- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:117-118
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
ソクラテスは毒薬を毅然とした態度で飲み干し、取り乱す弟子たちを静かに諌める。アスクレピオスへの感謝をクリトンに遺言として託し、ソクラテスは最期の瞬間を迎える。
ΦΑΙΔ. καὶ ὁ Σωκράτης, εἰκότως γε, ἔφη, ὦ Κρίτων, ἐκεῖνοί τε ταῦτα ποιοῦσιν, οὓς σὺ λέγεις — οἴονται γὰρ κερδαίνειν ταῦτα ποιήσαντες — καὶ ἔγωγε ταῦτα εἰκότως οὐ ποιήσω· οὐδὲν γὰρ οἶμαι κερδανεῖν ὀλίγον ὕστερον πιὼν ἄλλο γε ἢ γέλωτα ὀφλήσειν παρ᾽ ἐμαυτῷ, γλιχόμενος τοῦ ζῆν καὶ φειδόμενος οὐδενὸς ἔτι ἐνόντος.1 ἀλλ’ ἴθι, ἔφη, πείθου καὶ μὴ ἄλλως ποίει. καὶ ὁ Κρίτων ἀκούσας ἔνευσε τῷ παιδὶ πλησίον ἑστῶτι. καὶ ὁ παῖς ἐξελθὼν καὶ συχνὸν χρόνον διατρίψας ἧκεν ἄγων τὸν μέλλοντα δώσειν τὸ φάρμακον, ἐν κύλικι φέροντα τετριμμένον. ἰδὼν δὲ ὁ Σωκράτης τὸν ἄνθρωπον, εἶεν, ἔφη, ὦ βέλτιστε, σὺ γὰρ τούτων ἐπιστήμων, τί χρὴ ποιεῖν; οὐδὲν ἄλλο, ἔφη, ἢ πιόντα περιιέναι, ἕως ἄν σου βάρος ἐν τοῖς σκέλεσι γένηται, ἔπειτα κατακεῖσθαι· καὶ οὕτως αὐτὸ ποιήσει. καὶ ἅμα ὤρεξε τὴν κύλικα τῷ Σωκράτει. καὶ ὃς λαβὼν καὶ μάλα ἵλεως, ὦ Ἐχέκρατες, οὐδὲν τρέσας οὐδὲ διαφθείρας οὔτε τοῦ χρώματος οὔτε τοῦ προσώπου, ἀλλ’ ὥσπερ εἰώθει ταυρηδὸν ὑποβλέψας πρὸς τὸν ἄνθρωπον, τί λέγεις, ἔφη, περὶ τοῦδε τοῦ πώματος πρὸς τὸ ἀποσπεῖσαί τινι;2 ἔξεστιν ἢ οὔ; τοσοῦτον, ἔφη, ὦ Σώκρατες, τρίβομεν ὅσον οἰόμεθα μέτριον εἶναι πιεῖν. μανθάνω, ἦ δ’ ὅς· ἀλλ’ εὔχεσθαί γέ που τοῖς θεοῖς ἔξεστί τε καὶ χρή, τὴν μετοίκησιν τὴν ἐνθένδε ἐκεῖσε εὐτυχῆ γενέσθαι· ἃ δὴ καὶ ἐγὼ εὔχομαί τε καὶ γένοιτο ταύτῃ. καὶ ἅμ’ εἰπὼν ταῦτα ἐπισχόμενος καὶ μάλα εὐχερῶς καὶ εὐκόλως ἐξέπιεν. καὶ ἡμῶν οἱ πολλοὶ τέως μὲν ἐπιεικῶς οἷοί τε ἦσαν κατέχειν τὸ μὴ δακρύειν, ὡς δὲ εἴδομεν πίνοντά τε καὶ πεπωκότα, οὐκέτι, ἀλλ’ ἐμοῦ γε βίᾳ καὶ αὐτοῦ ἀστακτὶ ἐχώρει τὰ δάκρυα, ὥστε ἐγκαλυψάμενος ἀπέκλαον ἐμαυτόν — οὐ γὰρ δὴ ἐκεῖνόν γε, ἀλλὰ τὴν ἐμαυτοῦ τύχην, οἵου ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην.3 ὁ δὲ Κρίτων ἔτι πρότερος ἐμοῦ, ἐπειδὴ οὐχ οἷός τ’ ἦν κατέχειν τὰ δάκρυα, ἐξανέστη. Ἀπολλόδωρος