§117ΦΑΙΔ. καὶ ὁ Σωκράτης, εἰκότως γε, ἔφη, ὦ Κρίτων, ἐκεῖνοί τε ταῦτα ποιοῦσιν, οὓς σὺ λέγεις — οἴονται γὰρ κερδαίνειν ταῦτα ποιήσαντες — καὶ ἔγωγε ταῦτα εἰκότως οὐ ποιήσω·
斐多:苏格拉底说:“这是很自然的,克力同。 你说的那些人这样做——因为他们以为这样做能占便宜——而我这样做也是很自然的。
οὐδὲν γὰρ οἶμαι κερδανεῖν ὀλίγον ὕστερον πιὼν ἄλλο γε ἢ γέλωτα ὀφλήσειν παρ᾽ ἐμαυτῷ, γλιχόμενος τοῦ ζῆν καὶ φειδόμενος οὐδενὸς ἔτι ἐνόντος.
因为我认为,稍微晚一点喝,除了在自己眼里落得个可笑的下场——贪恋生命、吝惜那已经所剩无几的东西之外,我得不到任何好处。
ἀλλ’ ἴθι, ἔφη, πείθου καὶ μὴ ἄλλως ποίει.
来吧,”他说,“听我的,不要再固执了。
καὶ ὁ Κρίτων ἀκούσας ἔνευσε τῷ παιδὶ πλησίον ἑστῶτι.
” 克力同听了这话,向站在身旁的童仆示意。
καὶ ὁ παῖς ἐξελθὼν καὶ συχνὸν χρόνον διατρίψας ἧκεν ἄγων τὸν μέλλοντα δώσειν τὸ φάρμακον, ἐν κύλικι φέροντα τετριμμένον.
童仆走了出去,过了好一阵子,带着那个将要给药的人回来,那人手里拿着一只杯子,里面盛着研磨好的毒药。
ἰδὼν δὲ ὁ Σωκράτης τὸν ἄνθρωπον, εἶεν, ἔφη, ὦ βέλτιστε, σὺ γὰρ τούτων ἐπιστήμων, τί χρὴ ποιεῖν;
苏格拉底看到那个人,说:“好吧,我的好朋友,你对这些事情有经验,我该怎么做呢?
οὐδὲν ἄλλο, ἔφη, ἢ πιόντα περιιέναι, ἕως ἄν σου βάρος ἐν τοῖς σκέλεσι γένηται, ἔπειτα κατακεῖσθαι· καὶ οὕτως αὐτὸ ποιήσει.
”“没别的,”他说,“喝下去之后四处走走,直到双腿感到沉重,然后躺下;这样药力就会自然发挥作用。
καὶ ἅμα ὤρεξε τὴν κύλικα τῷ Σωκράτει.
”同时,他把杯子递给了苏格拉底。
καὶ ὃς λαβὼν καὶ μάλα ἵλεως, ὦ Ἐχέκρατες, οὐδὲν τρέσας οὐδὲ διαφθείρας οὔτε τοῦ χρώματος οὔτε τοῦ προσώπου, ἀλλ’ ὥσπερ εἰώθει ταυρηδὸν ὑποβλέψας πρὸς τὸν ἄνθρωπον, τί λέγεις, ἔφη, περὶ τοῦδε τοῦ πώματος πρὸς τὸ ἀποσπεῖσαί τινι;
他接过去,非常安详,埃克克拉底,他毫无战栗,脸色和表情也没有任何改变,而是像平时那样,像公牛般瞪着那个人说:“关于用这杯饮料向某神献祭一事,你怎么看?
ἔξεστιν ἢ οὔ;
可以还是不可以?
τοσοῦτον, ἔφη, ὦ Σώκρατες, τρίβομεν ὅσον οἰόμεθα μέτριον εἶναι πιεῖν.
”“苏格拉底,”那人说,“我们研磨的量,正好是我们认为适于饮用的分量。
μανθάνω, ἦ δ’ ὅς· ἀλλ’ εὔχεσθαί γέ που τοῖς θεοῖς ἔξεστί τε καὶ χρή, τὴν μετοίκησιν τὴν ἐνθένδε ἐκεῖσε εὐτυχῆ γενέσθαι·
” “我懂了,”他说,“但至少,向神明祈祷从这里到那里的迁徙能获得好运,这不仅是允许的,也是应该的。
ἃ δὴ καὶ ἐγὼ εὔχομαί τε καὶ γένοιτο ταύτῃ.
这正是我的祈祷,愿事情如愿成就!
καὶ ἅμ’ εἰπὼν ταῦτα ἐπισχόμενος καὶ μάλα εὐχερῶς καὶ εὐκόλως ἐξέπιεν.
”他一边说着,一边端起杯子,非常轻松坦然地一饮而尽。
καὶ ἡμῶν οἱ πολλοὶ τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν κατέχειν τὸ μὴ δακρύειν, ὡς δὲ εἴδομεν πίνοντά τε καὶ πεπωκότα, οὐκέτι, ἀλλ’ ἐμοῦ γε βίᾳ καὶ αὐτοῦ ἀστακτὶ ἐχώρει τὰ δάκρυα, ὥστε ἐγκαλυψάμενος ἀπέκλαον ἐμαυτόν — οὐ γὰρ δὴ ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην, οἵου ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην.
我们中的大多数人在此之前还能勉强控制住不哭出来,但当我们看到他正在喝以及已经喝完时,再也忍不住了。 哪怕我极力克制,泪水依然夺眶而出。 于是我遮住脸,为我自己哭泣——我绝不是为他哭泣,而是为我自己的命运,因为我失去了这样一位伟大的朋友。
ὁ δὲ Κρίτων ἔτι πρότερος ἐμοῦ, ἐπειδὴ οὐχ οἷός τ’ ἦν κατέχειν τὰ δάκρυα, ἐξανέστη.
