- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:109
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
ソクラテスは大地の形状が球体であり宇宙の中心で均衡を保っていること、そして私たちが住む地中海周辺は巨大な大地の窪みのごく一部にすぎず、真の大地や天(エーテル)はその上方にあることをシミアスに説明する。
ΦΑΙΔ. ἀλλ᾽, ἔφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ. πέπεισμαι τοίνυν, ἦ δ’ ὅς, ἐγὼ ὡς πρῶτον μέν, εἰ ἔστιν ἐν μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν1 μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἄλλης ἀνάγκης μηδεμιᾶς τοιαύτης, ἀλλὰ ἱκανὴν εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντῃ καὶ τῆς γῆς αὐτῆς τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἕξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’ ἔχον ἀκλινὲς μενεῖ. πρῶτον μὲν τοίνυν, ἦ δ’ ὅς, τοῦτο πέπεισμαι. καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖσι τοιούτοις τόποις οἰκεῖν. εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν περὶ τὰ τοιαῦτα εἰωθότων λέγειν· οὗ δὴ ὑποστάθμην ταῦτα εἶναι καὶ συρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη,2 ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦ ἑωρακότος. ταὐτὸν δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι· οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα· τὸ δὲ εἶναι ταὐτόν, ὑπ’ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ᾽ ἔσχατον τὸν ἀέρα· ἐπεί, εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν ἂν ἀνακύψαντα,3 ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν, καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ.
パイドン:「いや」とシミアスは言いました。「それでも十分です。」 「それなら」と彼は言いました。「私が確信しているのは、まず第一に、もし大地が天の中央にあって球体であるならば、落下しないために空気も他のいかなる強制的な力も必要とせず、天自体のあらゆる方向における同一性と、大地自体の均衡だけで、大地を支えるのに十分であるということだ。なぜなら、均質なものの中央に置かれた均衡した物体は、どの方向にも多かれ少なかれ傾くことはなく、一様であるために傾くことなくとどまるからだ。まず第一に」と彼は言いました。「私はこのことを確信している。」 「その通りですね」とシミアスは言いました。 「さらに」と彼は言いました。「大地は極めて巨大なものであり、私たちはヘラクレスの柱からファシス川にいたるまでの範囲を、まるで池の周りのアリや海の周りのカエルのように、そのごく小さな一部に住んでおり、他の多くの人々も他の多くのそのような場所に住んでいるということだ。大地の至る所には、形も大きさも様々な多くの窪みがあり、そこへ水や霧や空気が流れ込んでいる。しかし、大地自体は星が存在する清らかな天の中に清らかに置かれており、その天を、このような事柄について語る習慣のある人々の多くは『エーテル』と呼んでいる。そして、これらのもの(水、霧、空気)はエーテルの澱であり、常に大地の窪みへと流れ込んでいるのだ。 それゆえ、私たちは大地の窪みの中に住みながら、そのことに気づかず、大地の上の表面に住んでいると思い込んでいる。それはまるで、海の底の真ん中に住んでいる者が、自分は海の上に住んでいると思い込み、水を通して太陽や他の星々を見て、海を天であると考え、その遅鈍さと弱さのゆえに、海の表面に一度も達したことがなく、海から抜け出して頭を上げ、私たちのこの場所が自分たちの場所よりもどれほど清らかで美しいかを見たこともなく、またそれを見たことのある他の人から聞いたこともない、というのと同じことなのだ。これと全く同じことが私たちにも起こっている。私たちは大地の窪みの一つに住みながら、その上に住んでいると思い、空気を天と呼び、この天を通って星々が動いていると思っている。しかし、事実はこれと同じであって、私たちの弱さと遅鈍さのゆえに、空気の最端まで通り抜けることができないのだ。なぜなら、もし誰かが空気の最端に達するか、あるいは翼を得て飛び立つなら、頭を出して、まるでここの海から魚が頭を出してここの様子を見るように、あちらの様子を見ることになるだろう。そして、もしその人の本性が観照するのに十分に耐えられるものであるなら、それこそが真の天であり、真の光であり、真の大地であることを知るだろう。」
- 109ὡς πρῶτον μέν, εἰ ἔστιν... μηδὲν αὐτῇ δεῖν
主動詞 πέπεισμαι(確信している)に導かれる従属節において、伝達の接続詞 ὡς が使われているにもかかわらず、その後に続く文が直説法ではなく対格不定詞構文(μηδὲν ... δεῖν および ἱκανὴν εἶναι)になっている。これはギリシア語の散文で時折見られる「ὡς + 不定詞」の間接話法の混交(anacoluthon)の一例であり、πέπεισμαι の影響が不定詞を要求しつつも ὡς が挿入された形である。
- 109dμηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη
ἀφιγμένος および ἑωρακὼς という完了分詞が、希求法現在 εἴη と結合して、迂言完了希求法(periphrastic perfect optative)を形成している。これは、先行する仮想の条件節 ὥσπερ ἂν εἴ τις ... οἰκῶν οἴοιτό τε(希求法 οἴοιτο)を受けて、条件文の帰結部あるいはその前提となる状態を表現するために、通常の完了希求法の代わりに、より明確な分詞+ εἴη の形が用いられている。
- 109eκατιδεῖν ἂν ἀνακύψαντα
不定詞 κατιδεῖν に小辞 ἄν が付されており、潜在希求法(または反実仮想)を不定詞句に移したものである。これは条件節 εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι...(希求法)に対応する帰結節の主動詞が、大元である πέπεισμαι ... ὡς の間接話法の支配を受けて不定詞化しているためであり、本来の潜在希求法(κατίδοι ἄν)が不定詞 κατιδεῖν ἂν となっている。また、分詞 ἀνακύψαντα の意味上の主語は、不定詞の主語対格となるべき不特定の「人」(τινά、前の文脈から了解される)である。
