§43ΣΩ. τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων;
苏格拉底:克里托,你怎么这个时候来了?
ἢ οὐ πρῲ ἔτι ἐστίν;
难道现在时间还早吗?
ΚΡ. πάνυ μὲν οὖν.
克里托:确实还很早。
ΣΩ. πηνίκα μάλιστα;
苏格拉底:具体大约是什么时候?
ΚΡ. ὄρθρος βαθύς.
克里托:夜色尚深(黎明前)。
ΣΩ. θαυμάζω ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι.
苏格拉底:我感到惊讶,看守监狱的人怎么会愿意听你的话让你进来。
ΚΡ. συνήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες, διὰ τὸ πολλάκις δεῦρο φοιτᾶν, καί τι καὶ εὐεργέτηται ὑπʼ ἐμοῦ.
克里托:苏格拉底,他和我已经很熟了,因为我经常来这里,而且他也从我这里得到过一些好处。
ΣΩ. ἄρτι δὲ ἥκεις ἢ πάλαι;
苏格拉底:你刚来,还是来了很久了?
ΚΡ. ἐπιεικῶς πάλαι.
克里托:来了挺久了。
ΣΩ. εἶτα πῶς οὐκ εὐθὺς ἐπήγειράς με, ἀλλὰ σιγῇ παρακάθησαι;
苏格拉底:那你为什么不立刻叫醒我,反而默默地坐在我身边呢?
ΚΡ. οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐδʼ ἂν αὐτὸς ἤθελον ἐν τοσαύτῃ τε ἀγρυπνίᾳ καὶ λύπῃ εἶναι, ἀλλὰ καὶ σοῦ πάλαι θαυμάζω αἰσθανόμενος ὡς ἡδέως καθεύδεις·
克里托:不,凭宙斯起誓,苏格拉底,我自己也不愿意处于如此失眠和痛苦之中。 但我很早就对你感到惊讶,看到你睡得多么香甜。
καὶ ἐπίτηδές σε οὐκ ἤγειρον ἵνα ὡς ἥδιστα διάγῃς.
我故意没有叫醒你,是为了让你过得尽可能舒适。
καὶ πολλάκις μὲν δή σε καὶ πρότερον ἐν παντὶ τῷ βίῳ ηὐδαιμόνισα τοῦ τρόπου, πολὺ δὲ μάλιστα ἐν τῇ νῦν παρεστώσῃ συμφορᾷ, ὡς ῥᾳδίως αὐτὴν καὶ πρᾴως φέρεις.
在你的整个人生中,我曾多次为你的性格(性情)感到庆幸,但在眼下的不幸中,这种感觉最为强烈,看到你如此轻松、温和地面对它。
ΣΩ. καὶ γὰρ ἄν, ὦ Κρίτων, πλημμελὲς εἴη ἀγανακτεῖν τηλικοῦτον ὄντα εἰ δεῖ ἤδη τελευτᾶν.
苏格拉底:是啊,克里托,到了这个年纪,如果还因为不得不死而感到愤愤不平,那是极不协调的。
ΚΡ. καὶ ἄλλοι, ὦ Σώκρατες, τηλικοῦτοι ἐν τοιαύταις συμφοραῖς ἁλίσκονται, ἀλλʼ οὐδὲν αὐτοὺς ἐπιλύεται ἡ ἡλικία τὸ μὴ οὐχὶ ἀγανακτεῖν τῇ παρούσῃ τύχῃ.
克里托:苏格拉底,其他这个年纪的人也会遭遇这样的不幸,但他们的年龄并不能免除他们对眼前命运的愤慨。
ΣΩ. ἔστι ταῦτα.
苏格拉底:确实如此。
ἀλλὰ τί δὴ οὕτω πρῲ ἀφῖξαι;
但你到底为什么来得这么早?
ΚΡ. ἀγγελίαν, ὦ Σώκρατες, φέρων χαλεπήν, οὐ σοί, ὡς ἐμοὶ φαίνεται, ἀλλʼ ἐμοὶ καὶ τοῖς σοῖς ἐπιτηδείοις πᾶσιν καὶ χαλεπὴν καὶ βαρεῖαν, ἣν ἐγώ, ὡς ἐμοὶ δοκῶ, ἐν τοῖς βαρύτατʼ ἂν ἐνέγκαιμι.
