← プラトン

ソクラテスの弁明

§31-32

ダイモーンの合図と政治活動を避けた理由

ソクラテスは自身が神から遣わされた存在であることを強調し、公的な政治活動から距離を置き個人的な対話に専念してきた理由を、彼に臨む「ダイモーンの声」と、公の場では正義を守りながら生き残ることは不可能であるという現実を交えて説明する。さらに、かつて民主制および三十人僭主政の下で、死を恐れずに不法な命令に反対した自身の具体的な活動を証拠として挙げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31

τοιοῦτος οὖν ἄλλος οὐ ῥᾳδίως ὑμῖν γενήσεται, ὦ ἄνδρες, ἀλλʼ ἐὰν ἐμοὶ πείθησθε, φείσεσθέ μου· ὑμεῖς δʼ ἴσως τάχʼ ἂν ἀχθόμενοι, ὥσπερ οἱ νυστάζοντες ἐγειρόμενοι, κρούσαντες ἄν με, πειθόμενοι Ἀνύτῳ, ῥᾳδίως ἂν ἀποκτείναιτε, εἶτα τὸν λοιπὸν βίον καθεύδοντες διατελοῖτε ἄν, εἰ μή τινα ἄλλον ὁ θεὸς ὑμῖν ἐπιπέμψειεν κηδόμενος ὑμῶν. ὅτι δʼ ἐγὼ τυγχάνω ὢν τοιοῦτος οἷος ὑπὸ τοῦ θεοῦ τῇ πόλει δεδόσθαι, ἐνθένδε ἂν κατανοήσαιτε· οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι1 καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἑκάστῳ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς. καὶ εἰ μέν τι ἀπὸ τούτων ἀπέλαυον καὶ μισθὸν λαμβάνων ταῦτα παρεκελευόμην, εἶχον ἄν τινα λόγον· νῦν δὲ ὁρᾶτε δὴ καὶ αὐτοὶ ὅτι οἱ κατήγοροι τἆλλα πάντα ἀναισχύντως οὕτω κατηγοροῦντες τοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντῆσαι παρασχόμενοι μάρτυρα,2 ὡς ἐγώ ποτέ τινα ἢ ἐπραξάμην μισθὸν ἢ ᾔτησα. ἱκανὸν γάρ, οἶμαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθῆ λέγω, τὴν πενίαν. ἴσως ἂν οὖν δόξειεν ἄτοπον εἶναι, ὅτι δὴ ἐγὼ ἰδίᾳ μὲν ταῦτα συμβουλεύω περιιὼν καὶ πολυπραγμονῶ, δημοσίᾳ δὲ οὐ τολμῶ ἀναβαίνων εἰς τὸ πλῆθος τὸ ὑμέτερον συμβουλεύειν τῇ πόλει. τούτου δὲ αἴτιόν ἐστιν ὃ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι καὶ δαιμόνιον γίγνεται, ὃ δὴ καὶ ἐν τῇ γραφῇ ἐπικωμῳδῶν Μέλητος ἐγράψατο. ἐμοὶ δὲ τοῦτʼ ἔστιν ἐκ παιδὸς ἀρξάμενον, φωνή τις γιγνομένη, ἣ ὅταν γένηται, ἀεὶ ἀποτρέπει με τοῦτο ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε. τοῦτʼ ἔστιν ὅ μοι ἐναντιοῦται τὰ πολιτικὰ πράττειν, καὶ παγκάλως γέ μοι δοκεῖ ἐναντιοῦσθαι· εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ πράγματα, πάλαι ἂν ἀπολώλη καὶ οὔτʼ ἂν ὑμᾶς ὠφελήκη οὐδὲν οὔτʼ ἂν ἐμαυτόν. καί μοι μὴ ἄχθεσθε λέγοντι τἀληθῆ· οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔτε ὑμῖν οὔτε ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πολλὰ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γίγνεσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν ἀλλὰ μὴ δημοσιεύειν.

