Humanitext Reader

柏拉图 · 克里托篇 §52

久居雅典对服从法律契约的实际证明

第 8 段,共 9 段 · 希腊语

内容简介

法律指出,苏格拉底一生几乎从未离开过雅典,并在此繁衍后代,甚至在审判中也未主动选择流放,这证明他已在“行动上”同意服从法律。克里托承认必须对此表示同意。

§52ΣΩ. ταύταις δή φαμεν καὶ σέ, ὦ Σώκρατες, ταῖς αἰτίαις ἐνέξεσθαι, εἴπερ ποιήσεις ἃ ἐπινοεῖς, καὶ οὐχ ἥκιστα Ἀθηναίων σέ, ἀλλʼ ἐν τοῖς μάλιστα.
苏格拉底:“苏格拉底,我们说,如果你付诸你所企图的行动,你将首当其冲受到这些指控,在雅典人中不是最少,而是最严重地针对你。
εἰ οὖν ἐγὼ εἴποιμι· διὰ τί δή;
” 如果我问: “这究竟是为什么呢?
ἴσως ἄν μου δικαίως καθάπτοιντο λέγοντες ὅτι ἐν τοῖς μάλιστα Ἀθηναίων ἐγὼ αὐτοῖς ὡμολογηκὼς τυγχάνω ταύτην τὴν ὁμολογίαν.
” 他们可能会公正地责备我,说在雅典人中,我恰恰比任何人都更深地与他们达成了这种合意。
φαῖεν γὰρ ἂν ὅτι ὦ Σώκρατες, μεγάλα ἡμῖν τούτων τεκμήριά ἐστιν, ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν καὶ ἡ πόλις·
因为他们会说: “苏格拉底,我们有巨大的证据表明,我们和这座城邦是合你心意的。
οὐ γὰρ ἄν ποτε τῶν ἄλλων Ἀθηναίων ἁπάντων διαφερόντως ἐν αὐτῇ ἐπεδήμεις εἰ μή σοι διαφερόντως ἤρεσκεν, καὶ οὔτʼ ἐπὶ θεωρίαν πώποτʼ ἐκ τῆς πόλεως ἐξῆλθες, ὅτι μὴ ἅπαξ εἰς Ἰσθμόν, οὔτε ἄλλοσε οὐδαμόσε, εἰ μή ποι στρατευσόμενος, οὔτε ἄλλην ἀποδημίαν ἐποιήσω πώποτε ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, οὐδʼ ἐπιθυμία σε ἄλλης πόλεως οὐδὲ ἄλλων νόμων ἔλαβεν εἰδέναι, ἀλλὰ ἡμεῖς σοι ἱκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλις·
因为如果你不是对它格外满意,你就绝不会比其他所有雅典人更长久、更突出地留在这里;你从未因观摩节日而离开城邦,除了仅有的一次去往地峡,也从未去过其他任何地方,除非是随军出征;你也从未像其他人那样去外地旅行过,你也没有渴望去了解其他城邦或其他的法律,而是我们和我们的城邦对你来说就足够了。
οὕτω σφόδρα ἡμᾶς ᾑροῦ καὶ ὡμολόγεις καθʼ ἡμᾶς πολιτεύσεσθαι, τά τε ἄλλα καὶ παῖδας ἐν αὐτῇ ἐποιήσω, ὡς ἀρεσκούσης σοι τῆς πόλεως.
你如此强烈地选择了我们,并同意在我们的管理下作为公民生活,而且你在这座城邦里生育了孩子,这表明这座城邦是合你心意的。
ἔτι τοίνυν ἐν αὐτῇ τῇ δίκῃ ἐξῆν σοι φυγῆς τιμήσασθαι εἰ ἐβούλου, καὶ ὅπερ νῦν ἀκούσης τῆς πόλεως ἐπιχειρεῖς, τότε ἑκούσης ποιῆσαι.
更有甚者,在审判本身中,如果你愿意,本可以提出以流放作为刑罚,而你现在违背城邦意愿企图做的事,当时本可以在城邦同意的情况下做到。
σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ὡς ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον·
但你当时却在粉饰自己,仿佛你并不因必须面对死亡而感到愤懑,而是如你所说,宁愿选择死亡也不选择流放。
νῦν δὲ οὔτʼ ἐκείνους τοὺς λόγους αἰσχύνῃ, οὔτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπιχειρῶν διαφθεῖραι, πράττεις τε ἅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ τὰς ὁμολογίας καθʼ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι.
然而现在,你既不为当年的那些话感到羞耻,也不尊重我们法律,反而企图毁灭我们,你所做的正是最卑贱的奴隶才会做的事,企图逃跑,这违反了你与我们达成并同意作为公民生活的契约和合意。
πρῶτον μὲν οὖν ἡμῖν τοῦτʼ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθʼ ἡμᾶς ἔργῳ ἀλλʼ οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ.
那么,首先请回答我们这个问题:我们说你实际上而非口头上同意在我们管理下作为公民生活,这是否属实?
τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων;
” 对此我们要怎么说呢,克里托?
ἄλλο τι ἢ ὁμολογῶμεν;
除了同意,我们还能说什么呢?
ΚΡ. ἀνάγκη, ὦ Σώκρατες.
克里托:只能同意了,苏格拉底。
ΣΩ. ἄλλο τι οὖν, ἂν φαῖεν, ἢ συνθήκας τὰς πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις, οὐχ ὑπὸ ἀνάγκης ὁμολογήσας οὐδὲ ἀπατηθεὶς οὐδὲ ἐν ὀλίγῳ χρόνῳ ἀναγκασθεὶς βουλεύσασθαι, ἀλλʼ ἐν ἔτεσιν ἑβδομήκοντα, ἐν οἷς ἐξῆν σοι ἀπιέναι, εἰ μὴ ἠρέσκομεν ἡμεῖς μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι.
苏格拉底: “那么,你难道不是” 他们会说, “在违背与我们达成的契约和合意吗? 你并非被迫达成这些合意,也没有受骗,更没有在短时间内被强迫做出决定,而是在七十年的时间里,如果我们在任何时候不合你的心意,或者这些合意在你看来显得不正义,你都可以自由离去。 ”

词汇与语法注释

  1. 52aἐν τοῖς μάλιστα — 强调最高级的习惯用法,在此意为“尤其是”、“最为突出地”。其中的 τοῖς 历史上源自中性或阳性复数关系代名词,但在古典时期已固定为副詞短语,用以修饰任何性、数的最高级。
  2. 52bὅτι μὴ ἅπαξ εἰς Ἰσθμόν — “ὅτι μή” 是一个表示“除了……”(except)的习惯用法。紧跟在否定陈述(此处为“οὔτε...ἐξῆλθες”,即“从未离开”)之后,用以引出唯一的例外。
  3. 52cὡς ἀρεσκούσης σοι τῆς πόλεως — 带有“ὡς”的独立属格结构(genitive absolute)。“ὡς”表示主观原因(“因为”、“作为……的体现”),表明苏格拉底在雅典生育孩子这一行为是他主观上满意这座城邦的体现。
  4. 52dἄλλο τι ἢ ὁμολογῶμεν — “ἄλλο τι ἤ”(或仅作“ἄλλο τι”)是要求肯定回答的疑问句固定句型,意为“难道不……吗?”。其后的“ὁμολογῶμεν”为劝诱或考虑语气虚拟语气(deliberative subjunctive)。

引用这一段

柏拉图, 克里托篇 §52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。