Humanitext Reader

柏拉图 · 申辩篇 §22-23

省察诗人和手艺人与怨恨偏见的产生

第 5 段,共 19 段 · 希腊语

内容简介

苏格拉底解释说,在政治家之后,他进一步省察了诗人和手艺人,发现他们虽有专长,却因虚妄的自大而自以为在其他重大事务上也有智慧,从而再次确认了自己因自知无知而具有的优势。他指出,这种持续的省察活动招致了广泛的仇恨,并固化了他是“智慧者”的偏见,导致了针对哲学家们的普遍中伤。

§22καὶ νὴ τὸν κύνα, ὦ ἄνδρες Ἀθηναῖοι— δεῖ γὰρ πρὸς ὑμᾶς τἀληθῆ λέγειν—ἦ μὴν ἐγὼ ἔπαθόν τι τοιοῦτον· οἱ μὲν μάλιστα εὐδοκιμοῦντες ἔδοξάν μοι ὀλίγου δεῖν τοῦ πλείστου ἐνδεεῖς εἶναι ζητοῦντι κατὰ τὸν θεόν, ἄλλοι δὲ δοκοῦντες φαυλότεροι ἐπιεικέστεροι εἶναι ἄνδρες πρὸς τὸ φρονίμως ἔχειν.
以犬之名起誓,雅典的市民们——因为我必须向你们说真话——我确实经历了这样一件事:在遵照神的指示进行探究时,那些最享有盛誉的人在我看来几乎最缺乏智慧,而其他那些被认为较平庸的人,在明智方面反而显得是更有能力的男子。
δεῖ δὴ ὑμῖν τὴν ἐμὴν πλάνην ἐπιδεῖξαι ὥσπερ πόνους τινὰς πονοῦντος ἵνα μοι καὶ ἀνέλεγκτος ἡ μαντεία γένοιτο.
我必须向你们展示我的漫游,就如一个承受着某些劳苦的人,以便那神谕对我而言最终成为不可反驳的。
μετὰ γὰρ τοὺς πολιτικοὺς ᾖα ἐπὶ τοὺς ποιητὰς τούς τε τῶν τραγῳδιῶν καὶ τοὺς τῶν διθυράμβων καὶ τοὺς ἄλλους, ὡς ἐνταῦθα ἐπʼ αὐτοφώρῳ καταληψόμενος ἐμαυτὸν ἀμαθέστερον ἐκείνων ὄντα.
在政治家之后,我拜访了诗人们,包括悲剧诗人、迪提兰博斯诗人以及其他诗人,心想在那里我可以当场抓住自己比他们更无知的证据。
ἀναλαμβάνων οὖν αὐτῶν τὰ ποιήματα ἅ μοι ἐδόκει μάλιστα πεπραγματεῦσθαι αὐτοῖς, διηρώτων ἂν αὐτοὺς τί λέγοιεν, ἵνʼ ἅμα τι καὶ μανθάνοιμι παρʼ αὐτῶν.
于是,我拿起他们那些在我看来似乎是他们最费心创作的诗作,询问他们是什么意思,以便同时我也能从他们那里学到点什么。
αἰσχύνομαι οὖν ὑμῖν εἰπεῖν, ὦ ἄνδρες, τἀληθῆ· ὅμως δὲ ῥητέον.
诸位,我真不好意思对你们说真话;但无论如何必须说出来。
ὡς ἔπος γὰρ εἰπεῖν ὀλίγου αὐτῶν ἅπαντες οἱ παρόντες ἂν βέλτιον ἔλεγον περὶ ὧν αὐτοὶ ἐπεποιήκεσαν.
一言以蔽之,几乎所有在场的人,对于诗人们自己创作的那些作品,都会比诗人们自己说得更好。
ἔγνων οὖν αὖ καὶ περὶ τῶν ποιητῶν ἐν ὀλίγῳ τοῦτο, ὅτι οὐ σοφίᾳ ποιοῖεν ἃ ποιοῖεν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες ὥσπερ οἱ θεομάντεις καὶ οἱ χρησμῳδοί· καὶ γὰρ οὗτοι λέγουσι μὲν πολλὰ καὶ καλά, ἴσασιν δὲ οὐδὲν ὧν λέγουσι.