ですから、諸君、私のような他の者は簡単には諸君の前に現れないでしょう。だから、もし私に聴き従うなら、私を生かしておきなさい。しかし諸君はおそらく、居眠りしていて起こされた人たちのようにいらいらして、アニュトスに従って私を平手打ちして簡単に殺してしまい、その後は、もし神が諸君を気遣って誰か他の者を送り込んでくださらない限り、残りの人生を眠り続けたまま過ごすことになるでしょう。そして、私が、神によってこのポリスに与えられたような者であるということは、次のことから理解できるでしょう。というのも、私が自分自身のすべてのことを顧みず、自分の家の用事がこれほど多くの年にわたって放置されていることに耐え忍ぶ一方で、常に諸君のことを行い、個人的に一人一人に、あたかも父親や年長の兄弟のように近づいて、徳に心を配るよう説得してきたということは、人間の仕業のようには見えないからです。そして、もし私がこれらのことから何かを得ていたり、報酬を受け取ってこれらのことを勧めていたのであれば、それには何らかの理由もあったでしょう。しかし実際には、告発者たちが他のすべてのことをこれほどまでに恥知らずに告発しておきながら、このことだけは、私がかつて誰かから報酬を取り立てたとか、あるいは要求したとかいう証人を提供して、恥知らずにも言い張ることができなかったのを諸君自身も目にしている。なぜなら、私が真実を言っているという十分な証人を、私は提供していると思うからです。それは私の貧しさです。それゆえ、私が個人的にはあちこち歩き回ってこれらのことを助言し、お節介を焼いているのに、公の場では諸君の集会に登壇してポリスに助言する勇気がないということは、奇妙に思われるかもしれません。このことの原因は、私が至る所でたびたび語るのを諸君が何度も耳にしてきたことです。すなわち、何か神的なものや、ダイモーン的なものが私に生じるということであり、まさにこのことをメレトスもまた、告発状の中で嘲笑的に書き立てて告発したのです。これは私にとって子供の時から始まったもので、ある声が生じるのです。その声が聞こえるとき、それは私がしようとしていることを常に思いとどまらせますが、促すことは一度もありません。これこそが、私が国政に関わることに反対するものであり、私には、それが反対するのは実に正当なことのように思われます。なぜなら、アテネの諸君、よく知っておいてほしいのですが、もし私がずっと前に国政に関わろうと企てていたなら、私はとっくに破滅していたでしょうし、諸君に対しても自分自身に対しても、何ら益をもたらさなかったでしょう。そして、真実を語る私に腹を立てないでください。というのも、諸君に対してであれ、他のいかなる大衆に対してであれ、真摯に立ち向かい、ポリスの中で多くの不正や不法が行われるのを防ごうとする人間は、誰一人として生き延びることはできないからです。むしろ、真に正義のために戦おうとする者は、たとえわずかな時間だけでも生き延びようとするならば、公人としてではなく個人として活動することが不可欠なのです。

§32

μεγάλα δʼ ἔγωγε ὑμῖν τεκμήρια παρέξομαι τούτων, οὐ λόγους ἀλλʼ ὃ ὑμεῖς τιμᾶτε, ἔργα. ἀκούσατε δή μοι τὰ συμβεβηκότα, ἵνα εἰδῆτε ὅτι οὐδʼ ἂν ἑνὶ ὑπεικάθοιμι παρὰ τὸ δίκαιον δείσας θάνατον, μὴ ὑπείκων δὲ ἀλλὰ κἂν ἀπολοίμην.3 ἐρῶ δὲ ὑμῖν φορτικὰ μὲν καὶ δικανικά, ἀληθῆ δέ. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἄλλην μὲν ἀρχὴν οὐδεμίαν πώποτε ἦρξα ἐν τῇ πόλει, ἐβούλευσα δέ· καὶ ἔτυχεν ἡμῶν ἡ φυλὴ Ἀντιοχὶς πρυτανεύουσα ὅτε ὑμεῖς τοὺς δέκα στρατηγοὺς τοὺς οὐκ ἀνελομένους τοὺς ἐκ τῆς ναυμαχίας ἐβουλεύσασθε ἁθρόους κρίνειν, παρανόμως, ὡς ἐν τῷ ὑστέρῳ χρόνῳ πᾶσιν ὑμῖν ἔδοξεν. τότʼ ἐγὼ μόνος τῶν πρυτάνεων ἠναντιώθην ὑμῖν μηδὲν ποιεῖν παρὰ τοὺς νόμους καὶ ἐναντία ἐψηφισάμην· καὶ ἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων,4 καὶ ὑμῶν κελευόντων καὶ βοώντων, μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ᾤμην μᾶλλόν με δεῖν διακινδυνεύειν ἢ μεθʼ ὑμῶν γενέσθαι μὴ δίκαια βουλευομένων, φοβηθέντα δεσμὸν ἢ θάνατον. καὶ ταῦτα μὲν ἦν ἔτι δημοκρατουμένης τῆς πόλεως· ἐπειδὴ δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὖ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλον προσέταξαν ἀγαγεῖν ἐκ Σαλαμῖνος Λέοντα τὸν Σαλαμίνιον ἵνα ἀποθάνοι, οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προσέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν. τότε μέντοι ἐγὼ οὐ λόγῳ ἀλλʼ ἔργῳ αὖ ἐνεδειξάμην ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν,5 οὐδʼ ὁτιοῦν, τοῦ δὲ μηδὲν ἄδικον μηδʼ ἀνόσιον ἐργάζεσθαι, τούτου δὲ τὸ πᾶν μέλει. ἐμὲ γὰρ ἐκείνη ἡ ἀρχὴ οὐκ ἐξέπληξεν, οὕτως ἰσχυρὰ οὖσα, ὥστε ἄδικόν τι ἐργάσασθαι, ἀλλʼ ἐπειδὴ ἐκ τῆς θόλου ἐξήλθομεν, οἱ μὲν τέτταρες ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγαγον Λέοντα, ἐγὼ δὲ ᾠχόμην ἀπιὼν οἴκαδε. καὶ ἴσως ἂν διὰ ταῦτα ἀπέθανον, εἰ μὴ ἡ ἀρχὴ διὰ ταχέων κατελύθη. καὶ τούτων ὑμῖν ἔσονται πολλοὶ μάρτυρες.ἆρʼ οὖν ἄν με οἴεσθε τοσάδε ἔτη διαγενέσθαι εἰ ἔπραττον τὰ δημόσια, καὶ πράττων ἀξίως ἀνδρὸς ἀγαθοῦ ἐβοήθουν τοῖς δικαίοις καὶ ὥσπερ χρὴ τοῦτο περὶ πλείστου ἐποιούμην; πολλοῦ γε δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι· οὐδὲ γὰρ ἂν ἄλλος ἀνθρώπων οὐδείς.