克里托:苏格拉底,我带来了一个坏消息。 对我来说,它似乎不是给你的,而是给我和你的所有朋友的,一个艰难而沉重的消息,而在我看来,我将是承受这痛苦最深重的人。
ΣΩ. τίνα ταύτην;
苏格拉底:这是什么消息?
ἢ τὸ πλοῖον ἀφῖκται ἐκ Δήλου, οὗ δεῖ ἀφικομένου τεθνάναι με;
是提洛岛的那艘船到了,一旦它到了我就必须死吗?
ΚΡ. οὔτοι δὴ ἀφῖκται, ἀλλὰ δοκεῖν μέν μοι ἥξει τήμερον ἐξ ὧν ἀπαγγέλλουσιν ἥκοντές τινες ἀπὸ Σουνίου καὶ καταλιπόντες ἐκεῖ αὐτό.
克里托:确实还没到,但从一些从苏尼翁来、并在那里留下船的人的报告来看,我想它今天就会到。
δῆλον οὖν ἐκ τούτων ὅτι ἥξει τήμερον, καὶ ἀνάγκη δὴ εἰς αὔριον ἔσται, ὦ Σώκρατες, τὸν βίον σε τελευτᾶν.
显然,从这些报告中可以看出,它今天就会到,苏格拉底,这样的话,明天你就不得不结束生命了。
ΣΩ. ἀλλʼ, ὦ Κρίτων, τύχῃ ἀγαθῇ, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ ἔστω·
苏格拉底:好吧,克里托,祝好运。 如果神明喜欢这样,那就这样吧。
οὐ μέντοι οἶμαι ἥξειν αὐτὸ τήμερον.
不过,我认为它今天不会到。
§44ΚΡ. πόθεν τοῦτο τεκμαίρῃ;
克里托:你从哪里推测出这一点的?
ΣΩ. ἐγώ σοι ἐρῶ.
苏格拉底:我会告诉你的。
τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνῄσκειν ἢ ᾗ ἂν ἔλθῃ τὸ πλοῖον.
因为在船到的第二天,我就应该死去。
ΚΡ. φασί γέ τοι δὴ οἱ τούτων κύριοι.
克里托:负责这些事情的人确实是这么说的。
ΣΩ. οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν ἀλλὰ τῆς ἑτέρας.
苏格拉底:因此,我认为船不是在即将到来的今天到达,而是在后天。
τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου ὃ ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός·
我之所以这样推测,是因为我刚才在夜里做的一个梦。
καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με.
而你没有叫醒我,似乎是在一个恰当的时机。
ΚΡ. ἦν δὲ δὴ τί τὸ ἐνύπνιον;
克里托:那梦究竟是什么呢?
ΣΩ. ἐδόκει τίς μοι γυνὴ προσελθοῦσα καλὴ καὶ εὐειδής, λευκὰ ἱμάτια ἔχουσα, καλέσαι με καὶ εἰπεῖν· ὦ Σώκρατες,
"
ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο.
苏格拉底:我梦见一位美丽庄严、身穿白衣的妇女向我走来,呼唤我并说:“苏格拉底啊,第三日你将到达丰饶的普提亚。
"
ΚΡ. ἄτοπον τὸ ἐνύπνιον, ὦ Σώκρατες.
” 克里托:这梦真奇怪,苏格拉底。
ΣΩ. ἐναργὲς μὲν οὖν, ὥς γέ μοι δοκεῖ, ὦ Κρίτων.
苏格拉底:但在我看来,克里托,它非常清晰。
ΚΡ. λίαν γε, ὡς ἔοικεν.
克里托:确实太清晰了,正如所见。
ἀλλʼ, ὦ δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι·
但是,我敬爱的苏格拉底,现在还请听我的话,拯救你自己吧。
ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, ὡς οἷός τʼ ὤν σε σῴζειν εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι.
