§110ΦΑΙΔ. ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπας ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶν καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης, καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον ὡς ἔπος εἰπεῖν οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ γῆ ᾖ, καὶ πρὸς τὰ παρ’ ἡμῖν κάλλη κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια.
斐多。 “因为我们这里的这片大地、石头以及整个区域,都已经像海里的东西被盐分侵蚀一样,遭到了破坏和腐蚀。 海里长不出什么值得一提的东西,可以说也没有任何完美之物,只要是有陆地的地方,就只有空洞、沙子、无尽的泥浆和污泥,它们与我们这里的绝美事物相比,根本无法相提并论。
ἐκεῖνα δὲ αὖ τῶν παρ’ ἡμῖν πολὺ ἂν ἔτι πλέον φανείη διαφέρειν·
然而,那里的事物相比我们这里的,似乎还要优胜得多。
εἰ γὰρ δὴ καὶ μῦθον λέγειν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα.
西米亚斯,如果真的值得讲述一个神话,那么听一听天宇之下的这片大地之上的事物是怎样的,是很有价值的。
ἀλλὰ μήν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν.
” “的确,苏格拉底,”西米亚斯说,“我们非常乐意听听这个神话。
λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασιν διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφῆς καταχρῶνται.
” “那么,我的朋友,”他说,“据说,首先,这片大地本身如果从上面俯瞰,就像那些用十二块皮缝制的皮球一样,色彩斑斓,由各种颜色划分开来,我们这里的颜色就像是这些颜色的样本,是画家们拿来使用的。
ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι, καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων· τὴν μὲν γὰρ ἁλουργῆ εἶναι θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου ἢ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν.
而在那里,整片大地都是由这样的颜色组成的,甚至比这些还要更加明亮和纯净:其中一部分呈现出美妙无比的紫色,另一部分呈金色,所有白色的部分都比石膏或雪还要白,其他颜色也同样组合在一起,甚至比我们见过的颜色还要多、还要美丽。
καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔκπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος συνεχὲς ποικίλον φαντάζεσθαι.
因为即使是大地的这些洼地,充盈着水和空气,在其他颜色的斑斓中闪烁,也呈现出某种颜色,从而使大地的外观呈现为一个连续而斑斓的整体。
ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνὰ λόγον τὰ φυόμενα φύεσθαι, δένδρα τε καὶ ἄνθη καὶ τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν ἀνὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω·
在这片如此奇妙的大地上,生长出来的东西——树木、花朵和果实——也同样按比例生长;同样,山脉和石头也按同样的比例,拥有更美的光滑度、透明度和色彩。
ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα·
我们这里深受珍爱的这些小石头——红玉髓、碧玉、祖母绿以及所有类似的东西——不过是其中的碎片。
ἐκεῖ δὲ οὐδὲν ὅτι οὐ τοιοῦτον εἶναι καὶ ἔτι τούτων καλλίω.
但在那里,没有一样东西不是这样的,甚至比这些还要美丽。
τὸ δ’ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι εἰσὶ καθαροὶ καὶ οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης ὑπὸ τῶν δεῦρο συνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει.
其原因在于,那里的石头是纯净的,不像我们这里的石头那样,被这里汇聚而来的腐烂物和盐分所侵蚀和破坏,而这些汇聚物给石头、大地以及其他动物和植物都带来了丑陋和疾病。 ”