因此,关于诗人们,我很快也明白了这一点:他们创作他们所创作的东西,并非凭借智慧,而是凭借某种天性并处于神入状态,就像那些预言家和传达神谕的人一样;因为这些人也说出许多美好的事物,但对自己所说的话却一无所知。
τοιοῦτόν τί μοι ἐφάνησαν πάθος καὶ οἱ ποιηταὶ πεπονθότες, καὶ ἅμα ᾐσθόμην αὐτῶν διὰ τὴν ποίησιν οἰομένων καὶ τἆλλα σοφωτάτων εἶναι ἀνθρώπων ἃ οὐκ ἦσαν.
在我看来,诗人们也经历了这样一种状态;同时我意识到,由于他们的诗歌创作,他们自以为在其他事情上也是人类中最智慧的,而实际上他们并不是。
ἀπῇα οὖν καὶ ἐντεῦθεν τῷ αὐτῷ οἰόμενος περιγεγονέναι ᾧπερ καὶ τῶν πολιτικῶν.
因此,我也离开了他们,认为自己在使我优于政治家的同一件事上也优于他们。
τελευτῶν οὖν ἐπὶ τοὺς χειροτέχνας ᾖα· ἐμαυτῷ γὰρ συνῄδη οὐδὲν ἐπισταμένῳ ὡς ἔπος εἰπεῖν, τούτους δέ γʼ ᾔδη ὅτι εὑρήσοιμι πολλὰ καὶ καλὰ ἐπισταμένους.
最后,我拜访了手艺人;因为我自知自己几乎一无所知,但我确切知道我会发现他们懂得许多美好的事物。
καὶ τούτου μὲν οὐκ ἐψεύσθην, ἀλλʼ ἠπίσταντο ἃ ἐγὼ οὐκ ἠπιστάμην καί μου ταύτῃ σοφώτεροι ἦσαν.
在这件事上我没有被欺骗;他们确实懂得我所不懂的事情,并且在这一方面比我更有智慧。
ἀλλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ταὐτόν μοι ἔδοξαν ἔχειν ἁμάρτημα ὅπερ καὶ οἱ ποιηταὶ καὶ οἱ ἀγαθοὶ δημιουργοί—διὰ τὸ τὴν τέχνην καλῶς ἐξεργάζεσθαι ἕκαστος ἠξίου καὶ τἆλλα τὰ μέγιστα σοφώτατος εἶναι—καὶ αὐτῶν αὕτη ἡ πλημμέλεια ἐκείνην τὴν σοφίαν ἀποκρύπτειν· ὥστε με ἐμαυτὸν ἀνερωτᾶν ὑπὲρ τοῦ χρησμοῦ πότερα δεξαίμην ἂν οὕτως ὥσπερ ἔχω ἔχειν, μήτε τι σοφὸς ὢν τὴν ἐκείνων σοφίαν μήτε ἀμαθὴς τὴν ἀμαθίαν, ἢ ἀμφότερα ἃ ἐκεῖνοι ἔχουσιν ἔχειν.
但是,雅典的市民们,那些优秀的手艺人似乎也犯了和诗人们相同的错误——因为把自己的手艺做得很好,每一个人都自以为在其他最重大的事情上也是最智慧的——而他们的这一失误似乎遮蔽了他们原有的智慧,以至于我为了神谕而自问,我是愿意像我现在这样,既没有他们的智慧,也没有他们的无知,还是愿意同时拥有他们所拥有的这两者。
ἀπεκρινάμην οὖν ἐμαυτῷ καὶ τῷ χρησμῷ ὅτι μοι λυσιτελοῖ ὥσπερ ἔχω ἔχειν.
于是我对自己和神谕回答说,对我而言,保持我目前的状态更为有利。
