§26ταῦτα ἐγώ σοι οὐ πείθομαι, ὦ Μέλητε, οἶμαι δὲ οὐδὲ ἄλλον ἀνθρώπων οὐδένα·
美勒托斯,在这件事上我不相信你,我想其他任何人也不会相信你。
ἀλλʼ ἢ οὐ διαφθείρω, ἢ εἰ διαφθείρω, ἄκων, ὥστε σύ γε κατʼ ἀμφότερα ψεύδῃ.
因为,要么我没有败坏青年,要么即使我败坏了,也是无心之失,所以无论在哪种情况下你都在撒谎。
εἰ δὲ ἄκων διαφθείρω, τῶν τοιούτων ἁμαρτημάτων οὐ δεῦρο νόμος εἰσάγειν ἐστίν, ἀλλὰ ἰδίᾳ λαβόντα διδάσκειν καὶ νουθετεῖν·
如果我是无意中败坏了他们,对于此类非故意的过失,法律并不要求你把我拉到这里来,而是要求你私下里带我去指导和劝诫。
δῆλον γὰρ ὅτι ἐὰν μάθω, παύσομαι ὅ γε ἄκων ποιῶ.
因为很明显,如果我得以学习,我就不会再做这些无意中损害社会利益的事。
σὺ δὲ συγγενέσθαι μέν μοι καὶ διδάξαι ἔφυγες καὶ οὐκ ἠθέλησας, δεῦρο δὲ εἰσάγεις, οἷ νόμος ἐστὶν εἰσάγειν τοὺς κολάσεως δεομένους ἀλλʼ οὐ μαθήσεως.
但你却逃避与我相处并指导我,不愿这样做,反而把我拉到这里,而法律规定这里只能带去那些需要惩罚而不是需要教育的人。
ἀλλὰ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο μὲν ἤδη δῆλον οὑγὼ ἔλεγον, ὅτι Μελήτῳ τούτων οὔτε μέγα οὔτε μικρὸν πώποτε ἐμέλησεν.
但是,雅典的先生们,这已经很明显了,正如我所说,美勒托斯对这些事情无论大小从未施加过合理的关注。
ὅμως δὲ δὴ λέγε ἡμῖν, πῶς με φῂς διαφθείρειν, ὦ Μέλητε, τοὺς νεωτέρους;
不过,美勒托斯,还是请你告诉我们,你所说我败坏青年的方式是什么?
ἢ δῆλον δὴ ὅτι κατὰ τὴν γραφὴν ἣν ἐγράψω θεοὺς διδάσκοντα μὴ νομίζειν οὓς ἡ πόλις νομίζει, ἕτερα δὲ δαιμόνια καινά;
难道不显而易见,是像你所写的控告书那样,通过教导他们不信仰城邦所信仰的诸神,而去信仰其他新的神灵吗?
οὐ ταῦτα λέγεις ὅτι διδάσκων διαφθείρω;
你不是说我通过教导这些来败坏他们吗?
πάνυ μὲν οὖν σφόδρα ταῦτα λέγω.
美勒托斯:我非常肯定地这样说。
πρὸς αὐτῶν τοίνυν, ὦ Μέλητε, τούτων τῶν θεῶν ὧν νῦν ὁ λόγος ἐστίν, εἰπὲ ἔτι σαφέστερον καὶ ἐμοὶ καὶ τοῖς ἀνδράσιν τουτοισί.
苏格拉底:那么,美勒托斯,看在这些我们现在谈论的诸神份上,请对我和这里的先生们说得更明白些。
ἐγὼ γὰρ οὐ δύναμαι μαθεῖν πότερον λέγεις διδάσκειν με νομίζειν εἶναί τινας θεούς—καὶ αὐτὸς ἄρα νομίζω εἶναι θεοὺς καὶ οὐκ εἰμὶ τὸ παράπαν ἄθεος οὐδὲ ταύτῃ ἀδικῶ —οὐ μέντοι οὕσπερ γε ἡ πόλις ἀλλὰ ἑτέρους, καὶ τοῦτʼ ἔστιν ὅ μοι ἐγκαλεῖς, ὅτι ἑτέρους, ἢ παντάπασί με φῂς οὔτε αὐτὸν νομίζειν θεοὺς τούς τε ἄλλους ταῦτα διδάσκειν.
