Humanitext Reader

柏拉图 · 申辩篇 §30

劝勉市民关注意识与充当城邦牛虻的使命

第 12 段,共 19 段 · 希腊语

内容简介

苏格拉底阐明了自己督促市民追求美德的神圣使命,并表示自己将继续充当神附于雅典这匹钝马身上的牛虻。

§30καὶ ἐάν τις ὑμῶν ἀμφισβητήσῃ καὶ φῇ ἐπιμελεῖσθαι, οὐκ εὐθὺς ἀφήσω αὐτὸν οὐδʼ ἄπειμι, ἀλλʼ ἐρήσομαι αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκῇ κεκτῆσθαι ἀρετήν, φάναι δέ, ὀνειδιῶ ὅτι τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖται, τὰ δὲ φαυλότερα περὶ πλείονος.
如果你们中有人提出异议,并声称自己确实在操心,我不会立刻放走他,也不会离去,而是要向他提问,对他进行审视和诘问。 如果在我看来,他并未拥有美德,却声称自己拥有,我就会指责他,因为他把最宝贵的东西看得最轻,而把较无价值的东西看得更重。
ταῦτα καὶ νεωτέρῳ καὶ πρεσβυτέρῳ ὅτῳ ἂν ἐντυγχάνω ποιήσω, καὶ ξένῳ καὶ ἀστῷ, μᾶλλον δὲ τοῖς ἀστοῖς, ὅσῳ μου ἐγγυτέρω ἐστὲ γένει.
对于我遇到的任何人,无论年轻还是年长,外邦人还是本邦公民,我都会这样做,而对本邦公民更会如此,因为你们在血统上与我更近。
ταῦτα γὰρ κελεύει ὁ θεός, εὖ ἴστε, καὶ ἐγὼ οἴομαι οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν.
因为这是神的命令,你们要确信,并且我认为,在城邦里,对你们而言从未有过比我对神的侍奉更大的善事。
οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι μήτε χρημάτων πρότερον μηδὲ οὕτω σφόδρα ὡς τῆς ψυχῆς ὅπως ὡς ἀρίστη ἔσται, λέγων ὅτι οὐκ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλʼ ἐξ ἀρετῆς χρήματα καὶ τὰ ἄλλα ἀγαθὰ τοῖς ἀνθρώποις ἅπαντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
因为我到处奔走,不干别的,只是劝说你们中的年轻人都和年长者,不要首先操心你们的身体和钱财,也不要像操心你们的灵魂那样急切,以使灵魂变得尽可能好。 我说的是:“美德不来自钱财,相反,钱财以及人类的其他一切善事,无论在私人生活还是公共生活中,都来自美德。
εἰ μὲν οὖν ταῦτα λέγων διαφθείρω τοὺς νέους, ταῦτʼ ἂν εἴη βλαβερά· εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταῦτα, οὐδὲν λέγει.
” 如果我通过说这些话败坏了青年,那么这些话就是有害的;但如果有人声称我说了这些以外的话,那他就是胡说八道。
πρὸς ταῦτα, φαίην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, ἢ πείθεσθε Ἀνύτῳ ἢ μή, καὶ ἢ ἀφίετέ με ἢ μή, ὡς ἐμοῦ οὐκ ἂν ποιήσαντος ἄλλα, οὐδʼ εἰ μέλλω πολλάκις τεθνάναι.
对此,我会说:“雅典的市民们,你们要么听信阿尼托斯,要么不听信;要么释放我,要么不释放,但在认定我绝不会做出改变的前提下,哪怕我不得不死很多次。
μὴ θορυβεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἐμμείνατέ μοι οἷς ἐδεήθην ὑμῶν, μὴ θορυβεῖν ἐφʼ οἷς ἂν λέγω ἀλλʼ ἀκούειν· καὶ γάρ, ὡς ἐγὼ οἶμαι, ὀνήσεσθε ἀκούοντες.
” 雅典的市民们,请不要起哄,而要坚持我刚才对你们的请求,不要对我所说的话起哄,而是静静地听;因为我相信,听我说下去对你们是有益的。
μέλλω γὰρ οὖν ἄττα ὑμῖν ἐρεῖν καὶ ἄλλα ἐφʼ οἷς ἴσως βοήσεσθε· ἀλλὰ μηδαμῶς ποιεῖτε τοῦτο.
因为我还准备对你们说一些也许会让你们惊叫的事情,但你们千万不要这样做。
