§68ΦΑΙΔ. εἰ γὰρ διαβέβληνται μὲν πανταχῇ τῷ σώματι, αὐτὴν δὲ καθ’ αὑτὴν ἐπιθυμοῦσι τὴν ψυχὴν ἔχειν, τούτου δὲ γιγνομένου εἰ φοβοῖντο καὶ ἀγανακτοῖεν, οὐ πολλὴ ἂν ἀλογία εἴη, εἰ μὴ ἅσμενοι ἐκεῖσε ἴοιεν, οἷ ἀφικομένοις ἐλπίς ἐστιν οὗ διὰ βίου ἤρων τυχεῖν — ἤρων δὲ φρονήσεως — ᾧ τε διεβέβληντο, τούτου ἀπηλλάχθαι συνόντος αὐτοῖς;
斐多:因为如果他们处处与身体为敌,并且渴望让灵魂自身独立存在,那么当这件事发生时,他们如果害怕和愤慨,而不能欣然前往那个地方,这难道不是极大的荒谬吗? 在那个地方,对于到达的人来说,有望获得他们终生所热爱的——而他们所热爱的是智慧——并且得以摆脱那个与他们为敌且曾与他们同在的东西。
ἢ ἀνθρωπίνων μὲν παιδικῶν καὶ γυναικῶν καὶ ὑέων ἀποθανόντων πολλοὶ δὴ ἑκόντες ἠθέλησαν εἰς Ἅιδου μετελθεῖν, ὑπὸ ταύτης ἀγόμενοι τῆς ἐλπίδος, τῆς τοῦ ὄψεσθαί τε ἐκεῖ ὧν ἐπεθύμουν καὶ συνέσεσθαι· φρονήσεως δὲ ἄρα τις τῷ ὄντι ἐρῶν, καὶ λαβὼν σφόδρα τὴν αὐτὴν ταύτην ἐλπίδα, μηδαμοῦ ἄλλοθι ἐντεύξεσθαι αὐτῇ ἀξίως λόγου ἢ ἐν Ἅιδου, ἀγανακτήσει τε ἀποθνῄσκων καὶ οὐχ ἅσμενος εἶσιν αὐτόσε;
或者,在凡俗的情人、妻子和儿子死去时,确实有许多人自愿前往冥府,被这个希望所引导,即希望在冥府看到他们所渴望的人并与他们在一起;而一个真正热爱智慧、并同样坚定地怀有这种希望——即在冥府之外的任何地方都无法以值得称道的方式获得智慧——的人,却会在死时愤慨,并且不欣然前往那里吗?
οἴεσθαί γε χρή, ἐὰν τῷ ὄντι γε ᾖ, ὦ ἑταῖρε, φιλόσοφος· σφόδρα γὰρ αὐτῷ ταῦτα δόξει, μηδαμοῦ ἄλλοθι καθαρῶς ἐντεύξεσθαι φρονήσει ἀλλ’ ἢ ἐκεῖ.
我的朋友,如果他确实是一个哲学家,就必须这样认为;因为他会坚定地相信,除了在那里之外,在任何地方都不可能纯粹地获得智慧。
εἰ δὲ τοῦτο οὕτως ἔχει, ὅπερ ἄρτι ἔλεγον, οὐ πολλὴ ἂν ἀλογία εἴη εἰ φοβοῖτο τὸν θάνατον ὁ τοιοῦτος;
如果这是真的,正如我刚才所说的,这样的人如果害怕死亡,难道不是极大的荒谬吗?
πολλὴ μέντοι νὴ Δία, ἦ δ’ ὅς.
”“靠宙斯起誓,确实是极大的荒谬,”他说。
οὐκοῦν ἱκανόν σοι τεκμήριον, ἔφη, τοῦτο ἀνδρός, ὃν ἂν ἴδῃς ἀγανακτοῦντα μέλλοντα ἀποθανεῖσθαι, ὅτι οὐκ ἄρ᾽ ἦν φιλόσοφος ἀλλά τις φιλοσώματος;
“那么,”苏格安德说,“如果你看到一个人在将死时感到愤慨,这对于你来说不就足以证明他其实不是一个哲学家,而是一个爱身体的人吗?
ὁ αὐτὸς δέ που οὗτος τυγχάνει ὢν καὶ φιλοχρήματος καὶ φιλότιμος, ἤτοι τὰ ἕτερα τούτων ἢ ἀμφότερα.
