Humanitext Reader

柏拉图 · 申辩篇 §29

畏惧死亡的无知与继续探求哲学的决心

第 11 段,共 19 段 · 希腊语

内容简介

苏格拉底主张害怕死亡是一种自以为知道自己所不知道之物的无知,并表明了他顺从神的命令、继续进行哲学探求的坚定决心。

§29δεινόν τἂν εἴη, καὶ ὡς ἀληθῶς τότʼ ἄν με δικαίως εἰσάγοι τις εἰς δικαστήριον, ὅτι οὐ νομίζω θεοὺς εἶναι ἀπειθῶν τῇ μαντείᾳ καὶ δεδιὼς θάνατον καὶ οἰόμενος σοφὸς εἶναι οὐκ ὤν.
这确实会是一件可怕的事,而且真的在那时,有人会理所当然地把我告上法庭,理由是由于我不服从神谕、害怕死亡、并自以为聪明其实不然,从而不信仰神的存在。
τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν.
诸位,害怕死亡无非是自以为聪明其实不然;因为那是自以为知道自己所不知道的事。
οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ πάντων μέγιστον ὂν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστι.
没有人知道死亡,甚至不知道它对人来说是否恰好是所有善事中最大的,然而人们却害怕它,仿佛确切地知道它是最大的恶事。
καίτοι πῶς οὐκ ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστος, ἡ τοῦ οἴεσθαι εἰδέναι ἃ οὐκ οἶδεν;
然而,这种自以为知道自己所不知道的、备受指责的无知,难道不正是无知吗?
ἐγὼ δʼ, ὦ ἄνδρες, τούτῳ καὶ ἐνταῦθα ἴσως διαφέρω τῶν πολλῶν ἀνθρώπων, καὶ εἰ δή τῳ σοφώτερός του φαίην εἶναι, τούτῳ ἄν, ὅτι οὐκ εἰδὼς ἱκανῶς περὶ τῶν ἐν Ἅιδου οὕτω καὶ οἴομαι οὐκ εἰδέναι·
但是,诸位,也许我在这方面和这里与大多数人不同,如果我真的要在某方面说自己比别人更聪明,那就是在这方面:因为对冥界的事情没有足够的了解,我也认为自己不知道。
τὸ δὲ ἀδικεῖν καὶ ἀπειθεῖν τῷ βελτίονι καὶ θεῷ καὶ ἀνθρώπῳ, ὅτι κακὸν καὶ αἰσχρόν ἐστιν οἶδα.
但是,行不义和不服从更好的者(无论是神还是人),我知道这是邪恶和可耻的。
πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι·
因此,相比于我知道是邪恶的那些恶事,对于那些我不知道是否恰好也是善事的事物,我绝不害怕,也绝不逃避。
ὥστε οὐδʼ εἴ με νῦν ὑμεῖς ἀφίετε Ἀνύτῳ ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο εἰσελθεῖν ἤ, ἐπειδὴ εἰσῆλθον, οὐχ οἷόν τʼ εἶναι τὸ μὴ ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην ἤδη ὑμῶν οἱ ὑεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης διδάσκει πάντες παντάπασι διαφθαρήσονται, —εἴ μοι πρὸς ταῦτα εἴποιτε· ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα ἀλλʼ ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι, ἐφʼ ᾧτε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν· ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ —εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμʼ ἂν ὑμῖν ὅτι ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕωσπερ ἂν ἐμπνέω καὶ οἷός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷάπερ εἴωθα, ὅτι ὦ ἄριστε ἀνδρῶν, Ἀθηναῖος ὤν, πόλεως τῆς μεγίστης καὶ εὐδοκιμωτάτης εἰς σοφίαν καὶ ἰσχύν, χρημάτων μὲν οὐκ αἰσχύνῃ ἐπιμελούμενος ὅπως σοι ἔσται ὡς πλεῖστα, καὶ δόξης καὶ τιμῆς, φρονήσεως δὲ καὶ ἀληθείας καὶ τῆς ψυχῆς ὅπως ὡς βελτίστη ἔσται οὐκ ἐπιμελῇ οὐδὲ φροντίζεις;
所以,即使你们现在不相信阿尼托斯而释放我——他曾说,要么我根本不应该到这里来,要么既然来了,就不能不杀死我,并对你们说,如果我逃脱了,你们的儿子就会去实践苏格拉底所教导的东西,从而全都彻底败坏——如果你们针对这些对我这样说:“苏格拉底,现在我们不听从阿尼托斯,而是释放你,但有一个条件,即你不得再花时间进行这种探求,也不得再爱智;如果你再次被发现这样做,你就得死。 ” 如果你们真的像我所说的那样,在这些条件下释放我,我会对你们说:“雅典的市民们,我敬爱你们,但我宁可听从神,也不听从你们。 只要我还有一口气,还有能力,我就决不停止爱智,决不停止向我遇到的你们中的任何人劝勉和指出,说我平时常说的话:‘好人啊,你作为雅典人,这是一个在智慧和力量上最大、最著名的城邦,你难道不为自己只操心钱财,想方设法让它尽可能多,以及操心名声和荣誉而感到羞耻吗? 至于思虑、真理以及如何让你的灵魂变得尽可能好,你却不操心也不思考吗? ’”

词汇与语法注释

  1. 29aὅτι οὐ νομίζω θεοὺς εἶναι ἀπειθῶν τῇ μαντείᾳ καὶ δεδιὼς θάνατον καὶ οἰόμενος σοφὸς εἶναι οὐκ ὤν — ὅτι 从句(“我不信仰神的存在”)与表示方式或原因的伴随分词 ἀπειθῶν, δεδιὼς 和 οἰόμενος 一起,提出了起诉(εἰσάγοι τις)的理由。动词 νομίζω 带有宾格加不定词,意为“相信/承认神的存在”。
  2. 29cὥστε οὐδʼ εἴ με νῦν ὑμεῖς ἀφίετε ... εἴ μοι πρὸς ταῦτα εἴποιτε ... εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμʼ ἂν ὑμῖν ὅτι ... — 从 29c 到 29d 的文本呈现出极其复杂的嵌套结构。首先是以 ὥστε 引导的条件从句(οὐδʼ εἴ ... ἀφίετε),其中插入了引用阿尼托斯主张的关系从句(ὃς ἔφη...)。紧接着是另一个使用希求法的条件从句(εἴ μοι ... εἴποιτε),其中又夹杂了对陪审员假设性命令的引用(ὦ 苏格拉底...)。最终,通过“εἰ οὖν με ... ἀφίοιτε”(29d)重新整理并引入条件,引导至主句的结论部分“εἴποιμʼ 连”,形成了一个庞大的破格句(anacoluthon)。
  3. 29dοὐ μὴ παύσωμαι φιλοσοφῶν — 双重否定词 οὐ μή 后接虚拟式过去时(οὐ μὴ παύσωμαι)表示强烈的否定意志(“我绝不停止”)。此外,动词 παύομαι 带有补充性分词以表示“停止做某事”,此处即为 φιλοσοφῶν(“爱智”)。

引用这一段

柏拉图, 申辩篇 §29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。