§100ΦΑΙΔ. ἴσως μὲν οὖν ᾧ εἰκάζω τρόπον τινὰ οὐκ ἔοικεν·
苏格拉底:不过,我所用的比喻在某种意义上或许并不贴切。
οὐ γὰρ πάνυ συγχωρῶ τὸν ἐν λόγοις σκοπούμενον τὰ ὄντα ἐν εἰκόσι μᾶλλον σκοπεῖν ἢ τὸν ἐν ἔργοις.
因为我绝不承认,在言论中考察存在之物的人,比在具体行动中考察它们的人,更是在影像中进行考察。
ἀλλ’ οὖν δὴ ταύτῃ γε ὥρμησα, καὶ ὑποθέμενος ἑκάστοτε λόγον ὃν ἂν κρίνω ἐρρωμενέστατον εἶναι, ἃ μὲν ἄν μοι δοκῇ τούτῳ συμφωνεῖν τίθημι ὡς ἀληθῆ ὄντα, καὶ περὶ αἰτίας καὶ περὶ τῶν ἄλλων ἁπάντων, ἃ δ’ ἂν μή, ὡς οὐκ ἀληθῆ.
但无论如何,我是这样开始的:在每一次我都把我判断为最强有力的言论作为假说,凡是让我觉得与此相符的,我就定为真理,无论是关于原因还是关于其他一切事物;而凡是不相符的,就定为非真。
βούλομαι δέ σοι σαφέστερον εἰπεῖν ἃ λέγω· οἶμαι γάρ σε νῦν οὐ μανθάνειν.
我想把我所说的话更清楚地告诉你,因为我认为你现在还没有理解。
οὐ μὰ τὸν Δία, ἔφη ὁ Κέβης, οὐ σφόδρα.
“凭宙斯发誓,确实没有,”刻贝说,“不是很明白。
ἀλλ᾽, ἦ δ’ ὅς, ὧδε λέγω, οὐδὲν καινόν, ἀλλ’ ἅπερ ἀεί τε ἄλλοτε καὶ ἐν τῷ παρεληλυθότι λόγῳ οὐδὲν πέπαυμαι λέγων.
” “不过,”他说,“我是这样说的,这并非什么新鲜事,而是我一直在其他时候以及在刚才的谈话中,从未停止过说过的那些话。
ἔρχομαι δὴ ἐπιχειρῶν σοι ἐπιδείξασθαι τῆς αἰτίας τὸ εἶδος ὃ πεπραγμάτευμαι, καὶ εἶμι πάλιν ἐπ᾽ ἐκεῖνα τὰ πολυθρύλητα καὶ ἄρχομαι ἀπ’ ἐκείνων, ὑποθέμενος εἶναί τι καλὸν αὐτὸ καθ’ αὑτὸ καὶ ἀγαθὸν καὶ μέγα καὶ τἆλλα πάντα·
那么,我将试图向你展示我所致力的那种原因,并重新回到那些被人们说滥了的事物,并从它们开始,假定存在着美自身、善、大以及其他一切事物。
ἃ εἴ μοι δίδως τε καὶ συγχωρεῖς εἶναι ταῦτα, ἐλπίζω σοι ἐκ τούτων τὴν αἰτίαν ἐπιδείξειν καὶ ἀνευρήσειν ὡς ἀθάνατον ψυχή.
如果你把这些给予我并同意它们存在,我希望借此向你展示原因,并发现灵魂是不朽的。
ἀλλὰ μήν, ἔφη ὁ Κέβης, ὡς διδόντος σοι οὐκ ἂν φθάνοις περαίνων.
” “那么,”刻贝说,“既然我把这些给予你,你不防赶快讲下去。
σκόπει δή, ἔφη, τὰ ἑξῆς ἐκείνοις ἐάν σοι συνδοκῇ ὥσπερ ἐμοί.
” “那么,请考虑,”他说,“如果你的看法和我一样,请看接下来的内容。
φαίνεται γάρ μοι, εἴ τί ἐστιν ἄλλο καλὸν πλὴν αὐτὸ τὸ καλόν, οὐδὲ δι’ ἓν ἄλλο καλὸν εἶναι ἢ διότι μετέχει ἐκείνου τοῦ καλοῦ·
因为在我看来,如果除了美自身之外还有其他美丽的事物,它之所以美丽,不因为任何其他原因,而只是因为它分有了那个美。
καὶ πάντα δὴ οὕτως λέγω.
其他一切事物我也都这样说。
τῇ τοιᾷδε αἰτίᾳ συγχωρεῖς;
你同意这样的原因吗?
συγχωρῶ, ἔφη.
” “我同意,”他说。
οὐ τοίνυν, ἦ δ’ ὅς, ἔτι μανθάνω οὐδὲ δύναμαι τὰς ἄλλας αἰτίας τὰς σοφὰς ταύτας γιγνώσκειν·
“那么,”他说,“我不再理解,也无法认识那些其他聪明的因了。
ἀλλ’ ἐάν τίς μοι λέγῃ δι’ ὅτι καλόν ἐστιν ὁτιοῦν, ἢ χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, τὰ μὲν ἄλλα χαίρειν ἐῶ, — ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις πᾶσι — τοῦτο δὲ ἁπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἡ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως προσγενομένη·
如果有人告诉我任何事物为什么美丽,是因为它有着鲜艳的颜色、形状或任何其他类似的东西,我就会把其他这些抛在一边——因为所有其他这些都会让我感到混乱——而我只在自己心里单纯、朴素、或许有些愚笨地坚持这一点:没有任何其他东西使其美丽,除了那个美自身的呈现或分有,或者无论它是以何种方式、如何附加其上的。
οὐ γὰρ ἔτι τοῦτο διισχυρίζομαι, ἀλλ’ ὅτι τῷ καλῷ πάντα τὰ καλὰ καλά.
因为我不再坚持这一点,而只坚持因美,所有美丽的事物才美丽。
τοῦτο γάρ μοι δοκεῖ ἀσφαλέστατον εἶναι καὶ ἐμαυτῷ ἀποκρίνασθαι καὶ ἄλλῳ, καὶ τούτου ἐχόμενος ἡγοῦμαι οὐκ ἄν ποτε πεσεῖν, ἀλλ’ ἀσφαλὲς εἶναι καὶ ἐμοὶ καὶ ὁτῳοῦν ἄλλῳ ἀποκρίνασθαι ὅτι τῷ καλῷ τὰ καλὰ καλά·
因为这在我看来,无论是对我自己还是对别人,都是最安全的回答。 坚持这一点,我想我绝不会跌倒,而且对我或任何其他人来说,回答“因美,美丽的事物才美丽”都是安全的。
ἢ οὐ καὶ σοὶ δοκεῖ;
或者,你不也这么认为吗?
δοκεῖ.
” “我同意。
καὶ μεγέθει ἄρα τὰ μεγάλα μεγάλα καὶ τὰ μείζω μείζω, καὶ σμικρότητι τὰ ἐλάττω ἐλάττω;
” “那么,伟大的事物因伟大而伟大,更大的事物因更大而更大,较小的事物因微小而较小吗?
ναί.
” “是的。 ”