Humanitext Reader

柏拉图 · 克里托篇 §50

与拟人化法律的对话及越狱对法律的毁灭

第 6 段,共 9 段 · 希腊语

内容简介

苏格拉底论证越狱将毁灭城邦的法律,并通过与拟人化“法律”的对话,阐明了公民与国家法律之间不对等的契约和服从关系。

§50ΣΩ. ἐκ τούτων δὴ ἄθρει.
苏格拉底:那么,请根据这些来考虑。
ἀπιόντες ἐνθένδε ἡμεῖς μὴ πείσαντες τὴν πόλιν πότερον κακῶς τινας ποιοῦμεν, καὶ ταῦτα οὓς ἥκιστα δεῖ, ἢ οὔ;
如果我们不经说服城邦就从这里离开,我们是否在危害某些人,而且正是那些最不应该受危害的人,还是没有?
καὶ ἐμμένομεν οἷς ὡμολογήσαμεν δικαίοις οὖσιν ἢ οὔ;
我们是否坚持了我们同意为正义的那些事,还是没有?
ΚΡ. οὐκ ἔχω, ὦ Σώκρατες, ἀποκρίνασθαι πρὸς ὃ ἐρωτᾷς· οὐ γὰρ ἐννοῶ.
克里托:苏格拉底,我无法回答你的提问,因为我弄不懂。
ΣΩ. ἀλλʼ ὧδε σκόπει.
苏格拉底:那么这样考虑吧。
εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθʼ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καὶ τὸ κοινὸν τῆς πόλεως ἐπιστάντες ἔροιντο· εἰπέ μοι, ὦ Σώκρατες, τί ἐν νῷ ἔχεις ποιεῖν;
如果,正当我们准备从这里逃跑——无论这该称为什么——法律和城邦的共同体走上上前,站在我们面前问: “告诉我,苏格拉底,你心里打算做什么?
ἄλλο τι ἢ τούτῳ τῷ ἔργῳ ᾧ ἐπιχειρεῖς διανοῇ τούς τε νόμους ἡμᾶς ἀπολέσαι καὶ σύμπασαν τὴν πόλιν τὸ σὸν μέρος;
你企图通过这个行为,难道不就是在你自己的本分内,意图毁灭我们这些法律以及整个城邦吗?
ἢ δοκεῖ σοι οἷόν τε ἔτι ἐκείνην τὴν πόλιν εἶναι καὶ μὴ ἀνατετράφθαι, ἐν ᾗ ἂν αἱ γενόμεναι δίκαι μηδὲν ἰσχύωσιν ἀλλὰ ὑπὸ ἰδιωτῶν ἄκυροί τε γίγνωνται καὶ διαφθείρωνται;
或者你认为,一个已经作出的判决毫无效力、反而被私人宣布无效并予以毁灭的城邦,还能继续存在而不被颠覆吗?
τί ἐροῦμεν, ὦ Κρίτων, πρὸς ταῦτα καὶ ἄλλα τοιαῦτα;
” 克里托,面对这些以及其他类似的问题,我们要怎么说呢?
πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι.
因为任何人,尤其是演说家,都会有很多话可以为这条被毁灭的法律进行辩护,这条法律规定已判决的判决必须有效。
ἢ ἐροῦμεν πρὸς αὐτοὺς ὅτι ἠδίκει γὰρ ἡμᾶς ἡ πόλις καὶ οὐκ ὀρθῶς τὴν δίκην ἔκρινεν;
难道我们要对他们说: ‘因为城邦对我们行了不正义,并且没有正确地裁判这桩案件’?
ταῦτα ἢ τί ἐροῦμεν;
我们要说这个,还是说什么?
ΚΡ. ταῦτα νὴ Δία, ὦ Σώκρατες.
克里托:凭宙斯起誓,苏格拉底,就说这个!
ΣΩ. τί οὖν ἂν εἴπωσιν οἱ νόμοι·
苏格拉底:那么,如果法律接着说: “苏格拉底,我们和你之间也是这样约定的吗?
ὦ Σώκρατες, ἦ καὶ ταῦτα ὡμολόγητο ἡμῖν τε καὶ σοί, ἢ ἐμμενεῖν ταῖς δίκαις αἷς ἂν ἡ πόλις δικάζῃ;
还是约定要服从城邦所作出的判决?
εἰ οὖν αὐτῶν θαυμάζοιμεν λεγόντων, ἴσως ἂν εἴποιεν ὅτι ὦ Σώκρατες, μὴ θαύμαζε τὰ λεγόμενα ἀλλʼ ἀποκρίνου, ἐπειδὴ καὶ εἴωθας χρῆσθαι τῷ ἐρωτᾶν τε καὶ ἀποκρίνεσθαι.
” 如果我们对他们说的话表示惊异,他们也许会说: “苏格拉底,不要对我们说的话感到惊异,而是回答我们,因为你也习惯于使用提问和回答的方式。
φέρε γάρ, τί ἐγκαλῶν ἡμῖν καὶ τῇ πόλει ἐπιχειρεῖς ἡμᾶς ἀπολλύναι;
来吧,你对我们和城邦有什么不满,竟企图毁灭我们?
οὐ πρῶτον μέν σε ἐγεννήσαμεν ἡμεῖς, καὶ διʼ ἡμῶν ἔλαβε τὴν μητέρα σου ὁ πατὴρ καὶ ἐφύτευσέν σε;
首先,难道不是我们给予了你生命,并且你的父亲通过我们娶了你的母亲并生下了你?
φράσον οὖν, τούτοις ἡμῶν, τοῖς νόμοις τοῖς περὶ τοὺς γάμους, μέμφῃ τι ὡς οὐ καλῶς ἔχουσιν;
那么请告诉我们,对于我们中关于婚姻的这些法律,你有什么责怪,认为它们不好吗?
οὐ μέμφομαι, φαίην ἄν.
” “我不责怪,” 我应该会这样说。
ἀλλὰ τοῖς περὶ τὴν τοῦ γενομένου τροφήν τε καὶ παιδείαν ἐν ᾗ καὶ σὺ ἐπαιδεύθης;
“那么,对于关于出生后的抚养和教育——你也在其中接受了教育——的法律呢?
ἢ οὐ καλῶς προσέταττον ἡμῶν οἱ ἐπὶ τούτῳ τεταγμένοι νόμοι, παραγγέλλοντες τῷ πατρὶ τῷ σῷ σε ἐν μουσικῇ καὶ γυμναστικῇ παιδεύειν;
难道我们中被指派负责此事的法律指示得不好吗,当它们命令你的父亲在诗乐和体育上教育你时?
καλῶς, φαίην ἄν.
” “指示得很好,” 我应该会这样说。
εἶεν.
“很好。
ἐπειδὴ δὲ ἐγένου τε καὶ ἐξετράφης καὶ ἐπαιδεύθης, ἔχοις ἂν εἰπεῖν πρῶτον μὲν ὡς οὐχὶ ἡμέτερος ἦσθα καὶ ἔκγονος καὶ δοῦλος, αὐτός τε καὶ οἱ σοὶ πρόγονοι;
既然你出生、被抚养并接受了教育,你首先能说,你和你自己的祖先不属于我们,不是我们的子嗣和奴隶吗?
καὶ εἰ τοῦθʼ οὕτως ἔχει, ἆρʼ ἐξ ἴσου οἴει εἶναι σοὶ τὸ δίκαιον καὶ ἡμῖν, καὶ ἅττʼ ἂν ἡμεῖς σε ἐπιχειρῶμεν ποιεῖν, καὶ σοὶ ταῦτα ἀντιποιεῖν οἴει δίκαιον εἶναι;
如果确实如此,难道你认为你和我们之间的正义是对等的吗? 你认为,无论我们企图对你做什么,你对我们做同样的事作为回报也是正义的吗? ”

