Humanitext Reader

柏拉图 · 克里托篇 §51

服从祖国的义务与对法律的默示契约

第 7 段,共 9 段 · 希腊语

内容简介

苏格拉底假托法律之口,论证祖国比父母和祖先更为尊贵,必须服从或说服它,并指出留在雅典在事实上等同于达成了服从其法律的契约。

§51ΣΩ. ἢ πρὸς μὲν ἄρα σοι τὸν πατέρα οὐκ ἐξ ἴσου ἦν τὸ δίκαιον καὶ πρὸς δεσπότην, εἴ σοι ὢν ἐτύγχανεν, ὥστε ἅπερ πάσχοις ταῦτα καὶ ἀντιποιεῖν, οὔτε κακῶς ἀκούοντα ἀντιλέγειν οὔτε τυπτόμενον ἀντιτύπτειν οὔτε ἄλλα τοιαῦτα πολλά·
苏格拉底:难道你和父亲之间的正义是对等的吗? 或者你和主人(如果你碰巧有的话)之间的正义是对等的吗? 以至于你遭受什么,就可以对其做同样的事——既不在被辱骂时回骂,也不在被殴打时回击,亦不做许多其他类似的事?
πρὸς δὲ τὴν πατρίδα ἄρα καὶ τοὺς νόμους ἐξέσται σοι, ὥστε, ἐάν σε ἐπιχειρῶμεν ἡμεῖς ἀπολλύναι δίκαιον ἡγούμενοι εἶναι, καὶ σὺ δὲ ἡμᾶς τοὺς νόμους καὶ τὴν πατρίδα καθʼ ὅσον δύνασαι ἐπιχειρήσεις ἀνταπολλύναι, καὶ φήσεις ταῦτα ποιῶν δίκαια πράττειν, ὁ τῇ ἀληθείᾳ τῆς ἀρετῆς ἐπιμελόμενος;
然而,难道对祖国和法律,你就有这种权利,以至于如果我们因为认为正义而企图毁灭你,你也可以尽你所能企图反过来毁灭我们法律和祖国,并且你还要说你这样做是在行正义,你这个真正关切德性的人?
ἢ οὕτως εἶ σοφὸς ὥστε λέληθέν σε ὅτι μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων ἁπάντων τιμιώτερόν ἐστιν πατρὶς καὶ σεμνότερον καὶ ἁγιώτερον καὶ ἐν μείζονι μοίρᾳ καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις τοῖς νοῦν ἔχουσι, καὶ σέβεσθαι δεῖ καὶ μᾶλλον ὑπείκειν καὶ θωπεύειν πατρίδα χαλεπαίνουσαν ἢ πατέρα, καὶ ἢ πείθειν ἢ ποιεῖν ἃ ἂν κελεύῃ, καὶ πάσχειν ἐάν τι προστάττῃ παθεῖν ἡσυχίαν ἄγοντα, ἐάντε τύπτεσθαι ἐάντε δεῖσθαι, ἐάντε εἰς πόλεμον ἄγῃ τρωθησόμενον ἢ ἀποθανούμενον, ποιητέον ταῦτα, καὶ τὸ δίκαιον οὕτως ἔχει, καὶ οὐχὶ ὑπεικτέον οὐδὲ ἀναχωρητέον οὐδὲ λειπτέον τὴν τάξιν, ἀλλὰ καὶ ἐν πολέμῳ καὶ ἐν δικαστηρίῳ καὶ πανταχοῦ ποιητέον ἃ ἂν κελεύῃ ἡ πόλις καὶ ἡ πατρίς, ἢ πείθειν αὐτὴν ᾗ τὸ δίκαιον πέφυκε· βιάζεσθαι δὲ οὐχ ὅσιον οὔτε μητέρα οὔτε πατέρα, πολὺ δὲ τούτων ἔτι ἧττον τὴν πατρίδα;
或者你竟是如此聪明,以至于你没有注意到,祖国比母亲、父亲以及所有其他祖先都更加尊贵、更加庄严、更加圣洁,无论在神明面前,还是在有理智的人们面前,都享有更高的地位? 并且,当祖国发怒时,人们必须比对父亲更要敬畏、顺从和安抚它,要么说服它,要么执行它所命令的事,如果它命令你遭受什么,也要静静地承受——无论是被殴打还是被囚禁,或者它把你带向战争去负伤或战死,这些都必须执行,而正义就是如此,人绝不能屈服、退却或擅离职守,而无论是在战争中、在法庭上还是在任何地方,都必须执行城邦和祖国所命令的事,否则就必须按照正义本然的样子去说服它;但对母亲或父亲诉诸暴力是不圣洁的,而对祖国诉诸暴力则更是大逆不道?
τί φήσομεν πρὸς ταῦτα, ὦ Κρίτων;
对此我们要怎么说呢,克里托?
ἀληθῆ λέγειν τοὺς νόμους ἢ οὔ;
法律说的是真话吗,还是不是?
ΚΡ. ἔμοιγε δοκεῖ.
克里托:在我看来确实如此。
ΣΩ. σκόπει τοίνυν, ὦ Σώκρατες, φαῖεν ἂν ἴσως οἱ νόμοι, εἰ ἡμεῖς ταῦτα ἀληθῆ λέγομεν, ὅτι οὐ δίκαια ἡμᾶς ἐπιχειρεῖς δρᾶν ἃ νῦν ἐπιχειρεῖς.
苏格拉底:“那么请考虑,苏格拉底,”法律也许会说,“如果我们在这件事上说的是真话,那么你现在企图做的事对我们而言是不正义的。
ἡμεῖς γάρ σε γεννήσαντες, ἐκθρέψαντες, παιδεύσαντες, μεταδόντες ἁπάντων ὧν οἷοί τʼ ἦμεν καλῶν σοὶ καὶ τοῖς ἄλλοις πᾶσιν πολίταις, ὅμως προαγορεύομεν τῷ ἐξουσίαν πεποιηκέναι Ἀθηναίων τῷ βουλομένῳ, ἐπειδὰν δοκιμασθῇ καὶ ἴδῃ τὰ ἐν τῇ πόλει πράγματα καὶ ἡμᾶς τοὺς νόμους, ᾧ ἂν μὴ ἀρέσκωμεν ἡμεῖς, ἐξεῖναι λαβόντα τὰ αὑτοῦ ἀπιέναι ὅποι ἂν βούληται.
因为我们生育了你,抚养了你,教育了你,并将我们所能提供的所有美好事物都分享给了你和所有其他市民,尽管如此,我们仍然公开宣告:我们已经赋予任何愿意的雅典人以许可,一旦他通过审查并看到了城邦的事务和我们这些法律,如果有人对我们不满意,他可以带着自己的财产去往任何他想去的地方。
καὶ οὐδεὶς ἡμῶν τῶν νόμων ἐμποδών ἐστιν οὐδʼ ἀπαγορεύει, ἐάντε τις βούληται ὑμῶν εἰς ἀποικίαν ἰέναι, εἰ μὴ ἀρέσκοιμεν ἡμεῖς τε καὶ ἡ πόλις, ἐάντε μετοικεῖν ἄλλοσέ ποι ἐλθών, ἰέναι ἐκεῖσε ὅποι ἂν βούληται, ἔχοντα τὰ αὑτοῦ.
我们法律中没有任何一个会阻碍或禁止,无论你们中有人是否想去殖民地——如果我们和城邦不合他的心意——还是想移居到其他地方,去到他想去的地方,带着他自己的财产。
ὃς δʼ ἂν ὑμῶν παραμείνῃ, ὁρῶν ὃν τρόπον ἡμεῖς τάς τε δίκας δικάζομεν καὶ τἆλλα τὴν πόλιν διοικοῦμεν, ἤδη φαμὲν τοῦτον ὡμολογηκέναι ἔργῳ ἡμῖν ἃ ἂν ἡμεῖς κελεύωμεν ποιήσειν ταῦτα, καὶ τὸν μὴ πειθόμενον τριχῇ φαμεν ἀδικεῖν, ὅτι τε γεννηταῖς οὖσιν ἡμῖν οὐ πείθεται, καὶ ὅτι τροφεῦσι, καὶ ὅτι ὁμολογήσας ἡμῖν πείσεσθαι οὔτε πείθεται οὔτε πείθει ἡμᾶς, εἰ μὴ καλῶς τι ποιοῦμεν, προτιθέντων ἡμῶν καὶ οὐκ ἀγρίως ἐπιταττόντων ποιεῖν ἃ ἂν κελεύωμεν, ἀλλὰ ἐφιέντων δυοῖν θάτερα, ἢ πείθειν ἡμᾶς ἢ ποιεῖν, τούτων οὐδέτερα ποιεῖ.
但你们中留下来的人,在看到我们裁判诉讼以及治理城邦的其他方式后,我们便说此人实际上已经与我们达成共识,将执行我们所命令的一切。 我们还说,不服从的人在三个方面行了不正义:因为他不服从生育他的我们,因为他不服从抚养他的我们,还因为他虽然承诺服从我们,却既不服从,也不在我们做得不妥时说服我们,尽管我们只是提出建议,而不是野蛮地命令他执行我们所吩咐的事,并且允许他在两件事中选择其一,要么说服我们,要么执行,但他这两者都没有做。 ”