δὲ καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ οὐδὲν ἐπαύετο δακρύων, καὶ δὴ καὶ τότε ἀναβρυχησάμενος κλάων καὶ ἀγανακτῶν οὐδένα ὅντινα οὐ κατέκλασε τῶν παρόντων πλήν γε αὐτοῦ Σωκράτους. ἐκεῖνος δέ, οἷα, ἔφη, ποιεῖτε, ὦ θαυμάσιοι. ἐγὼ μέντοι οὐχ ἥκιστα τούτου ἕνεκα τὰς γυναῖκας ἀπέπεμψα, ἵνα μὴ τοιαῦτα πλημμελοῖεν· καὶ γὰρ ἀκήκοα ὅτι ἐν εὐφημίᾳ χρὴ τελευτᾶν. ἀλλ’ ἡσυχίαν τε ἄγετε καὶ καρτερεῖτε. καὶ ἡμεῖς ἀκούσαντες ᾐσχύνθημέν τε καὶ ἐπέσχομεν τοῦ δακρύειν. ὁ δὲ περιελθών, ἐπειδή οἱ βαρύνεσθαι ἔφη τὰ σκέλη, κατεκλίνη ὕπτιος — οὕτω γὰρ ἐκέλευεν ὁ ἄνθρωπος — καὶ ἅμα ἐφαπτόμενος αὐτοῦ οὗτος ὁ δοὺς τὸ φάρμακον, διαλιπὼν χρόνον ἐπεσκόπει τοὺς πόδας καὶ τὰ σκέλη, κἄπειτα σφόδρα πιέσας αὐτοῦ τὸν πόδα ἤρετο εἰ αἰσθάνοιτο, ὁ δ’ οὐκ ἔφη.
パイドン:そしてソクラテスは言った。「もっともなことだよ、クリトン。君が言う人々がそうするのは――彼らはそうすることで得をすると思っているからだが――、そして私がそうしないのもやはりもっともなことなのだ。なぜなら少し後に飲んだところで、生きることに執着し、もはや何も残っていないものを惜しんで、自分自身に対して失笑を買う以外には、何も得るものはないと思うからだ。さあ、」と彼は言った、「言う通りにして、逆らわないでおくれ。」 クリトンはこれを聞くと、近くに立っていた召使いの少年に合図した。少年は外に出て行き、しばらく時間をかけた後、毒薬をすり潰して杯に入れて持ってきた、それを与えることになっている男を連れて戻ってきた。ソクラテスはその男を見ると、「さて、親愛なる友よ、君はこれらのことに詳しいのだから、私は何をすればよいかね。」と言った。「ただ飲んで、足に重みを感じるまで歩き回り、それから横になるだけです。そうすれば、薬が自然に作用します。」と男は言い、同時に杯をソクラテスに差し出した。彼はそれを受け取ると、エケクラテスよ、極めて穏やかに、震えることもなく、顔色も表情も変えず、いつものように雄牛のようにその男を睨み据えて言った。「この飲み物から誰かに献酒をすることについて、どう思うかね。許されているだろうか、それとも駄目かね。」「ソクラテスよ、」と男は言った。「私たちは飲むのにちょうど適量と思われる分だけをすり潰しているのです。」「分かった、」と彼は言った。「しかし、ここからあそこへの移住が幸先良いものとなるよう神々に祈ることは、許されているし、そうしなければならない。これこそ、私が祈ることであり、その通りになりますように。」彼はこう言って杯を口にあて、非常にあっさりと、そして平然と飲み干した。私たちの多くは、それまでは涙を流すのを何とか堪えることができていたが、彼が飲むのを見、また飲み干してしまったのを見たときには、もはや耐えられなかった。私からも、無理に抑えようとしたにもかかわらず、涙がとめどなく流れ落ちた。そのため、私は顔を覆って自分自身のために泣いた。なぜなら、彼のために泣いたのではなく、これほど素晴らしい友を奪われた自分自身の不運のために泣いたからだ。クリトンは私よりも先に、涙を堪えきれなくなって席を立ち上がった。アポロドロスはそれまでの間も涙を流し続けていたが、その時ついに声を上げて泣き叫び、怒りと悲しみのあまり、ソクラテス自身を除くその場にいたすべての人々を泣き崩れさせた。しかしソクラテスは言った。「おかしな人たちだな、何ということをするのだ。私が女性たちを追い返したのは、主としてこれが理由なのだ。このような不作法を犯さないようにするためだ。静穏な祈りの中で最期を迎えねばならないと聞いているからだ。だから静かにし、耐え忍びなさい。」 私たちはこれを聞いて恥ずかしくなり、涙を堪えた。彼は歩き回っていたが、足が重くなってきたと言うと、仰向けに横たわった。あの男がそのように指示したからである。同時に、薬を与えたあの男が彼に触れ、しばらく時間を置いてから足や脚を観察した。そして、彼の足を強く握って、感覚があるかどうかを尋ねたが、彼は「ない」と答えた。