§23ἐκ ταυτησὶ δὴ τῆς ἐξετάσεως, ὦ ἄνδρες Ἀθηναῖοι, πολλαὶ μὲν ἀπέχθειαί μοι γεγόνασι καὶ οἷαι χαλεπώταται καὶ βαρύταται, ὥστε πολλὰς διαβολὰς ἀπʼ αὐτῶν γεγονέναι, ὄνομα δὲ τοῦτο λέγεσθαι, σοφὸς εἶναι· οἴονται γάρ με ἑκάστοτε οἱ παρόντες ταῦτα αὐτὸν εἶναι σοφὸν ἃ ἂν ἄλλον ἐξελέγξω.
雅典的市民们,正是由于这种探究,招致了许多针对我的怨恨,而且是极其艰难和沉重的怨恨,以致从中产生了许多中伤,并使我得到了‘智慧者’这个名号;因为在场的旁观者每次都以为,我在什么事情上驳倒了别人,我自己就在那件事情上是有智慧的。
τὸ δὲ κινδυνεύει, ὦ ἄνδρες, τῷ ὄντι ὁ θεὸς σοφὸς εἶναι, καὶ ἐν τῷ χρησμῷ τούτῳ τοῦτο λέγειν, ὅτι ἡ ἀνθρωπίνη σοφία ὀλίγου τινὸς ἀξία ἐστὶν καὶ οὐδενός.
但实际上,诸位,神似乎才是真正智慧的,而在这个神谕中他是在说这个意思:人类的智慧只有微小的价值,甚至根本毫无价值。
καὶ φαίνεται τοῦτον λέγειν τὸν Σωκράτη, προσκεχρῆσθαι δὲ τῷ ἐμῷ ὀνόματι, ἐμὲ παράδειγμα ποιούμενος, ὥσπερ ἂν εἰ εἴποι ὅτι οὗτος ὑμῶν, ὦ ἄνθρωποι, σοφώτατός ἐστιν, ὅστις ὥσπερ Σωκράτης ἔγνωκεν ὅτι οὐδενὸς ἄξιός ἐστι τῇ ἀληθείᾳ πρὸς σοφίαν.
他似乎是在说这个苏格拉底,并借用了我的名字,把我当作一个例子,就像他如果说:‘人类啊,你们之中最智慧的,是像苏格拉底那样认识到自己在智慧方面实际上毫无价值的人。
ταῦτʼ οὖν ἐγὼ μὲν ἔτι καὶ νῦν περιιὼν ζητῶ καὶ ἐρευνῶ κατὰ τὸν θεὸν καὶ τῶν ἀστῶν καὶ ξένων ἄν τινα οἴωμαι σοφὸν εἶναι· καὶ ἐπειδάν μοι μὴ δοκῇ, τῷ θεῷ βοηθῶν ἐνδείκνυμαι ὅτι οὐκ ἔστι σοφός.
’因此,我直到现在仍四处奔走,遵照神的指示去探求和搜寻,无论是在市民还是外邦人中,只要我认为谁是有智慧的;而当我发现他并非如此时,我就协助神,向他指出他并非智慧。
καὶ ὑπὸ ταύτης τῆς ἀσχολίας οὔτε τι τῶν τῆς πόλεως πρᾶξαί μοι σχολὴ γέγονεν ἄξιον λόγου οὔτε τῶν οἰκείων, ἀλλʼ ἐν πενίᾳ μυρίᾳ εἰμὶ διὰ τὴν τοῦ θεοῦ λατρείαν.
由于这种忙碌,我既无暇顾及城邦中任何值得一提的事务,也无暇顾及自己的家务,而是因为对神的侍奉而处于极度的贫困之中。
πρὸς δὲ τούτοις οἱ νέοι μοι ἐπακολουθοῦντες—οἷς μάλιστα σχολή ἐστιν, οἱ τῶν πλουσιωτάτων—αὐτόματοι, χαίρουσιν ἀκούοντες ἐξεταζομένων τῶν ἀνθρώπων, καὶ αὐτοὶ πολλάκις ἐμὲ μιμοῦνται, εἶτα ἐπιχειροῦσιν ἄλλους ἐξετάζειν· κἄπειτα οἶμαι εὑρίσκουσι πολλὴν ἀφθονίαν οἰομένων μὲν εἰδέναι τι ἀνθρώπων, εἰδότων δὲ ὀλίγα ἢ οὐδέν.