克力同甚至比我更早,因为忍不住泪水而站起身来走开了。
Ἀπολλόδωρος δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο δακρύων, καὶ δὴ καὶ τότε ἀναβρυχησάμενος κλάων καὶ ἀγανακτῶν οὐδένα ὅντινα οὐ κατέκλασε τῶν παρόντων πλήν γε αὐτοῦ Σωκράτους.
而阿波罗多洛,在之前的时间里就一直在流泪,这时更是放声大哭,他的哭泣和悲伤让在场的所有人都为之崩溃,唯独除了苏格拉底自己。
ἐκεῖνος δέ, οἷα, ἔφη, ποιεῖτε, ὦ θαυμάσιοι.
他说:“奇妙的人们啊,你们这是在做什么?
ἐγὼ μέντοι οὐχ ἥκιστα τούτου ἕνεκα τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ τοιαῦτα πλημμελοῖεν·
我把妇女们打发走,很大程度上就是为了这个原因,免得她们做出这种失礼的事。
καὶ γὰρ ἀκήκοα ὅτι ἐν εὐφημίᾳ χρὴ τελευτᾶν.
因为我听说,人应该在宁静与祥和中死去。
ἀλλ’ ἡσυχίαν τε ἄγετε καὶ καρτερεῖτε. καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν τε καὶ ἐπέσχομεν τοῦ δακρύειν.
所以,请保持安静,坚强一些。
ὁ δὲ περιελθών, ἐπειδή οἱ βαρύνεσθαι ἔφη τὰ σκέλη, κατεκλίνη ὕπτιος — οὕτω γὰρ ἐκέλευεν ὁ ἄνθρωπος — καὶ ἅμα ἐφαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς τὸ φάρμακον, διαλιπὼν χρόνον ἐπεσκόπει τοὺς πόδας καὶ τὰ σκέλη, κἄπειτα σφόδρα πιέσας αὐτοῦ τὸν πόδα ἤρετο εἰ αἰσθάνοιτο, ὁ δ’ οὐκ ἔφη.
” 我们听了这话,感到羞愧,便止住了泪水。
§118ΦΑΙΔ. καὶ μετὰ τοῦτο αὖθις τὰς κνήμας· καὶ ἐπανιὼν οὕτως ἡμῖν ἐπεδείκνυτο ὅτι ψύχοιτό τε καὶ πήγνυτο.
他走动了一会儿,当他说双腿感到沉重时,便仰面躺下——因为那人就是这样嘱咐的——同时,那个给药的人摸着他,隔了一会儿,检查他的双脚和双腿,接着用力捏了捏他的脚,问他是否有感觉,他说没有。
καὶ αὐτὸς ἥπτετο καὶ εἶπεν ὅτι, ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται αὐτῷ, τότε οἰχήσεται.
斐多:在此之后,他又捏了捏小腿;就这样一节节往上,向我们展示他的身体正在变冷和僵硬。
ἤδη οὖν σχεδόν τι αὐτοῦ ἦν τὰ περὶ τὸ ἦτρον ψυχόμενα, καὶ ἐκκαλυψάμενος — ἐνεκεκάλυπτο γάρ — εἶπεν — ὃ δὴ τελευταῖον ἐφθέγξατο —
ὦ Κρίτων, ἔφη, τῷ Ἀσκληπιῷ ὀφείλομεν ἀλεκτρυόνα·
苏格拉底自己也摸了摸,并说,当冷意到达他的心脏时,他就要离去了。
ἀλλὰ ἀπόδοτε καὶ μὴ ἀμελήσητε.
这时,小腹以下的地方差不多都已经变冷了,他揭开蒙着脸的衣服——因为他先前把头蒙起来了——说了话,这也是他最后的声音:“克力同,”他说,“我们还欠阿斯克勒庇俄斯一只公鸡。
ἀλλὰ ταῦτα, ἔφη, ἔσται, ὁ Κρίτων·
请把它还上,千万不要忘记。
ἀλλ᾽ ὅρα εἴ τι ἄλλο λέγεις.
” “这事一定会办妥的,”克力同说,“但看看你还有没有别的话要说。
ταῦτα ἐρομένου αὐτοῦ οὐδὲν ἔτι ἀπεκρίνατο, ἀλλ’ ὀλίγον χρόνον διαλιπὼν ἐκινήθη τε καὶ ὁ ἄνθρωπος ἐξεκάλυψεν αὐτόν, καὶ ὃς τὰ ὄμματα ἔστησεν·
”对于这个提问,他没有再作回答,而是隔了不一会儿,身体动了一下,那人揭开衣服,他的双眼已经凝视不动了。
ἰδὼν δὲ ὁ Κρίτων συνέλαβε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς.
克力同看到后,合上了他的嘴巴和眼睛。
ἥδε ἡ τελευτή, ὦ Ἐχέκρατες, τοῦ ἑταίρου ἡμῖν ἐγένετο, ἀνδρός, ὡς ἡμεῖς φαῖμεν ἄν, τῶν τότε ὧν ἐπειράθημεν ἀρίστου καὶ ἄλλως φρονιμωτάτου καὶ δικαιοτάτου.
埃克克拉底,这就是我们朋友的结局,正如我们所说,在当时我们所结识的人当中,他是最好的,此外也是最智慧、最公正的人。