ΦΑΙΔ. καὶ μετὰ τοῦτο αὖθις τὰς κνήμας· καὶ ἐπανιὼν οὕτως ἡμῖν ἐπεδείκνυτο ὅτι ψύχοιτό τε καὶ πήγνυτο. καὶ αὐτὸς ἥπτετο καὶ εἶπεν ὅτι, ἐπειδὰν πρὸς τῇ καρδίᾳ γένηται αὐτῷ, τότε οἰχήσεται. ἤδη οὖν σχεδόν τι αὐτοῦ ἦν τὰ περὶ τὸ ἦτρον ψυχόμενα, καὶ ἐκκαλυψάμενος — ἐνεκεκάλυπτο γάρ — εἶπεν — ὃ δὴ τελευταῖον ἐφθέγξατο — ὦ Κρίτων, ἔφη, τῷ Ἀσκληπιῷ ὀφείλομεν ἀλεκτρυόνα· ἀλλὰ ἀπόδοτε καὶ μὴ ἀμελήσητε. ἀλλὰ ταῦτα, ἔφη, ἔσται, ὁ Κρίτων· ἀλλ᾽ ὅρα εἴ τι ἄλλο λέγεις. ταῦτα ἐρομένου αὐτοῦ οὐδὲν ἔτι ἀπεκρίνατο, ἀλλ’ ὀλίγον χρόνον διαλιπὼν ἐκινήθη τε καὶ ὁ ἄνθρωπος ἐξεκάλυψεν αὐτόν, καὶ ὃς τὰ ὄμματα ἔστησεν· ἰδὼν δὲ ὁ Κρίτων συνέλαβε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς. ἥδε ἡ τελευτή, ὦ Ἐχέκρατες, τοῦ ἑταίρου ἡμῖν ἐγένετο, ἀνδρός, ὡς ἡμεῖς φαῖμεν ἄν, τῶν τότε ὧν ἐπειράθημεν ἀρίστου καὶ ἄλλως φρονιμωτάτου καὶ δικαιοτάτου.
パイドン:そしてその後、さらにふくらはぎを触り、このようにして上へと上がっていき、体が冷たくなり強張っていくのを私たちに見せた。またソクラテス自身も自分の体に触れ、冷たさが心臓に達したら、その時に自分は去るだろうと言った。すでに下腹部のあたりまで冷たくなっており、彼は――顔を覆っていたのだが――覆いを取って、最後の言葉となったものを言った。「クリトンよ、アスクレピオスに雄鶏一羽の借りがある。だから返しておいておくれ。怠らないように。」 「必ずそうします。」とクリトンは言った。「しかし、ほかに何か言い残すことはありますか。」この問いに対して彼はもう何も答えず、しばらくして体を動かした。あの男が彼を覆っていたものを取ると、彼の目は見開いたまま固定されていた。クリトンはこれを見て、彼の口と目を閉じた。エケクラテスよ、私たちの友の最期はこのようであった。彼は、私たちが知る当時の人々の中で、最も優れ、その上最も賢く、最も正しい人であったと言えるだろう。
- 117aοὐδενὸς ἔτι ἐνόντος
独立属格構文。分詞 ἐνόντος(ἔνειμι 「残っている」の現在分詞中性属格)が代名詞 οὐδενὸς と結びつき、譲歩(「もはや何も残っていないのに」)を表す。ここでの省略された主語は、比喩的にソクラテスの「残された寿命」を指す。
- 117bπρὸς τὸ ἀποσπεῖσαί τινι
前置詞 πρὸς と冠詞付き不定詞 τὸ ἀποσπεῖσαι(ἀποσπένδω 「献酒する」のアオリスト不定詞)が結びつき、目的(「〜に献酒することのために」)を表す。与格 τινι は「神々の誰かに」という献酒の対象を示す利害関係の与格である。
- 117cοἵου ἀνδρὸς ἑταίρου ἐστερημένος εἴην
主節の過去時制の動詞 ἀπέκλαον に導かれる、間接的な感嘆節または理由節。主節が過去であるため、従属節内の動詞が斜格の希求法 εἴην(εἰμί の現在希求法)になっている。属格 ἀνδρὸς ἑταίρου は受動完了分詞 ἐστερημένος(στερέω 「奪う」)が要求する分離の属格。
