Humanitext Reader

柏拉图 · 克里托篇 §48

提议仅探讨逃走是否符合正义

第 4 段,共 9 段 · 希腊语

内容简介

苏格拉底主张,他们不应理会大众的舆论,而应听从关于正义与否的专家和真理本身。他强调,他们唯一需要考量的是逃走是否正义,而无需顾虑生死或其他后果。

§48ΚΡ. οὐδαμῶς.
克里托:绝没有。
ΣΩ. ἀλλὰ τιμιώτερον;
苏格拉底:那么,它是不是更宝贵呢?
ΚΡ. πολύ γε.
克里托:那当然了。
ΣΩ. οὐκ ἄρα, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλʼ ὅτι ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς καὶ αὐτὴ ἡ ἀλήθεια.
苏格拉底:因此,最优秀的朋友啊,我们并不需要那么在意大众对我们会说些什么,而只要在意那个在正义与非正义方面的专家,这唯一的一个人,以及真理本身。
ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων.
所以,首先在这一点上你建议得不对,你建议我们应该在意大众关于正义、美、善以及它们对立面的舆论。
ἀλλὰ μὲν δή, φαίη γʼ ἄν τις, οἷοί τέ εἰσιν ἡμᾶς οἱ πολλοὶ ἀποκτεινύναι.
但是,确实,有人可能会说,大众是能够把我们处死的。
ΚΡ. δῆλα δὴ καὶ ταῦτα· φαίη γὰρ ἄν, ὦ Σώκρατες.
克里托:这显然也是事实;因为有人确实会这么说,苏格拉底。
ἀληθῆ λέγεις.
你说得对。
ΣΩ. ἀλλʼ, ὦ θαυμάσιε, οὗτός τε ὁ λόγος ὃν διεληλύθαμεν ἔμοιγε δοκεῖ ἔτι ὅμοιος εἶναι καὶ πρότερον·
苏格拉底:但是,神奇的朋友啊,我们刚才讨论过的这个论点在我看来仍然和以前一样。
καὶ τόνδε δὲ αὖ σκόπει εἰ ἔτι μένει ἡμῖν ἢ οὔ, ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον ἀλλὰ τὸ εὖ ζῆν.
请你再看一看这一个论点,看它对我们来说是否依然成立:我们不应当把生存看得最重要,而应当把过得好做得最重要。
ΚΡ. ἀλλὰ μένει.
克里托:它依然成立。
ΣΩ. τὸ δὲ εὖ καὶ καλῶς καὶ δικαίως ὅτι ταὐτόν ἐστιν, μένει ἢ οὐ μένει;
苏格拉底:而过得好、过得美、过得正义是同一回事,这成立还是不成立?
ΚΡ. μένει.
克里托:成立。
ΣΩ. οὐκοῦν ἐκ τῶν ὁμολογουμένων τοῦτο σκεπτέον, πότερον δίκαιον ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι μὴ ἀφιέντων Ἀθηναίων ἢ οὐ δίκαιον·
苏格拉底:那么,根据已经达成的协议,我们要考虑这件事:在雅典人不放我的情况下,我尝试从这里逃走是正义的,还是不正义的。
καὶ ἐὰν μὲν φαίνηται δίκαιον, πειρώμεθα, εἰ δὲ μή, ἐῶμεν.
如果显得是正义的,我们就尝试;如果不是,我们就放弃。
ἃς δὲ σὺ λέγεις τὰς σκέψεις περί τε ἀναλώσεως χρημάτων καὶ δόξης καὶ παίδων τροφῆς, μὴ ὡς ἀληθῶς ταῦτα, ὦ Κρίτων, σκέμματα ᾖ τῶν ῥᾳδίως ἀποκτεινύντων καὶ ἀναβιωσκομένων γʼ ἄν, εἰ οἷοί τʼ ἦσαν, οὐδενὶ ξὺν νῷ, τούτων τῶν πολλῶν.
至于你所说的那些关于金钱开支、名誉和抚养子女的考量,克里托,我担心这些确实只是那些容易把人处死,并且如果有能力的话,又会毫无理智地把人救活的人的考量——也就是那群大众的考量。
ἡμῖν δʼ, ἐπειδὴ ὁ λόγος οὕτως αἱρεῖ, μὴ οὐδὲν ἄλλο σκεπτέον ᾖ ἢ ὅπερ νυνδὴ ἐλέγομεν, πότερον δίκαια πράξομεν καὶ χρήματα τελοῦντες τούτοις τοῖς ἐμὲ ἐνθένδε ἐξάξουσιν καὶ χάριτας, καὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι, ἢ τῇ ἀληθείᾳ ἀδικήσομεν πάντα ταῦτα ποιοῦντες·
但对我们来说,既然论理如此指引,我们恐怕除了刚才所说的那件事之外没有别的要考量了:我们给那些把我从这里带出去的人付钱和致谢,并且我们自己既作为带路者又作为被带出者,我们这样做究竟是在行正义,还是在真实中做尽了不正义的事。
κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι, μὴ οὐ δέῃ ὑπολογίζεσθαι οὔτʼ εἰ ἀποθνῄσκειν δεῖ παραμένοντας καὶ ἡσυχίαν ἄγοντας, οὔτε ἄλλο ὁτιοῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν.
如果我们显得是在做不正义的事,我们恐怕不应当去考虑我们留在这里静静等待死亡,或者遭受任何其他后果,而绝不能行不正义。
ΚΡ. καλῶς μέν μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, ὅρα δὲ τί δρῶμεν.
克里托:苏格拉底,我认为你说的很对,但请看我们应该怎么办。
ΣΩ. σκοπῶμεν, ὦ ἀγαθέ, κοινῇ, καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, ἀντίλεγε καί σοι πείσομαι·
苏格拉底:我的好朋友,让我们共同考虑,如果你在我说话时有什么反驳,就反驳吧,我会听从你的。
εἰ δὲ μή, παῦσαι ἤδη, ὦ μακάριε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, ὡς χρὴ ἐνθένδε ἀκόντων Ἀθηναίων ἐμὲ ἀπιέναι·
如果不是,幸福的人啊,就请不要再一再地对我重复相同的话,说我必须违背雅典人的意愿离开这里。
ὡς ἐγὼ περὶ πολλοῦ ποιοῦμαι πείσας σε ταῦτα πράττειν, ἀλλὰ μὴ ἄκοντος.
因为我非常重视在说服你之后做这件事,而不是违背你的意愿。
ὅρα δὲ δὴ τῆς σκέψεως τὴν ἀρχὴν ἐάν σοι ἱκανῶς λέγηται, καὶ πειρῶ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ᾗ ἂν μάλιστα οἴῃ.
请看,这个思考的起点对你来说是否说得充分,并请试着用你认为最正确的方式来回答所提的问题。