εὖ γὰρ ἴστε, ἐάν με ἀποκτείνητε τοιοῦτον ὄντα οἷον ἐγὼ λέγω, οὐκ ἐμὲ μείζω βλάψετε ἢ ὑμᾶς αὐτούς·
你们要确信,如果你们把我这样一个如我所说的人处死,你们对你们自身的伤害将远大于对我的伤害。
ἐμὲ μὲν γὰρ οὐδὲν ἂν βλάψειεν οὔτε Μέλητος οὔτε Ἄνυτος—οὐδὲ γὰρ ἂν δύναιτο—οὐ γὰρ οἴομαι θεμιτὸν εἶναι ἀμείνονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι.
因为无论是美利托斯还是阿尼托斯都无法伤害我——因为他们根本做不到——因为我认为神律不容许一个更好的人被一个更坏的人伤害。
ἀποκτείνειε μεντἂν ἴσως ἢ ἐξελάσειεν ἢ ἀτιμώσειεν· ἀλλὰ ταῦτα οὗτος μὲν ἴσως οἴεται καὶ ἄλλος τίς που μεγάλα κακά, ἐγὼ δʼ οὐκ οἴομαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὑτοσὶ νῦν ποιεῖ, ἄνδρα ἀδίκως ἐπιχειρεῖν ἀποκτεινύναι.
然而,他也许会杀了我,或驱逐我,或剥夺我的公民权;虽然他或者别的什么人可能认为这些是巨大的灾难,但我并不这么认为,相反,我认为像他现在所做的那样,企图不公正地杀人,是远为巨大的灾难。
νῦν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοῦ δέω ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀπολογεῖσθαι, ὥς τις ἂν οἴοιτο, ἀλλὰ ὑπὲρ ὑμῶν, μή τι ἐξαμάρτητε περὶ τὴν τοῦ θεοῦ δόσιν ὑμῖν ἐμοῦ καταψηφισάμενοι.
所以现在,雅典的市民们,我绝非像某些人所认为的那样在为自己辩护,而是在为你们辩护,以免你们由于判我有罪而对神给你们的恩赐犯下罪行。
ἐὰν γάρ με ἀποκτείνητε, οὐ ῥᾳδίως ἄλλον τοιοῦτον εὑρήσετε, ἀτεχνῶς—εἰ καὶ γελοιότερον εἰπεῖν—προσκείμενον τῇ πόλει ὑπὸ τοῦ θεοῦ ὥσπερ ἵππῳ μεγάλῳ μὲν καὶ γενναίῳ, ὑπὸ μεγέθους δὲ νωθεστέρῳ καὶ δεομένῳ ἐγείρεσθαι ὑπὸ μύωπός τινος, οἷον δή μοι δοκεῖ ὁ θεὸς ἐμὲ τῇ πόλει προστεθηκέναι τοιοῦτόν τινα, ὃς ὑμᾶς ἐγείρων καὶ πείθων καὶ ὀνειδίζων ἕνα ἕκαστον οὐδὲν παύομαι τὴν ἡμέραν ὅλην πανταχοῦ προσκαθίζων.
因为如果你们把我处死,你们将不易再找到另一个这样的人,他简直就像——即使说起来有些可笑——由神附在这个城邦上的牛虻,这个城邦就像一匹高大且名贵的骏马,但由于身体庞大而显得有些迟钝,需要某只牛虻来唤醒。 在我看来,神正是把我作为这样一个人附在城邦之上的,我整天到处叮着你们,唤醒、劝勉并指责你们每一个人,须臾不停。

词汇与语法注释

  1. 30aφάναι δέ — 在假设条件从句 ἐάν μοι μὴ δοκῇ(如果在我看来他未拥有美德)的支配下,通过转折的 δέ 引入的不定式句,意为“但他却声称自己拥有”,强调实际情况与主观宣称之间的矛盾。
  2. 30bοὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων — 该句采用 οὐδὲν ἄλλο ... ἤ(除了……不干别的)的结构,分词 πράττων 与 πείθων 相对比,字面意思是“我到处奔走除了在劝说外没有做任何其他事”,表达了苏格拉底对其使命的专注。
  3. 30bὡς ἐμοῦ οὐκ ἂν ποιήσαντος ἄλλα — 属格独立结构(ἐμοῦ ποιήσαντος)带潜在小词 ἄν,并由引入主观认定或前提的 ὡς 引导,意为“在认定我绝不会采取其他行动的前提下”,表示极强的决心。
  4. 30dπολλοῦ δέω — 这是一个表示“我远非……”的习惯表达,后接不定式 ἀπολογεῖσθαι,用于进行强烈的否定,意为“我绝不是在为自己辩护”。

引用这一段

柏拉图, 申辩篇 §30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。