因为对我来说,如果你死去了,这不仅仅是一个不幸,而且除了失去像你这样我再也找不到的朋友之外,在许多不了解你我真实情况的人看来,我会显得像是只要愿意花钱就能救你,却因为疏忽而没有去做。
καίτοι τίς ἂν αἰσχίων εἴη ταύτης δόξα ἢ δοκεῖν χρήματα περὶ πλείονος ποιεῖσθαι ἢ φίλους;
然而,还有什么名声比被认为看重金钱胜过朋友更令人耻辱的呢?
οὐ γὰρ πείσονται οἱ πολλοὶ ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε ἡμῶν προθυμουμένων.
因为大多数人是不会相信我们热切劝说而你却自己不愿意离开这里的。
ΣΩ. ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει;
苏格拉底:但是,亲爱的克里托,我们为什么这么在意大众多人的看法呢?
οἱ γὰρ ἐπιεικέστατοι, ὧν μᾶλλον ἄξιον φροντίζειν, ἡγήσονται αὐτὰ οὕτω πεπρᾶχθαι ὥσπερ ἂν πραχθῇ.
那些最通达事理的人(我们更应该重视他们),会认为事情就是按照实际发生的那样去做的。
ΚΡ. ἀλλʼ ὁρᾷς δὴ ὅτι ἀνάγκη, ὦ Σώκρατες, καὶ τῆς τῶν πολλῶν δόξης μέλειν.
克里托:但你已经看到了,苏格拉底,我们也必须在意大众的看法。
αὐτὰ δὲ δῆλα τὰ παρόντα νυνὶ ὅτι οἷοί τʼ εἰσὶν οἱ πολλοὶ οὐ τὰ σμικρότατα τῶν κακῶν ἐξεργάζεσθαι ἀλλὰ τὰ μέγιστα σχεδόν, ἐάν τις ἐν αὐτοῖς διαβεβλημένος ᾖ.
眼前的现实本身就很明显:如果有人在他们中间受到诽谤,大众能够做出的,绝非最小的恶,而几乎是最大的恶。
ΣΩ. εἰ γὰρ ὤφελον, ὦ Κρίτων, οἷοί τʼ εἶναι οἱ πολλοὶ τὰ μέγιστα κακὰ ἐργάζεσθαι, ἵνα οἷοί τʼ ἦσαν καὶ ἀγαθὰ τὰ μέγιστα, καὶ καλῶς ἂν εἶχεν.
苏格拉底:克里托,要是大众真的能做出最大的恶就好了!
νῦν δὲ οὐδέτερα οἷοί τε·
这样他们也就能做出最大的善,那该有多好。
οὔτε γὰρ φρόνιμον οὔτε ἄφρονα δυνατοὶ ποιῆσαι, ποιοῦσι δὲ τοῦτο ὅτι ἂν τύχωσι.
但现在他们两者都做不到:他们既不能使人聪明,也不能使人愚蠢,他们只是随心所欲地做事。
ΚΡ. ταῦτα μὲν δὴ οὕτως ἐχέτω·
克里托:这事先这样吧。
τάδε δέ, ὦ Σώκρατες, εἰπέ μοι. ἆρά γε μὴ ἐμοῦ προμηθῇ καὶ τῶν ἄλλων ἐπιτηδείων μή, ἐὰν σὺ ἐνθένδε ἐξέλθῃς, οἱ συκοφάνται ἡμῖν πράγματα παρέχωσιν ὡς σὲ ἐνθένδε ἐκκλέψασιν, καὶ ἀναγκασθῶμεν ἢ καὶ πᾶσαν τὴν οὐσίαν ἀποβαλεῖν ἢ συχνὰ χρήματα, ἢ καὶ ἄλλο τι πρὸς τούτοις παθεῖν;
但苏格拉底,请告诉我这件事:你难道不是在为我和其他朋友担心,害怕如果你离开这里,告发者们会因为我们把你偷偷带走而给我们找麻烦,导致我们不得不损失全部财产或大笔金钱,甚至还要遭受其他的痛苦吗?