§47ΣΩ. —σὺ γάρ, ὅσα γε τἀνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνῄσκειν αὔριον, καὶ οὐκ ἂν σὲ παρακρούοι ἡ παροῦσα συμφορά·
苏格拉底:——因为在人类事物的范围内,你明天并不会死,现在的灾难也不会使你的判断产生偏差。
σκόπει δή—οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν ἀλλὰ τὰς μέν, τὰς δʼ οὔ, οὐδὲ πάντων ἀλλὰ τῶν μέν, τῶν δʼ οὔ;
所以请考虑一下——你难道不认为这个论点说得很充分吗:我们不应该尊重人们所有的舆论,而应该尊重一些,不尊重另一些;也不应该尊重所有人的舆论,而应该尊重一些人的,不尊重另一些人的?
τί φῄς;
你怎么看?
ταῦτα οὐχὶ καλῶς λέγεται;
这难道说得不对吗?
ΚΡ. καλῶς.
克里托:对。
ΣΩ. οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή;
苏格拉底:那么,我们应该尊重好的舆论,而不应该尊重坏的舆论?
ΚΡ. ναί.
克里托:是的。
ΣΩ. χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;
苏格拉底:而好的舆论是那些聪明人的,坏的是那些愚蠢人的,不是吗?
ΚΡ. πῶς δʼ οὔ;
克里托:怎么会不是呢?
ΣΩ. φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο;
苏格拉底:那么,来看看,关于这类事情以前又是怎么说的?
γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν;
一个正在进行体育锻炼并以此为业的人,他是对每一个人的称赞、指责和舆论都予以关注呢,还是只对那唯一一个恰好是医生或教练的人予以关注呢?
ΚΡ. ἑνὸς μόνου.
克里托:只对那唯一的一个人。
ΣΩ. οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου ἀλλὰ μὴ τοὺς τῶν πολλῶν.
苏格拉底:因此,他应该害怕那唯一一个人的指责,欢迎他的称赞,而不应该理会大众的。
ΚΡ. δῆλα δή.
克里托:显然如此。
ΣΩ. ταύτῃ ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἑνὶ δοκῇ, τῷ ἐπιστάτῃ καὶ ἐπαΐοντι, μᾶλλον ἢ ᾗ σύμπασι τοῖς ἄλλοις.
苏格拉底:那么,他必须按照那唯一的一个人,即指导者和专家的意愿来行动、锻炼、饮食,而不是按照其他所有人的意愿。
ΚΡ. ἔστι ταῦτα.
克里托:确实如此。
ΣΩ. εἶεν.
苏格拉底:很好。
ἀπειθήσας δὲ τῷ ἑνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων, ἆρα οὐδὲν κακὸν πείσεται;
但如果他违背那唯一的一个人,不尊重他的意见和称赞,却去尊重那些毫无专长的大众的意见,他难道不会遭受什么伤害吗?
ΚΡ. πῶς γὰρ οὔ;
克里托:怎么会不遭受呢?
ΣΩ. τί δʼ ἔστι τὸ κακὸν τοῦτο, καὶ ποῖ τείνει, καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος;
苏格拉底:那么这伤害是什么,它指向哪里,又波及到违背者身上的哪一个部分?
ΚΡ. δῆλον ὅτι εἰς τὸ σῶμα· τοῦτο γὰρ διόλλυσι.
克里托:显然是身体;因为这会毁了身体。
ΣΩ. καλῶς λέγεις.
苏格拉底:你说得对。
οὐκοῦν καὶ τἆλλα, ὦ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διΐωμεν, καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστιν, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ σύμπαντας τοὺς ἄλλους;
那么,克里托,其他事情不也是这样吗? 为了不逐一罗列,特别是关于正义与非正义、丑恶与美好、善良与邪恶这些我们现在正在讨论的事情,我们难道应该跟从大众的舆论并害怕它,还是应该跟从那唯一一个人的舆论——如果有这么一位专家的话——我们应该比尊重和害怕其他所有人更尊重和害怕他呢?
ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίγνετο τῷ δὲ ἀδίκῳ ἀπώλλυτο.
如果我们不跟从他,我们就会毁坏并伤害那个因正义而变得更好、因非正义而毁灭的部分。
ἢ οὐδέν ἐστι τοῦτο;
还是说根本没有这个部分?
ΚΡ. οἶμαι ἔγωγε, ὦ Σώκρατες.
克里托:我认为是有的,苏格拉底。
ΣΩ. φέρε δή, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν πειθόμενοι μὴ τῇ τῶν ἐπαϊόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστιν διεφθαρμένου αὐτοῦ;
苏格拉底:那么,来看看,如果我们不听从专家的舆论,毁掉了那个因健康而变得更好、因疾病而毁坏的部分,在它被毁坏之后,我们活着还有价值吗?
ἔστι δέ που τοῦτο σῶμα· ἢ οὐχί;
而这个部分大概就是身体,不是吗?
ΚΡ. ναί.
克里托:是的。
ΣΩ. ἆρʼ οὖν βιωτὸν ἡμῖν ἐστιν μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος;
苏格拉底:那么,带着一个虚弱且被毁坏的身体,我们活着还有价值吗?
ΚΡ. οὐδαμῶς.
克里托:绝没有。
ΣΩ. ἀλλὰ μετʼ ἐκείνου ἄρʼ ἡμῖν βιωτὸν διεφθαρμένου, ᾧ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν;
苏格拉底:那么,当那个被非正义所伤害、被正义所裨益的部分被毁坏之后,我们活着还有价值吗?
ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅτι ποτʼ ἐστὶ τῶν ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν;
还是说,我们认为在我们所有的部分中,那个与非正义和正义相关的部分,是比身体更没有价值的呢?