词汇与语法注释

  1. 48aτί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς — 动词 ἐροῦσιν(ἐρῶ 的第三人称复数将来时)以宾格 ἡμᾶς 为其宾语,意思是“大众会怎么说我们”。
  2. 48cμὴ ὡς ἀληθῶς ταῦτα, ὦ Κρίτων, σκέμματα ᾖ — 带有虚拟语气 ᾖ 的独立 μὴ 从句,表示说话者的担忧、顾虑或委婉的断言(“我担心这些确实只是……的考量”)。
  3. 48cμὴ οὐδὲν ἄλλο σκεπτέον ᾖ — 类似于前述的 μὴ ᾖ 结构,但此处加上了否定词 οὐδέν(μὴ οὐ + 虚拟语气),整体表示“我们恐怕除了……之外没有别的要考量了”。скеπτέον 是动形容词中性单数,无人称使用,表示“必须考量”的义务。
  4. 48dκαὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι — 主语指代苏格拉底和克里托双方(αὐτοί)。主动分词 ἐξάγοντες 指“带路的人”(克里托等人),而被动(或中动)分词 ἐξαγόμενοι 指“被带出的人”(苏格拉底),共同描绘了两人合谋的逃走行动。
  5. 48eὡς ἐγὼ περὶ πολλοῦ ποιοῦμαι πείσας σε ταῦτα πράττειν — 连词 ὡς 引导原因从句(“因为……”)。短语 περὶ πολλοῦ ποιοῦμαι 是惯用表达,意为“高度重视”。分词 πείσας(πείθω 的不定过去时主动分词)表示条件或手段,意为“在说服你之后做这件事”。

引用这一段

柏拉图, 克里托篇 §48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。