽我所能,不遗余力,以各种方式热切渴望。
εἰ δ’ ὀρθῶς προυθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς εἰσόμεθα, ἂν θεὸς ἐθέλῃ, ὀλίγον ὕστερον, ὡς ἐμοὶ δοκεῖ.
至于我的热切渴望是否正确,我们是否取得了什么成就,等我们到了那里,如果神愿意,过一会儿我们就会清楚知道,在我看来是这样的。
ταῦτ’ οὖν ἐγώ, ἔφη, ὦ Σιμμία τε καὶ Κέβης, ἀπολογοῦμαι, ὡς εἰκότως ὑμᾶς τε ἀπολείπων καὶ τοὺς ἐνθάδε δεσπότας οὐ χαλεπῶς φέρω οὐδ’ ἀγανακτῶ, ἡγούμενος κἀκεῖ οὐδὲν ἧττον ἢ ἐνθάδε δεσπόταις τε ἀγαθοῖς ἐντεύξεσθαι καὶ ἑταίροις·
因此,西米亚斯和凯贝斯,”他说,“这就是我的辩解,说明为什么我离开你们和这里的诸位主人,并不会感到痛苦或愤慨,因为我相信在冥府我也同样会遇到好的主人和朋友。
· εἴ τι οὖν ὑμῖν πιθανώτερός εἰμι ἐν τῇ ἀπολογίᾳ ἢ τοῖς Ἀθηναίων δικασταῖς, εὖ ἂν ἔχοι.
因此,如果我在这次辩解中对你们比对雅典的法官更有说服力,那就太好了。 ”

词汇与语法注释

  1. 69aμὴ γὰρ οὐχ αὕτη ᾖ — 表达担忧或委婉断定的“μὴ (οὐ) + 虚拟语气”句式。此处由于带有否定词 οὐ,表示“我担心这恐怕不是……”或“这也许不是……”。
  2. 69dὧν — 关系代词的属格形式,其先行词为前文的“οἱ πεφιλοσοφηκότες ὀρθῶς”(正确践行哲学的人)。该属格作为其后不定式“γενέσθαι”(成为……的一员)的补足语。

引用这一段

柏拉图, 斐多篇 §69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。