而这个同样的人,我想,大概也恰好是一个既爱钱财又爱名誉的人,或者是这两者之一,或者两者皆是。
πάνυ, ἔφη, ἔχει οὕτως ὡς λέγεις.
”“完全像你所说的那样,”他说。
ἆρ’ οὖν, ἔφη, ὦ Σιμμία, οὐ καὶ ἡ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω διακειμένοις μάλιστα προσήκει;
“那么,西米亚斯,”他说,“那被称为‘勇敢’的品质,不也最属于这些如此行事的人吗?
πάντως δήπου, ἔφη.
”“当然是这样,”他说。
οὐκοῦν καὶ ἡ σωφροσύνη, ἣν καὶ οἱ πολλοὶ ὀνομάζουσι σωφροσύνην, τὸ περὶ τὰς ἐπιθυμίας μὴ ἐπτοῆσθαι ἀλλ’ ὀλιγώρως ἔχειν καὶ κοσμίως, ἆρ’ οὐ τούτοις μόνοις προσήκει, τοῖς μάλιστα τοῦ σώματος ὀλιγωροῦσίν τε καὶ ἐν φιλοσοφίᾳ ζῶσιν;
“而那甚至普通人也称之为‘节制’的品质,即不被欲望所动摇,而是轻视它们并保持秩序,不也只属于这些最轻视身体、并在哲学中生活的人吗?
ἀνάγκη, ἔφη.
” “必然如此,”他说。
εἰ γὰρ ἐθέλεις, ἦ δ’ ὅς, ἐννοῆσαι τήν γε τῶν ἄλλων ἀνδρείαν τε καὶ σωφροσύνην, δόξει σοι εἶναι ἄτοπος.
“因为如果你愿意,”他说,“去考虑其他人的勇敢和节制,它们在你看来会是奇特的。
πῶς δή, ὦ Σώκρατες;
”“怎么会这样呢,苏格拉底?
οἶσθα, ἦ δ’ ὅς, ὅτι τὸν θάνατον ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων κακῶν;
”“你知道吗,”他说,“其他所有人都把死亡视为巨大的恶之一?
καὶ μάλ᾽, ἔφη.
”“非常对,”他说。
οὐκοῦν φόβῳ μειζόνων κακῶν ὑπομένουσιν αὐτῶν οἱ ἀνδρεῖοι τὸν θάνατον, ὅταν ὑπομένωσιν;
“那么,他们中的勇敢者在忍受死亡时,难道不是因为害怕更大的恶才去忍受的吗?
ἔστι ταῦτα.
”“是这样。
τῷ δεδιέναι ἄρα καὶ δέει ἀνδρεῖοί εἰσι πάντες πλὴν οἱ φιλόσοφοι· καίτοι ἄλογόν γε δέει τινὰ καὶ δειλίᾳ ἀνδρεῖον εἶναι.
”“因此,除了哲学家之外,所有人都是因为害怕和恐惧才变得勇敢的;然而,因为恐惧和胆怯而变得勇敢,这确实是荒谬的。
πάνυ μὲν οὖν.
” “完全如此。
τί δὲ οἱ κόσμιοι αὐτῶν;
”“那么,他们中那些规矩的人呢?
οὐ ταὐτὸν τοῦτο πεπόνθασιν·
他们难道不也经历着同样的事情吗?
ἀκολασίᾳ τινὶ σώφρονές εἰσιν;
他们是因为某种放纵而保持节制吗?
καίτοι φαμέν γε ἀδύνατον εἶναι, ἀλλ’ ὅμως αὐτοῖς συμβαίνει τούτῳ ὅμοιον τὸ πάθος τὸ περὶ ταύτην τὴν εὐήθη σωφροσύνην· φοβούμενοι γὰρ ἑτέρων ἡδονῶν στερηθῆναι καὶ ἐπιθυμοῦντες ἐκείνων, ἄλλων ἀπέχονται ὑπ’ ἄλλων κρατούμενοι.
虽然我们说这是不可能的,但在这愚蠢的节制上,他们确实发生了类似于此的状态;因为他们害怕失去其他的快乐,又渴望那些快乐,所以他们被某些快乐所支配,同时又克制着另外一些快乐。