词汇与语法注释

  1. ¦51a¦ὥστε ἅπερ πάσχοις ταῦτα καὶ ἀντιποιεῖν — 连词 `ὥστε` 表示结果,后接不定式 `反击(ἀντιποιεῖν)`。关系从句 `ἅπερ πάσχοις`(无论你可能遭受什么)中的希求法 `πάσχοις` 表示过去序列中的泛指/一般条件,受到主句过去时态动词 `ἦν` 的吸引。
  2. ¦51c¦ᾗ τὸ δίκαιον πέφυκε — 关系副词 `ᾗ` 表示方式、手段或方向,意为“按照正义本然的样子(来说服)”或“通过指明正义的本性所在”。
  3. ¦51d¦τῷ ἐξουσίαν πεποιηκέναι Ἀθηναίων τῷ βουλομένῳ — 带有与格冠词的完成时不定式 `τῷ ... πεποιηκέναι` 表示手段(“通过已经赋予……许可”)。`Ἀθηναίων` 是属格,修饰名词化的分词 `τῷ βουλομένῳ`(“愿意的人”),作部分属格(“在雅典人中凡是愿意的人”)。
  4. ¦52a¦προτιθέντων ἡμῶν... ἐφιέντων — 属格独立现在分词结构,其逻辑主语为法律(隐含 `ἡμῶν`),表示让步或伴随状况(“尽管我们提出……”)。`δυοῖν θάτερα`(两件事中的一件)由其同位语不定式 `ἢ πείθειν ἡμᾶς ἢ ποιεῖν`(要么说服我们,要么执行)作进一步说明。

引用这一段

柏拉图, 克里托篇 §51. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:51

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。