私は、これらのことについて諸君に重大な証拠を提示しましょう。言葉ではなく、諸君が重んじるもの、すなわち事実をです。どうぞ、私に起こったことを聞いてください。そうすれば、私が死を恐れて正義に反していかなる者にも屈しないこと、また、屈しないために、まさに死ぬことになろうとも屈しないことを知るでしょう。私は、諸君に、退屈で法廷じみたことを語るかもしれませんが、真実を語るでしょう。アテネの諸君、私は、ポリスにおいて他のいかなる官職にも就いたことがありませんでしたが、評議員は務めました。そして、海戦から戻った際に遺体を回収しなかった十人の将軍たちを、諸君が一括して裁判にかけることを決議したとき、たまたま私たちのアンティオキス部族が当番評議員を務めていました。一括での裁判は違法であり、後に諸君全員がそう判断した通りです。そのとき、私だけが、法律に反することは何も行わないようにと、当番評議員の中で諸君に反対し、反対の票を投じました。そして、弁論者たちが私を告発し、連行しようとし、諸君がそれを促して大声を上げていたときにも、私は、投獄や死を恐れて不正な決定を下す諸君の側に加わるよりは、法と正義の味方となって危険を冒すべきであると考えました。そして、これらはポリスがまだ民主制であったときのことです。しかし、寡頭制になると、今度は三十人僭主たちが私を他の四人とともに円形庁舎に召喚し、サラミスのレオーンを処刑するためにサラミスから連行してくるよう命じました。彼らは、できるだけ多くの人々を犯罪に巻き込みたいと思い、他の多くの人々にもさまざまな命令を下していたのです。そのとき、私は言葉ではなく、またしても事実によって、私にとっては死など、いささか野暮な表現でなければ、一顧の価値もないが、不正なことや不敬なことを行わないことには、すべてを気にかけているということを身を以て示しました。というのも、あの政府がどれほど強力であったとしても、私を恐怖させて不正を行わせることはできなかったからです。私たちが円形庁舎から出ると、他の四人はサラミスへ赴いてレオーンを連行しましたが、私はそのまま家路に着きました。そして、もしあの政府がすぐに打倒されなかったなら、私はこのことのために死んでいたでしょう。そして、これらのことには多くの証人がいます。それでは、もし私が公職に関わっており、善い人間にふさわしい活動をして正義を擁護し、なされるべき通りにこれを何よりも重んじていたとしたら、私がこれほど多くの歳月を生き延びることができたと諸君は思いますか。とんでもないことです、アテネの諸君。他のいかなる人間であっても、決してそうはできなかったでしょう。

構文注5 件
  1. 31bτὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι

    冠詞付き不定詞句が文の主語になっている構造。τὸ ἐμὲ ... ἠμεληκέναι から始まる一連の対格不定詞句(τὸ δὲ ὑμέτερον πράττειν まで)が全体として非人称動詞 ἔοικε の主語となっており、「私が自分自身のことを顧みないという事態は…(人間の仕業には)似ていない」という構造を形成している。

  2. 31bτοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντῆσαι παρασχόμενοι μάρτυρα

    可能性を表す οὐχ οἷοί τε ἐγένοντο(彼らは〜することができなかった)に、動詞 ἀπαναισχυντῆσαι(恥知らずにも〜する)が不定詞として掛かり、さらに手段を表す分詞 παраσχόμενοι(提供することによって)が伴っている。「証人を提供して、このこと(報酬を求めたこと)についてまで厚かましく言い張ることはできなかった」という意味になる。

  3. 32aμὴ ὑπείκων δὲ ἀλλὰ κἂν ἀπολοίμην

    κἂν は καὶ ἄν の縮約形であり、希求法 ἀπολοίμην とともに用いられて潜在的な帰結を表す(「屈しないためなら、たとえ破滅することになろうとも(屈しないだろう)」)。μὴ ὑπείκων は条件分詞(「もし私が屈しないならば」)。

  4. 32bἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων

    ἑτοίμων ὄντων ... τῶν ῥητόρων は属格絶対構文。ἐνδεικνύναι(告発する)と ἀπάγειν(引き立てる、逮捕する)は、アテネ法における独自の、告発者が自ら被疑者を逮捕し治安官に引き渡すなどの刑事手続き(エンデイクシス、アパゴーゲー)を指す語である。

  5. 32dεἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν

    条件文の形をとった慣用表現。「もし言うのがいささか野暮でないとすれば」という意味で、直前の「死など私にとってはどうでもよい」という強い表現が法廷において不作法に響くのを和らげるための挿入句。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:31-32