← プラトン

パイドン

§101

原因としての分有と仮説を用いた検証法

ソクラテスは、物理的な部分や数量的な差を原因とする説明の論理的矛盾を指摘し、イデアの分有のみが真の原因であると主張する。また、前提(仮定)から議論を進める方法と、それに反対された場合の対処法、そして哲学者と抗論家の態度の違いを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§101

ΦΑΙΔ. οὐδὲ σὺ ἄρ’ ἂν ἀποδέχοιο εἴ τίς τινα φαίη ἕτερον ἑτέρου τῇ κεφαλῇ μείζω εἶναι, καὶ τὸν ἐλάττω τῷ αὐτῷ τούτῳ ἐλάττω, ἀλλὰ διαμαρτύροιο ἂν ὅτι σὺ μὲν οὐδὲν ἄλλο λέγεις ἢ ὅτι τὸ μεῖζον πᾶν ἕτερον ἑτέρου οὐδενὶ ἄλλῳ μεῖζόν ἐστιν ἢ μεγέθει, καὶ διὰ τοῦτο μεῖζον, διὰ τὸ μέγεθος, τὸ δὲ ἔλαττον οὐδενὶ ἄλλῳ ἔλαττον ἢ σμικρότητι, καὶ διὰ τοῦτο ἔλαττον, διὰ τὴν σμικρότητα, φοβούμενος οἶμαι μή τίς σοι ἐναντίος λόγος ἀπαντήσῃ, ἐὰν τῇ κεφαλῇ1 μείζονά τινα φῇς εἶναι καὶ ἐλάττω, πρῶτον μὲν τῷ αὐτῷ τὸ μεῖζον μεῖζον εἶναι καὶ τὸ ἔλαττον ἔλαττον, ἔπειτα τῇ κεφαλῇ σμικρᾷ οὔσῃ τὸν μείζω μείζω εἶναι, καὶ τοῦτο δὴ τέρας εἶναι, τὸ σμικρῷ τινι μέγαν τινὰ εἶναι· ἢ οὐκ ἂν φοβοῖο ταῦτα; καὶ ὁ Κέβης γελάσας, ἔγωγε, ἔφη. οὐκοῦν, ἦ δ’ ὅς, τὰ δέκα τῶν ὀκτὼ δυοῖν πλείω εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν ὑπερβάλλειν, φοβοῖο ἂν λέγειν, ἀλλὰ μὴ πλήθει καὶ διὰ τὸ πλῆθος; καὶ τὸ δίπηχυ τοῦ πηχυαίου ἡμίσει μεῖζον εἶναι ἀλλ’ οὐ μεγέθει; ὁ αὐτὸς γάρ που φόβος. πάνυ γ᾽, ἔφη. τί δέ; ἑνὶ ἑνὸς προστεθέντος τὴν πρόσθεσιν αἰτίαν εἶναι τοῦ δύο γενέσθαι ἢ διασχισθέντος τὴν σχίσιν οὐκ εὐλαβοῖο ἂν λέγειν; καὶ μέγα ἂν βοῴης ὅτι οὐκ οἶσθα ἄλλως πως ἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆς ἰδίας οὐσίας2 ἑκάστου οὗ ἂν μετάσχῃ, καὶ ἐν τούτοις οὐκ ἔχεις ἄλλην τινὰ αἰτίαν τοῦ δύο γενέσθαι ἀλλ’ ἢ τὴν τῆς δυάδος μετάσχεσιν, καὶ δεῖν τούτου μετασχεῖν τὰ μέλλοντα δύο ἔσεσθαι, καὶ μονάδος ὃ ἂν μέλλῃ ἓν ἔσεσθαι, τὰς δὲ σχίσεις ταύτας καὶ προσθέσεις καὶ τὰς ἄλλας τὰς τοιαύτας κομψείας ἐῴης ἂν χαίρειν, παρεὶς ἀποκρίνασθαι τοῖς σεαυτοῦ σοφωτέροις· σὺ δὲ δεδιὼς ἄν, τὸ λεγόμενον, τὴν σαυτοῦ σκιὰν καὶ τὴν ἀπειρίαν, ἐχόμενος ἐκείνου τοῦ ἀσφαλοῦς τῆς ὑποθέσεως, οὕτως ἀποκρίναιο ἄν. εἰ δέ τις αὐτῆς τῆς ὑποθέσεως ἔχοιτο,3 χαίρειν ἐῴης ἂν καὶ οὐκ ἀποκρίναιο ἕως ἂν τὰ ἀπ’ ἐκείνης ὁρμηθέντα σκέψαιο εἴ σοι ἀλλήλοις συμφωνεῖ ἢ διαφωνεῖ· ἐπειδὴ δὲ ἐκείνης αὐτῆς δέοι σε διδόναι λόγον, ὡσαύτως ἂν διδοίης, ἄλλην αὖ ὑπόθεσιν ὑποθέμενος ἥτις τῶν ἄνωθεν βελτίστη φαίνοιτο, ἕως ἐπί τι ἱκανὸν ἔλθοις, ἅμα δὲ οὐκ ἂν φύροιο ὥσπερ οἱ ἀντιλογικοὶ περί τε τῆς ἀρχῆς διαλεγόμενος καὶ τῶν ἐξ ἐκείνης ὡρμημένων,4 εἴπερ βούλοιό τι τῶν ὄντων εὑρεῖν; ἐκείνοις μὲν γὰρ ἴσως οὐδὲ εἷς περὶ τούτου λόγος οὐδὲ φροντίς· ἱκανοὶ γὰρ ὑπὸ σοφίας ὁμοῦ πάντα κυκῶντες ὅμως δύνασθαι αὐτοὶ αὑτοῖς ἀρέσκειν· σὺ δ᾽, εἴπερ εἶ τῶν φιλοσόφων, οἶμαι ἂν ὡς ἐγὼ λέγω ποιοῖς.

