§67ΦΑΙΔ.
εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστιν κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασιν·
斐多: “因为如果与身体在一起就不可能纯粹地认识任何事物,那么只有两种可能之一:要么在任何地方都不可能获得知识,要么只有在死后才可能。
τότε γὰρ αὐτὴ καθ’ αὑτὴν ἡ ψυχὴ ἔσται χωρὶς τοῦ σώματος, πρότερον δ’ οὔ.
因为只有到那时,灵魂自身才会独立于身体之外而存在,而在那之前则不然。
καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπ’ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς·
在我们活着的时候,正如看起来的那样,我们只有这样才会最接近知识:如果我们尽可能不与身体交往,不与它发生联系——除非有绝对的必要——并且不被它的天性所感染,而是保持我们自身脱离它而纯洁,直到神亲自释放我们。
καὶ οὕτω μὲν καθαροὶ ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκὸς μετὰ τοιούτων τε ἐσόμεθα καὶ γνωσόμεθα δι’ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινές, τοῦτο δ’ ἐστὶν ἴσως τὸ ἀληθές· μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.
这样,当我们纯洁地摆脱了身体的愚蠢,我们很可能会与同样纯洁者在一起,并且通过我们自己认识一切纯洁的事物,这或许就是真理;因为不纯洁的人去触碰纯洁的东西,恐怕是不合神圣律法的。
τοιαῦτα οἶμαι, ὦ Σιμμία, ἀναγκαῖον εἶναι πρὸς ἀλλήλους λέγειν τε καὶ δοξάζειν πάντας τοὺς ὀρθῶς φιλομαθεῖς.
西米亚斯,我想,所有正确地爱智的人都必然会对彼此说出并相信这样的话。
ἢ οὐ δοκεῖ σοι οὕτως;
难道你认为不是这样吗?
παντός γε μᾶλλον, ὦ Σώκρατες.
” “绝对是这样,苏格拉底。
οὐκοῦν, ἔφη ὁ Σωκράτης, εἰ ταῦτα ἀληθῆ, ὦ ἑταῖρε, πολλὴ ἐλπὶς ἀφικομένῳ οἷ ἐγὼ πορεύομαι, ἐκεῖ ἱκανῶς, εἴπερ που ἄλλοθι, κτήσασθαι τοῦτο οὗ ἕνεκα ἡ πολλὴ πραγματεία ἡμῖν ἐν τῷ παρελθόντι βίῳ γέγονεν, ὥστε ἥ γε ἀποδημία ἡ νῦν μοι προστεταγμένη μετὰ ἀγαθῆς ἐλπίδος γίγνεται καὶ ἄλλῳ ἀνδρὶ ὃς ἡγεῖταί οἱ παρεσκευάσθαι τὴν διάνοιαν ὥσπερ κεκαθαρμένην.
” 苏格拉底说:“那么,朋友,如果这是真的,那么当我到达我所前往的地方时,我就有极大的希望在那里充分地获得我们过去一生中为此付出巨大努力的东西。 因此,现在托付给我的这次旅程,是怀着美好的希望进行的,对于任何一个相信自己的理智已经做好了准备、仿佛已经得到净化的人来说,也是如此。
πάνυ μὲν οὖν, ἔφη ὁ Σιμμίας.
” 西米亚斯说:“确实非常对。
κάθαρσις δὲ εἶναι ἆρα οὐ τοῦτο συμβαίνει, ὅπερ πάλαι ἐν τῷ λόγῳ λέγεται, τὸ χωρίζειν ὅτι μάλιστα ἀπὸ τοῦ σώματος τὴν ψυχὴν καὶ ἐθίσαι αὐτὴν καθ’ αὑτὴν πανταχόθεν ἐκ τοῦ σώματος συναγείρεσθαί τε καὶ ἁθροίζεσθαι, καὶ οἰκεῖν κατὰ τὸ δυνατὸν καὶ ἐν τῷ νῦν παρόντι καὶ ἐν τῷ ἔπειτα μόνην καθ’ αὑτήν, ἐκλυομένην ὥσπερ δεσμῶν ἐκ τοῦ σώματος;
” “而净化不正是指这一点吗? 即我们在论证中早就说过的,尽可能将灵魂与身体分离,并习惯于让它从身体的各个部分自我聚拢和集中起来,并且在当前和今后都尽可能地让它脱离身体(仿佛脱离锁链一般),独自依靠自身存在?
πάνυ μὲν οὖν, ἔφη.
” “确实非常对,”他说。
οὐκοῦν τοῦτό γε θάνατος ὀνομάζεται, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος;
“那么,这不就被称为‘死’,即灵魂与身体的释放和分离吗?
παντάπασί γε, ἦ δ’ ὅς.
” “完全是这样,”他说。
λύειν δέ γε αὐτήν, ὥς φαμεν, προθυμοῦνται ἀεὶ μάλιστα καὶ μόνοι οἱ φιλοσοφοῦντες ὀρθῶς, καὶ τὸ μελέτημα αὐτὸ τοῦτό ἐστιν τῶν φιλοσόφων, λύσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος·
“而正如我们所说,只有那些正确研究哲学的人,才总是最渴望、也只有他们才会致力于去释放它;而哲学家的修行本身不正是这个,即灵魂与身体的释放和分离吗?
ἢ οὔ;
难道不是吗?
φαίνεται.
” “看起来是这样。
οὐκοῦν, ὅπερ ἐν ἀρχῇ ἔλεγον, γελοῖον ἂν εἴη ἄνδρα παρασκευάζονθ’ ἑαυτὸν ἐν τῷ βίῳ ὅτι ἐγγυτάτω ὄντα τοῦ τεθνάναι οὕτω ζῆν, κἄπειθ’ ἥκοντος αὐτῷ τούτου ἀγανακτεῖν;
” “那么,正如我开头所说的,如果一个人在一生中让自己做好准备,尽可能接近死亡的状态去生活,然后当死亡真正来临时却感到愤慨,这难道不显得可笑吗?
γελοῖον· πῶς δ’ οὔ;
” “确实可笑,怎么会不呢?
τῷ ὄντι ἄρα, ἔφη, ὦ Σιμμία, οἱ ὀρθῶς φιλοσοφοῦντες ἀποθνῄσκειν μελετῶσι, καὶ τὸ τεθνάναι ἥκιστα αὐτοῖς ἀνθρώπων φοβερόν.
” 苏格拉底说:“因此,西米亚斯,事实上,正确研究哲学的人是在练习死亡,而死亡对他们来说是所有人中最不可怕的。
ἐκ τῶνδε δὲ σκόπει.
从以下几点来思考吧。 ”