此外,那些自愿跟随我的年轻人——也就是最闲暇、最富有者的子弟——乐于听人们被省察,而且他们自己也经常模仿我,进而尝试去省察别人;接着,我想他们会发现有极多自以为知道些什么、实际上却知道得很少或一无所知的人。
ἐντεῦθεν οὖν οἱ ὑπʼ αὐτῶν ἐξεταζόμενοι ἐμοὶ ὀργίζονται, οὐχ αὑτοῖς, καὶ λέγουσιν ὡς Σωκράτης τίς ἐστι μιαρώτατος καὶ διαφθείρει τοὺς νέους·
结果,那些被他们省察的人对我感到愤怒,而不是对他们自己,并且说有个叫苏格拉底的家伙,真是个极其可恶的人,正在败坏青年。
καὶ ἐπειδάν τις αὐτοὺς ἐρωτᾷ ὅτι ποιῶν καὶ ὅτι διδάσκων, ἔχουσι μὲν οὐδὲν εἰπεῖν ἀλλʼ ἀγνοοῦσιν, ἵνα δὲ μὴ δοκῶσιν ἀπορεῖν, τὰ κατὰ πάντων τῶν φιλοσοφούντων πρόχειρα ταῦτα λέγουσιν, ὅτι τὰ μετέωρα καὶ τὰ ὑπὸ γῆς καὶ θεοὺς μὴ νομίζειν καὶ τὸν ἥττω λόγον κρείττω ποιεῖν.
而每当有人问他们:‘他是通过做什么、教导什么来败坏青年的? ’他们无话可说,因为他们根本不知道;但为了不显得窘迫,他们就拿出那些针对所有哲学研究者的陈词滥调来说:‘探究天上和地下的事’、‘不信神明’以及‘把弱势的论证说成强势的’。
τὰ γὰρ ἀληθῆ οἴομαι οὐκ ἂν ἐθέλοιεν λέγειν, ὅτι κατάδηλοι γίγνονται προσποιούμενοι μὲν εἰδέναι, εἰδότες δὲ οὐδέν.
因为我想他们不愿说出真话,即他们伪装成知道、实际上却一无所知的真相已被暴露无遗。
ἅτε οὖν οἶμαι φιλότιμοι ὄντες καὶ σφοδροὶ καὶ πολλοί, καὶ συντεταμένως καὶ πιθανῶς λέγοντες περὶ ἐμοῦ, ἐμπεπλήκασιν ὑμῶν τὰ ὦτα καὶ πάλαι καὶ σφοδρῶς διαβάλλοντες.
因此,我想,由于他们热衷于名誉、态度激烈且人数众多,并且有组织、有说服力地谈论我,他们早就在你们耳边塞满了针对我的激烈中伤。

词汇与语法注释

  1. 22aἐμὴν πλάνην ... πονοῦντος — 属格现在分词 πονοῦντος 修饰物主形容词 ἐμὴν(我的),将其视作人称代词的属格(ἐμοῦ)。意为“我的漫游,犹如一个承受着某种劳苦之人的漫游”。
  2. 22bὀλίγου αὐτῶν ἅπαντες — 这里的 ὀλίγου 充当副词,意为“几乎”,修饰后面的 ἅπαντες(几乎所有人)。αὐτῶν 指代诗人的作品。
  3. 22eοὕτως ὥσπερ ἔχω ἔχειν — 不定式 ἔχειν 充当 δεξαίμην ἂν 的宾语。从句 ὥσπερ ἔχω 意为“正如我现在所是的状态”(ἔχω 配合副词表示“处于某种状态”)。整句意为“保持我目前所处的状态”。
  4. 23aτὸ δὲ κινδυνεύει — tò dé 是副词性短语,意为“但实际上”。kindūneuei 在此作无人称动词,意为“似乎”、“大抵”,后接带 limits 的不定式结构(ho theos sophos einai)作主语。

引用这一段

柏拉图, 申辩篇 §22-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:22-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。