因为我无法理解你的意思:你是说我教导人们相信有某种神存在——因而我自己也相信有神,并不是完全的无神论者,在这方面也没有犯罪,只是不信仰城邦所信仰的那些,而是信仰其他的,而你对我的指控正是因为“其他的”——还是说你认为我自己根本不信仰任何神,并且把这种对社会无益的无神论教给别人?
ταῦτα λέγω, ὡς τὸ παράπαν οὐ νομίζεις θεούς.
美勒托斯:我是说你根本不信仰任何神。
ὦ θαυμάσιε Μέλητε, ἵνα τί ταῦτα λέγεις;
苏格拉底:令人惊奇的美勒托斯,你为什么要这样说?
οὐδὲ ἥλιον οὐδὲ σελήνην ἄρα νομίζω θεοὺς εἶναι, ὥσπερ οἱ ἄλλοι ἄνθρωποι;
难道我像其他人一样,连太阳和月亮也不相信是神吗?
μὰ Δίʼ, ὦ ἄνδρες δικασταί, ἐπεὶ τὸν μὲν ἥλιον λίθον φησὶν εἶναι, τὴν δὲ σελήνην γῆν.
美勒托斯:因宙斯之名,法官先生们,他确实不信,因为他说太阳是石头,月亮是泥土。
Ἀναξαγόρου οἴει κατηγορεῖν, ὦ φίλε Μέλητε;
苏格拉底:亲爱的美勒托斯,你以为你是在指控阿那克萨哥拉吗?
καὶ οὕτω καταφρονεῖς τῶνδε καὶ οἴει αὐτοὺς ἀπείρους γραμμάτων εἶναι ὥστε οὐκ εἰδέναι ὅτι τὰ Ἀναξαγόρου βιβλία τοῦ Κλαζομενίου γέμει τούτων τῶν λόγων;
你竟如此蔑视这里的人,认为他们如此不识字,以至于不知道克拉佐门尼的阿那克萨哥拉的书里塞满了这样的学说吗?
καὶ δὴ καὶ οἱ νέοι ταῦτα παρʼ ἐμοῦ μανθάνουσιν, ἃ ἔξεστιν ἐνίοτε εἰ πάνυ πολλοῦ δραχμῆς ἐκ τῆς ὀρχήστρας πριαμένοις Σωκράτους καταγελᾶν, ἐὰν προσποιῆται ἑαυτοῦ εἶναι, ἄλλως τε καὶ οὕτως ἄτοπα ὄντα;
难道青年人是从我这里学到这些的吗? 这些东西他们有时最多花一个德拉克马就能从乐池里买到,如果苏格拉底企图把这些据为己有,他们就会嘲笑他,更何况这些学说是如此奇特。
ἀλλʼ, ὦ πρὸς Διός, οὑτωσί σοι δοκῶ;
但是,看在宙斯的份上,你真的这么看我吗?
οὐδένα νομίζω θεὸν εἶναι;
你认为我不相信任何神吗?
οὐ μέντοι μὰ Δία οὐδʼ ὁπωστιοῦν.
美勒托斯:确实不信,因宙斯之名,一点也不信。
ἄπιστός γʼ εἶ, ὦ Μέλητε, καὶ ταῦτα μέντοι, ὡς ἐμοὶ δοκεῖς, σαυτῷ.
苏格拉底:美勒托斯,你真是个不可信的人,而且在我看来,你连自己都不相信。
ἐμοὶ γὰρ δοκεῖ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, πάνυ εἶναι ὑβριστὴς καὶ ἀκόλαστος, καὶ ἀτεχνῶς τὴν γραφὴν ταύτην ὕβρει τινὶ καὶ ἀκολασίᾳ καὶ νεότητι γράψασθαι.
雅典的先生们,在我看来,这个人完全是个傲慢无礼、放荡不羁的人,他纯粹是出于傲慢、放纵和年轻气盛,完全不顾及公共福祉而写下了这份控状。