Humanitext Reader

柏拉图 · 斐多篇 §114

灵魂的救赎、哲学家的福乐与照看灵魂

第 53 段,共 55 段 · 希腊语

内容简介

苏格拉底描述了犯下虽重但仍可医治之罪者的死后惩罚与救赎,以及过着虔敬生活者或哲学家的灵魂所达到的福乐境地,并通过强调坚信灵魂不朽并以美德装饰灵魂的重要性,为神话画下句点。

§114ΦΑΙΔ. οἳ δ’ ἂν ἰάσιμα μὲν μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ μητέρα ὑπ’ ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δὲ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας καὶ μητραλοίας κατὰ τὸν Πυριφλεγέθοντα·
斐多。 “至于那些被判定为犯下了虽重大但仍可医治之罪的人——例如,因愤怒而对父亲或母亲施以暴力,但在余生中都在悔改中度过,或者以其他类似方式成为杀人者的人——他们必定会被投入塔尔塔罗斯;而在被投入其中并度过一年之后,波涛会将他们吐出来:杀人者沿着科库托斯河被吐出,弑父弑母者则沿着庇里弗勒革同河被吐出。
ἐπειδὰν δὲ φερόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα, ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἱ μὲν οὓς ἀπέκτειναν, οἱ δὲ οὓς ὕβρισαν, καλέσαντες δ’ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην καὶ δέξασθαι, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν, εἰ δὲ μή, φέρονται αὖθις εἰς τὸν Τάρταρον καὶ ἐκεῖθεν πάλιν εἰς τοὺς ποταμούς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη.
当他们被冲刷着靠近阿刻戎西亚湖时,便在湖边大声呼喊,有的呼唤被自己杀害的人,有的呼唤被自己侮辱的人。 呼唤之后,他们哀求并恳请对方允许自己上岸到湖里,并接纳他们。 如果他们说服了对方,就能出来并免除痛苦;如果不能,就会再次被冲回塔尔塔罗斯,并从那里再次流回各条河流。 他们将不断遭受这些痛苦,直到说服被他们伤害的人为止,因为这是裁判官们为他们规定的惩罚。
οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ γῆς οἰκιζόμενοι.
而那些被判定在敬虔生活方面出类拔萃的人,便是那些从大地内部的这些地方获得释放并解脱的人,仿佛摆脱了监狱一般,他们向上升入洁净的居所,居住在大地之上。
τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.
在这些人当中,那些通过哲学得到充分净化的人,在未来的时间里将完全不带身体地生活,并到达比这些更美丽的居所,这些居所既不容易描述,在目前的情况下时间也不够用。
ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη.
但是,西米亚斯,为了我们所详细讨论过的这一切,我们在生命中必须尽一切努力去分享美德与智慧;因为这奖赏是美好的,而希望是宏大的。
τὸ μὲν οὖν ταῦτα διισχυρίσασθαι οὕτως ἔχειν ὡς ἐγὼ διελήλυθα, οὐ πρέπει νοῦν ἔχοντι ἀνδρί·
因此,坚称这些事情确如我所描述的那样,对于一个有理智的人来说是不合宜的。
ὅτι μέντοι ἢ ταῦτ᾽ ἐστὶν ἢ τοιαῦτ’ ἄττα περὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰς οἰκήσεις, ἐπείπερ ἀθάνατόν γε ἡ ψυχὴ φαίνεται οὖσα, τοῦτο καὶ πρέπειν μοι δοκεῖ καὶ ἄξιον κινδυνεῦσαι οἰομένῳ οὕτως ἔχειν — καλὸς γὰρ ὁ κίνδυνος — καὶ χρὴ τὰ τοιαῦτα ὥσπερ ἐπᾴδειν ἑαυτῷ, διὸ δὴ ἔγωγε καὶ πάλαι μηκύνω τὸν μῦθον.
然而,既然灵魂已被证明是不朽的,那么认为我们的灵魂及其居所即使不是这样,也必然是类似的情况,这在我看来不仅是合宜的,而且在坚信事情确是如此的情况下去冒这个险,也是值得的——因为这种冒险是美好的。 人们必须对自己吟唱此类话语,犹如吟诵咒语一般,这也正电是我为什么要花这么长时间来长篇大论讲这个神话的原因。
ἀλλὰ τούτων δὴ ἕνεκα θαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ ἄνδρα ὅστις ἐν τῷ βίῳ τὰς μὲν ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς κόσμους εἴασε χαίρειν, ὡς ἀλλοτρίους τε ὄντας, καὶ πλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι, τὰς δὲ περὶ τὸ μανθάνειν ἐσπούδασέ τε καὶ κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ αὐτῆς κόσμῳ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ ἐλευθερίᾳ καὶ ἀληθείᾳ, οὕτω περιμένει τὴν εἰς Ἅιδου πορείαν.
所以,正因如此,一个人应当对自己的灵魂充满信心,只要他在生命中告别了其他与肉体和装饰有关的享乐,认为这些是与己无关的,并且认为它们会带来更多相反的效果(即坏处而非益处),反而专注于关于学习的乐趣,不用外在的装饰、而用灵魂自身的装饰——即节制和正义、勇敢、自由以及真理——去装点灵魂,如此等待着前往哈德斯的旅程。 ”

词汇与语法注释

  1. 114aοἳ δ’ ἂν ... ἡμαρτηκέναι ἁμαρτήματα — 句首的主格关系从句 οἳ δ’ 动...(那些人……)在语法上形成了悬空结构(anacoluthon)。后半句的句式转为以不定式为主导的结构,其逻辑主语由宾格的 τούτους 担任,使得原本的主格关系代词失去了直接的动词谓语。
  2. 114dἄξιον κινδυνεῦσαι οἰομένῳ οὕτως ἔχειν — 非人称句 ἄξιον [ἐστί](是值得的)的主语是不定式 κινδυνεῦσαι(冒险)。与格分词 οἰομένῳ(认为/坚信)与前句 πρέπειν μοι δοκεῖ(在我看来是合宜的)之中的与格代名词 μοι(我)相一致,表示“在坚信事情确是如此的情况下去冒这个险,是值得的”。
  3. 114eπλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι — θάτερον(tò héteron 的缩合,意为“二者中的另一个”)在此指代与“益处/进步”相反的“害处/退步”。整句意为“认为它们(肉体享乐)会带来更多相反的效果(即害处而非益处)”。

引用这一段

柏拉图, 斐多篇 §114. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:114

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。