Humanitext Reader

柏拉图 · 克里托篇 §53-54

流亡的后果与顺应国法之声拒绝越狱

第 9 段,共 9 段 · 希腊语

内容简介

拟人化的法律完成了其说服,指出了苏格拉底若选择逃走将在社会、道德以及阴间面临的严重后果。说服结束后,苏格拉底表示法律的声音如祭祀的长笛般在心中回荡,最终克里托表示无言以对,二人决定顺应神旨,全篇结束。

§53ΣΩ. σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι·
苏格拉底:“但你既没有选择拉刻代蒙,也没有选择克里特——你总是说这些地方治理良好——也没有选择其他任何希腊城邦或蛮族城邦,你离开这里的次数,甚至比瘸子、瞎子和其他残疾人还要少。
οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δῆλον ὅτι·
显而易见,这座城邦以及我们法律,对你来说比对其他任何雅典人都更为合意。
τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων;
因为没有法律的城邦,又怎能合谁的心意呢?
νῦν δὲ δὴ οὐκ ἐμμενεῖς τοῖς ὡμολογημένοις;
现在你难道不遵守你的合意吗?
ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες· καὶ οὐ καταγέλαστός γε ἔσῃ ἐκ τῆς πόλεως ἐξελθών.
只要你听从我们,苏格拉底,你就应该遵守;这样你离开城邦时才不会成为笑柄。
σκόπει γὰρ δή, ταῦτα παραβὰς καὶ ἐξαμαρτάνων τι τούτων τί ἀγαθὸν ἐργάσῃ σαυτὸν ἢ τοὺς ἐπιτηδείους τοὺς σαυτοῦ.
请考虑一下:如果你违反这些协议并犯下这些错误,你会给自己或你的朋友带来什么好处呢?
ὅτι μὲν γὰρ κινδυνεύσουσί γέ σου οἱ ἐπιτήδειοι καὶ αὐτοὶ φεύγειν καὶ στερηθῆναι τῆς πόλεως ἢ τὴν οὐσίαν ἀπολέσαι, σχεδόν τι δῆλον·
因为你的朋友们也将面临被放逐、剥夺公民权或失去财产的危险,这几乎是显而易见的。
αὐτὸς δὲ πρῶτον μὲν ἐὰν εἰς τῶν ἐγγύτατά τινα πόλεων ἔλθῃς, ἢ Θήβαζε ἢ Μέγαράδε— εὐνομοῦνται γὰρ ἀμφότεραι—πολέμιος ἥξεις, ὦ Σώκρατες, τῇ τούτων πολιτείᾳ, καὶ ὅσοιπερ κήδονται τῶν αὑτῶν πόλεων ὑποβλέψονταί σε διαφθορέα ἡγούμενοι τῶν νόμων, καὶ βεβαιώσεις τοῖς δικασταῖς τὴν δόξαν, ὥστε δοκεῖν ὀρθῶς τὴν δίκην δικάσαι· ὅστις γὰρ νόμων διαφθορεύς ἐστιν σφόδρα που δόξειεν ἂν νέων γε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι.
而对于你自己,首先,如果你去到最近的城邦之一,比如底比斯或麦加拉——因为这两个城邦都治理良好——苏格拉底,你作为他们政体的敌人而去,所有关心自己城邦的人都会对你投以警惕的目光,把你视为法律的破坏者,并且你也会让法官们确信他们的判决是正确的,因为一个法律的破坏者,必然会被认为极其可能是年轻和无知者的破坏者。
πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους;
那么,你难道要避开治理良好的城邦和那些最体面的人吗?
καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται;
这样做,你活着还有什么价值呢?
ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος—τίνας λόγους, ὦ Σώκρατες;
或者你还要接近他们,厚着脸皮去交谈——苏格拉底,用什么话去交谈呢?
ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις καὶ τὰ νόμιμα καὶ οἱ νόμοι;
难道是像在这里一样,宣称美德和正义、制度和法律是对人类最有价值的东西吗?
καὶ οὐκ οἴει ἄσχημον φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα;
你难道不认为苏格拉底的行为会显得极其不雅吗?
οἴεσθαί γε χρή.
必须这样认为。
ἀλλʼ ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς Κρίτωνος;
那么,你要离开这些地方,去色萨利投奔克里托的朋友吗?
ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινα περιθέμενος, ἢ διφθέραν λαβὼν ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες, καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας·
因为那里确实是最无秩序、最放荡的地方,他们或许会很高兴听你讲述你是如何穿着某种伪装,或是披着一件皮袍,或是穿着逃跑者惯常穿的其他行头,改变了自己的外表,如此滑稽地从监狱里逃跑的。
ὅτι δὲ γέρων ἀνήρ, σμικροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος ὡς τὸ εἰκός, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβάς, οὐδεὶς ὃς ἐρεῖ;
但是,一个老人,在余生所剩无几的情况下,竟敢如此贪婪地苟活,违反了最伟大的法律,难道会没有人指责吗?
ἴσως, ἂν μή τινα λυπῇς· εἰ δὲ μή, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ.
也许不会,只要你不去得罪任何人;但如果你得罪了人,苏格拉底,你就会听到许多配不上你身份的羞辱之词。
ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους καὶ δουλεύων— τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν;
你将不得不去巴结所有人,像奴隶一样生活——在色萨利除了尽情享乐,你还能做什么? 简直就像是为了赴宴而旅行去色萨利一样。
