§110ΦΑΙΔ. ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπας ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶν καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης, καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον ὡς ἔπος εἰπεῖν οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ γῆ ᾖ, καὶ πρὸς τὰ παρ’ ἡμῖν κάλλη κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια.
ΦΑΙΔ. 「というのも、私たちのここにあるこの大地や石、そしてすべての場所は、海の中のものが塩分によって損なわれているように、損なわれ、蝕まれているからだ。 そして海の中には、言うに値するものは何一つ育たず、言ってみれば、完全なものは何一つ存在しない。 むしろ、空洞や砂、莫大な泥や泥濘があり、たとえ陸地があるとしても、それらは私たちのところの美しさと比較されるには、いささかも値しないものである。
ἐκεῖνα δὲ αὖ τῶν παρ’ ἡμῖν πολὺ ἂν ἔτι πλέον φανείη διαφέρειν·
他方、あちらのものは、私たちのところのものよりも、はるかにさらに優れているように見えるだろう。
εἰ γὰρ δὴ καὶ μῦθον λέγειν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα.
シミアスよ、もし本当に美しい神話を語るのがよいことであるなら、天の下にある大地の上の様子がどのようなものであるか、聞くに値するのだ。
ἀλλὰ μήν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν.
」「ですがソクラテス」とシミアスは言いました。 「私たちはぜひ喜んでその神話を聞きたいものです。
λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασιν διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφῆς καταχρῶνται.
」「それなら、友よ」と彼は言いました。 「まず第一に、その大地自体は、もし誰かが上から眺めるなら、12枚の革でできた鞠のように、様々な色に染め分けられた、彩り豊かなものに見えると言されている。 私たちのところにある色などは、いわばその見本にすぎず、画家たちがそれを使って絵を描いているのだ。
ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι, καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων·
そしてあちらでは、大地全体がそのような色から成っており、いや、これらよりもはるかにさらに輝かしく、清らかな色から成っている。
τὴν μὲν γὰρ ἁλουργῆ εἶναι θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου ἢ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν.
というのも、ある部分は驚くほど美しい紫であり、別の部分は金色であり、また白い部分は石膏や雪よりも白く、同様に他の色からも構成されており、それらは私たちがこれまで見たことのあるものよりもはるかに多く、そして美しいからだ。
καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔκπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος συνεχὲς ποικίλον φαντάζεσθαι.
実に、水や空気で満たされている大地のこれら窪み自体も、他の様々な色の中で輝きながら、ある種の色を呈しており、その結果、大地の外観は、連続した一つの色鮮やかなものとして現れるのだ。
ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνὰ λόγον τὰ φυόμενα φύεσθαι, δένδρα τε καὶ ἄνθη καὶ τοὺς καρπούς·
そして、このように多様なこの大地においては、そこに育つもの、すなわち樹木や花や果実も、それに見合って育つのだ。
καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν ἀνὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω·
また同様に、山々や石も、同じ割合において、より美しい滑らかさと透明度と色彩を持っている。
ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα·
ここにある、人々から珍重されているあの小石、すなわちサードやジャスパーやエメラルドやその他すべてのそうしたものは、あちらの石の一部にすぎない。
ἐκεῖ δὲ οὐδὲν ὅτι οὐ τοιοῦτον εἶναι καὶ ἔτι τούτων καλλίω.
しかしあちらでは、そうでないものは何一つなく、しかもこれらよりもさらに美しい。
τὸ δ’ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι εἰσὶ καθαροὶ καὶ οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης ὑπὸ τῶν δεῦρο συνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει.
その原因は、あちらの石は清らかであり、ここの石のように、ここに流れ込んできたものによる腐食や塩分によって蝕まれたり損なわれたりしていないからだ。 それら流れ込んできたものは、石や大地、そして他の動物や植物に対しても、醜さと病をもたらすのだ。 」