ソクラテス:それでは、誰かがある人は他の人より頭によって大きく、小さい人は同じこれによって小さいと言うとき、君はそれを受け入れず、強く主張するのではないだろうか。すなわち、君自身は、すべてのより大きいものは他方よりも大きさ以外には何によっても大きくなく、まさにこのため、すなわち大きさのゆえに大きいのであり、またより小さいものは小ささ以外には何によっても小さくなく、まさにこのため、すなわち小ささのゆえに小さいのだ、と。それは、もし君がある人が頭によって大きく、また小さいと言うなら、何か反対の議論が君に立ち向かってくることを恐れてのことだと私は思う。第一に、同じものによって大きいものが大きく、小さいものが小さいことになり、第二に、頭という小さいものであることによって、大きいものが大きいことになり、そして小さいものによって誰かが大きいということは、まさに奇怪なことだからだ。それとも、君はこれらのことを恐れないだろうか。そしてケベスは笑って言った。「私は恐れます」。「それでは」と彼は言った、「10は8よりも2によって多く、この原因によって上回っていると言うのを君は恐れ、そうではなく多さによって、また多さのゆえにと言うのではないだろうか。また、2ペキュスのものは1ペキュスのものより半分によって大きいのではなく、大きさによって大きいと言うのではないだろうか。同じ恐れがあるはずだからね」。「まさにその通りです」と彼は言った。「では、どうだろう。1に1が加えられたとき、その加えることが2になる原因であるとか、あるいは分割されたとき、その分割が原因であると言うことを、君は警戒しないだろうか。そして、個々のものが生じるのは、それが分有する個々の独自の存在を分け持つことによる以外にはない、と大声で叫ぶのではないだろうか。また、これらの場合において、2になる原因としては2の分有以外にはなく、これから2になろうとするものはこれを分有せねばならず、1になろうとするものは1を分有せねばならない、と言うのではないだろうか。そして、これらの分割や加算、その他そのような気の利いた説明は退けて、自分より賢い者たちに答えさせるままにしておくのではないだろうか。君は、いわゆる自分自身の影や未熟さを恐れて、かの前提の安全なところにしがみつき、そのように答えるだろう。しかし、もし誰かがその前提そのものを攻撃してきたなら、君はそれを放っておいて、その前提から出発した事柄が互いに調和するか矛盾するかを考察するまでは、答えないだろう。そして、君がその前提自体の説明を与えなければならなくなったときには、同様にして、上にあるもののうち最善と思われる別の前提をさらに仮定して、何か十分なところに達するまで、説明を与えるだろう。それと同時に、もし君が存在するものの何かを発見したいと望むなら、抗論家たちのように、始原についても、それから出発した事柄についてもごちゃ混ぜにして議論することはないだろう。彼らにはおそらく、このことに関する議論も関心も一つもないからだ。彼らは知恵のゆえに、すべてを一緒くたにかき混ぜながらも、自分自身を満足させることができるのだから。しかし、君はもし哲学者の一人であるなら、私が言うようにするだろうと私は思うのだ。

構文注4 件
  1. 101aτῇ κεφαλῇ

    与格 τῇ κεφαλῇ は基準や程度の差を示す与格(〜の分だけ、〜によって)。ソクラテスは、物理的な部分を原因とすることの論理的矛盾を指摘している。

  2. 101cἕκαστον γιγνόμενον ἢ μετασχὸν τῆς ἰδίας οὐσίας

    γιγνόμενον は οὐκ οἶσθα ἄλλως πως... ἢ とつながる。分詞 μετασχόν は条件または手段(分有することによって)を表す。

  3. 101dεἰ δέ τις αὐτῆς τῆς ὑποθέσεως ἔχοιτο

    中道動詞 ἔχοιτο は通常「しがみつく」を意味するが、ここでは敵対的に取り付くこと、すなわち「仮定を攻撃する」「難癖をつける」という文脈で解釈される。

  4. 101eπερί τε τῆς ἀρχῆς διαλεγόμενος καὶ τῶν ἐξ ἐκείνης ὡρμημένων

    主節の主語(ἂν φύροιο)と一致する主格分詞 διαλεγόμενος が、譲歩または条件(〜しながら議論するなら)として機能している。始原と、そこから導かれる帰結の双方を混同して語る抗論家たちの態度と対比される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:101