词汇与语法注释

  1. 50aοἷς ὡμολογήσαμεν δικαίοις οὖσιν — 该结构展示了“关系代名词同化(attraction)”现象。原本应当是伴随与格先行词的 τούτοις ἃ ὡμολογήσαμεν δίκαια εἶναι(我们同意为正义的那些事),但关系代词 ἃ 被吸引为与格 οἷς,其宾语补足语及分词 δίκαια εἶναι 也随之被吸引为与格复数的 δικαίοις οὖσιν。
  2. 50bἄλλο τι ἢ — 意为“难道不是……吗?”的惯用表达,用于引导期待肯定回答的反问句。该结构源自双重疑问结构 ἄλλο τι [ἔστιν] ἤ...(除此以外难道还有别的东西吗?)。
  3. 50cἦ καὶ ταῦτα ὡμολόγητο ἡμῖν τε καὶ σοί, ἢ ἐμμενεῖν ταῖς δίκαις — 由连词 ἤ 引导的二选一析取结构。指示代词 ταῦτα(这些,即指逃避审判的越狱行为)与不定式短语 ἐμμενεῖν ταῖς δίκαις(服从判决)形成对比。此句追问“我们与你之间约定的究竟是这桩行为(越狱),还是服从判决”。
  4. 50eὡς οὐχὶ ἡμέτερος ἦσθα — 引导名词性从句的连词 ὡς 内部包含了强否定词 οὐχὶ,该从句作为前文动词 ἔχοις 表达(“你能说得出来吗”)的宾语。在反问语气中,该结构双重否定地强调了“你无法否认你属于我们”这一肯定事实。

引用这一段

柏拉图, 克里托篇 §50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。