§109ΦΑΙΔ. ἀλλ᾽, ἔφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ.
斐多。 “但是,”西米亚斯说,“这也足够了。
πέπεισμαι τοίνυν, ἦ δ’ ὅς, ἐγὼ ὡς πρῶτον μέν, εἰ ἔστιν ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλὰ ἱκανὴν εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντῃ καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’ ἔχον ἀκλινὲς μενεῖ.
” “那么,”他说,“我深信,首先,如果它呈球形位于天宇的中央,它就完全不需要空气来防止它坠落,也不需要任何其他类似的必然力量,而天宇自身在各个方向上的均匀性以及大地自身的平衡,就足以支撑它;因为一个处于平衡状态的物体,被置于某种均匀之物的中央,就不会有更多或更少地向任何方向倾斜的理由,而是处于均匀状态而保持不倾斜。
πρῶτον μὲν τοίνυν, ἦ δ’ ὅς, τοῦτο πέπεισμαι.
那么,首先,”他说,“我深信这一点。
καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας.
” “确实如此,”西米亚斯说。
ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖσι τοιούτοις τόποις οἰκεῖν.
“此外,”他说,“大地是极庞大的,而我们从赫拉克勒斯之柱到法希斯河,只居住在它极小的一个部分,就像池塘周围的蚂蚁或海洋周围的青蛙一样,居住在其周围,而其他许多人也居住在其他许多这样的地方。
εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν περὶ τὰ τοιαῦτα εἰωθότων λέγειν· οὗ δὴ ὑποστάθμην ταῦτα εἶναι καὶ συρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς.
因为在大地周围到处都有许多在形状和大小上都各不相同的洼地,水、雾和空气都汇聚在其中;而大地本身则纯净地置于纯净的天宇中,星辰就在其中,而大多数惯于谈论此类事物的人称之为‘以太’;这些水、雾、空气正是这以太的沉淀物,并且总是汇聚到大地的洼地中。
ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦ ἑωρακότος.
因此,我们居住在它的洼地里,却对此毫无察觉,以为自己居住在大地的表面之上,这就像有人居住在海洋底部的中央,却以为自己居住在海面上,透过水看着太阳和其他星辰,便认为海洋就是天空,但由于迟钝和软弱,他从未到达过海面,也没有在脱离并从海洋中抬起头来到我们这里的世界时,看到这里比他们那里的世界是多么更加纯净、更加美丽,也没有从任何看过的人那里听说过。
ταὐτὸν δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι· οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα· τὸ δὲ εἶναι ταὐτόν, ὑπ’ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ᾽ ἔσχατον τὸν ἀέρα· ἐπεί, εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν ἂν ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν, καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ.
这完全相同的事情确实也发生在我们身上;因为我们居住在大地的某个洼地里,却以为自己居住在它之上,并把空气称为天空,仿佛这就是星辰穿行其中的天空;但事情的真相是一样的,由于我们的软弱和迟钝,我们无法穿行到空气的尽头;因为,如果有人来到空气的边缘,或者长出翅膀飞上去,他就会抬起头来俯瞰,就像这里的鱼儿从海里抬起头来看见这里的景物一样,某个人也会看见那里的景物,而且如果他的本性足以承受这种观照,他就会认识到,那里才是真正的天空、真正的光芒和真正的土地。 ”