§54ΣΩ. λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται;
那么,我们那些关于正义和其他美德的话语,又将置于何地呢?
ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἵνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς;
还是说,你是为了孩子们才想活下去,为了抚养和教育他们?
τί δέ;
怎么说呢?
εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτο ἀπολαύσωσιν;
你要把他们带到色萨利去抚养和教育,使他们成为异乡人,好让他们也享受这一“好处”吗?
ἢ τοῦτο μὲν οὔ, αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται μὴ συνόντος σοῦ αὐτοῖς;
或者不带去,只要你活着,即使不跟他们在一起,他们留在这里也能得到更好的抚养和教育吗?
οἱ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν.
因为你的朋友们会照顾他们。
πότερον ἐὰν μὲν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται, ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται;
难道你去了色萨利他们会照顾,而你去了阴间他们就不会照顾了吗?
εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστιν τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι, οἴεσθαί γε χρή.
如果那些自称是你朋友的人确实能帮上忙,我们就必须相信他们会照顾。
ἀλλʼ, ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς πάντα ταῦτα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν·
所以,苏格拉底,听从我们这些抚养你的人吧,不要把孩子、生命或任何其他东西看得比正义更重要,这样当你到达阴间时,你就可以在统治那里的判官面前为自己辩护。
οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ δικαιότερον οὐδὲ ὁσιώτερον, οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενί, οὔτε ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται.
因为不论是在这里,这样做对你而言并不显得更好、更正义、更虔敬,对你的任何亲友也是如此;还是在你到达那里时,境况也不会变得更好。
ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφʼ ἡμῶν τῶν νόμων ἀλλὰ ὑπʼ ἀνθρώπων·
如今你若离去,是受到了不公正的对待而离去,但这不是受到了我们法律的不公,而是受到了人类的不公。
ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει, σαυτόν τε καὶ φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι, καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοὶ οἱ ἐν Ἅιδου νόμοι οὐκ εὐμενῶς σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέρος.
但如果你如此可耻地逃跑,以不公报复不公,以恶报复恶,违反了你与我们达成的合意和契约,并伤害了你最不该伤害的人——你自己、朋友、祖国和我们,那么在你活着的时候,我们会对你发怒,而在阴间,我们的兄弟即那里的法律,也不会友好地接待你,因为他们知道你曾竭尽全力企图毁灭我们。
ἀλλὰ μή σε πείσῃ Κρίτων ποιεῖν ἃ λέγει μᾶλλον ἢ ἡμεῖς.
所以,不要让克里托说服你去做他的决定,而要听从我们的劝告。
ταῦτα, ὦ φίλε ἑταῖρε Κρίτων, εὖ ἴσθι ὅτι ἐγὼ δοκῶ ἀκούειν, ὥσπερ οἱ κορυβαντιῶντες τῶν αὐλῶν δοκοῦσιν ἀκούειν, καὶ ἐν ἐμοὶ αὕτη ἡ ἠχὴ τούτων τῶν λόγων βομβεῖ καὶ ποιεῖ μὴ δύνασθαι τῶν ἄλλων ἀκούειν·
” 亲爱的朋友克里托,请深知,我仿佛听到了这些声音,就像那些狂热的信徒仿佛听到了笛声一样;这些话语的回响在我的心中轰鸣,使我无法听清其他声音。
ἀλλὰ ἴσθι, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, ἐὰν λέγῃς παρὰ ταῦτα, μάτην ἐρεῖς.
但请知晓,以我目前的信念,如果你说出与此相反的话,你将是徒劳无功。
ὅμως μέντοι εἴ τι οἴει πλέον ποιήσειν, λέγε.
然而,如果你认为能有更多的成效,就请说吧。
ΚΡ. ἀλλʼ, ὦ Σώκρατες, οὐκ ἔχω λέγειν.
克里托:不,苏格拉底,我无话可说。
ΣΩ. ἔα τοίνυν, ὦ Κρίτων, καὶ πράττωμεν ταύτῃ, ἐπειδὴ ταύτῃ ὁ θεὸς ὑφηγεῖται.
苏格拉底:那么,克里托,就这样吧,让我们按照这条道路前行,因为神正是这样指引我们的。

词汇与语法注释

  1. 53aδῆλον ὅτι — 插入语,意为“显然”、“不言而喻”,用以强调苏格拉底对雅典法律的满意度是显而易见的。
  2. 53bὅτι μὲν γὰρ κινδυνεύσουσί — 连词 ὅτι 引导名词性从句,作为无人称短语 σχεδόν τι δῆλον(“几乎是显而易见的”)的主语或解释性补充。
  3. 54cτὸ σὸν μέρος — 副词性宾格,意为“就你而言”或“在你的能力范围内”,表明苏格拉底的逃跑在主观行为上相当于摧毁法律。
  4. 54dτῶν αὐλῶν — 属格,由动词 ἀκούειν(“听”)支配。根据语法规则,听到某种声音或乐器声时,该源头用属格表示。

引用这一段

柏拉图, 克里托篇 §53-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:53-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。