Humanitext Reader

柏拉图 · 申辩篇 §21

德尔斐神谕的验证与对政治家的考察

第 4 段,共 19 段 · 希腊语

内容简介

苏格拉底叙述了自己为了解开德尔斐神谕(称没有人比他更有智慧)的谜团,而去拜访并考察那些被认为有智慧的政治家,结果发现他们虽无知却自以为有智慧的经历。

§21οὗτος ἐμός τε ἑταῖρος ἦν ἐκ νέου καὶ ὑμῶν τῷ πλήθει ἑταῖρός τε καὶ συνέφυγε τὴν φυγὴν ταύτην καὶ μεθʼ ὑμῶν κατῆλθε.
这个人自年轻时起就是我的朋友,也是你们多数人(民主派)的朋友,他曾与你们一同经历那次流亡,并与你们一同返回。
καὶ ἴστε δὴ οἷος ἦν Χαιρεφῶν, ὡς σφοδρὸς ἐφʼ ὅτι ὁρμήσειεν.
你们想必也知道凯勒丰是个怎样的人,他在自己所着手的任何事情上是多么热切。
καὶ δή ποτε καὶ εἰς Δελφοὺς ἐλθὼν ἐτόλμησε τοῦτο μαντεύσασθαι—καί, ὅπερ λέγω, μὴ θορυβεῖτε, ὦ ἄνδρες—ἤρετο γὰρ δὴ εἴ τις ἐμοῦ εἴη σοφώτερος.
有一次,他甚至去了德尔斐,竟敢就这件事求问神谕——正如我所说的,诸君,请不要喧哗——因为他询问是否有人比我更智慧。
ἀνεῖλεν οὖν ἡ Πυθία μηδένα σοφώτερον εἶναι.
于是皮提亚(女祭司)传下神谕,说没有一个人比我更智慧。
καὶ τούτων πέρι ὁ ἀδελφὸς ὑμῖν αὐτοῦ οὑτοσὶ μαρτυρήσει, ἐπειδὴ ἐκεῖνος τετελεύτηκεν.
关于这些事情,他的这位兄弟在这里可以为你们作证,因为他本人已经去世了。
σκέψασθε δὴ ὧν ἕνεκα ταῦτα λέγω· μέλλω γὰρ ὑμᾶς διδάξειν ὅθεν μοι ἡ διαβολὴ γέγονεν.
请考虑一下我为什么要说这些话;因为我将向你们表明,对我的偏见是从哪里产生的。
ταῦτα γὰρ ἐγὼ ἀκούσας ἐνεθυμούμην οὑτωσί· τί ποτε λέγει ὁ θεός, καὶ τί ποτε αἰνίττεται;
我听了这话之后,心里这样琢磨: “神到底在说什么,又到底在暗示什么呢?
ἐγὼ γὰρ δὴ οὔτε μέγα οὔτε σμικρὸν σύνοιδα ἐμαυτῷ σοφὸς ὤν·
因为我自知无论在大处还是小处,自己都没有智慧。
τί οὖν ποτε λέγει φάσκων ἐμὲ σοφώτατον εἶναι;
那么,他宣称我是最智慧的,到底是什么意思呢?
οὐ γὰρ δήπου ψεύδεταί γε· οὐ γὰρ θέμις αὐτῷ.
他当然不会撒谎,因为这违背了他的神圣法则。
καὶ πολὺν μὲν χρόνον ἠπόρουν τί ποτε λέγει·
” 有很长一段时间,我都在苦思冥想他到底是什么意思。
ἔπειτα μόγις πάνυ ἐπὶ ζήτησιν αὐτοῦ τοιαύτην τινὰ ἐτραπόμην.
后来,我好不容易才用以下的方式开始了对这神谕的探究。
ἦλθον ἐπί τινα τῶν δοκούντων σοφῶν εἶναι, ὡς ἐνταῦθα εἴπερ που ἐλέγξων τὸ μαντεῖον καὶ ἀποφανῶν τῷ χρησμῷ ὅτι οὑτοσὶ ἐμοῦ σοφώτερός ἐστι, σὺ δʼ ἐμὲ ἔφησθα.
我拜访了某位被认为有智慧的人,心想在这里,如果有可能的话,我就可以反驳神谕,并对神谕说:“这个人比我更智慧,而你却说我是。
διασκοπῶν οὖν τοῦτον—ὀνόματι γὰρ οὐδὲν δέομαι λέγειν, ἦν δέ τις τῶν πολιτικῶν πρὸς ὃν ἐγὼ σκοπῶν τοιοῦτόν τι ἔπαθον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ διαλεγόμενος αὐτῷ—ἔδοξέ μοι οὗτος ὁ ἀνὴρ δοκεῖν μὲν εἶναι σοφὸς ἄλλοις τε πολλοῖς ἀνθρώποις καὶ μάλιστα ἑαυτῷ, εἶναι δʼ οὔ·
” 于是,在观察这个人时——我没有必要提他的名字,但他是一位政治家,雅典的市民们,我在观察他并与他交谈时,经历了这样一件事——在我看来,这个人似乎在许多其他人眼里、尤其是在他自己眼里是有智慧的,但实际上却不然。
κἄπειτα ἐπειρώμην αὐτῷ δεικνύναι ὅτι οἴοιτο μὲν εἶναι σοφός, εἴη δʼ οὔ.
接着,我试图向他指出,他自以为有智慧,其实不然。
ἐντεῦθεν οὖν τούτῳ τε ἀπηχθόμην καὶ πολλοῖς τῶν παρόντων·
结果,我因此招致了他以及许多旁观者的憎恨。
πρὸς ἐμαυτὸν δʼ οὖν ἀπιὼν ἐλογιζόμην ὅτι τούτου μὲν τοῦ ἀνθρώπου ἐγὼ σοφώτερός εἰμι·
但在离开时,我独自思量: “我确实比这个人更有智慧。
κινδυνεύει μὲν γὰρ ἡμῶν οὐδέτερος οὐδὲν καλὸν κἀγαθὸν εἰδέναι, ἀλλʼ οὗτος μὲν οἴεταί τι εἰδέναι οὐκ εἰδώς, ἐγὼ δέ, ὥσπερ οὖν οὐκ οἶδα, οὐδὲ οἴομαι·
因为我们俩似乎谁都不知道任何美而善的事,但他不知道却以为自己知道,而我既然不知道,也就同样不以为自己知道。
ἔοικα γοῦν τούτου γε σμικρῷ τινι αὐτῷ τούτῳ σοφώτερος εἶναι, ὅτι ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι.
至少在这一件微小的事情上,我似乎比他更有智慧:我不知道的事,我也不以为自己知道。
ἐντεῦθεν ἐπʼ ἄλλον ᾖα τῶν ἐκείνου δοκούντων σοφωτέρων εἶναι καί μοι ταὐτὰ ταῦτα ἔδοξε, καὶ ἐνταῦθα κἀκείνῳ καὶ ἄλλοις πολλοῖς ἀπηχθόμην.
” 此后,我又去了另一个被认为比那个人更有智慧的人那里,得到了完全相同的印象,结果在那里,我也招致了他和许多其他人的憎恨。
μετὰ ταῦτʼ οὖν ἤδη ἐφεξῆς ᾖα, αἰσθανόμενος μὲν λυπούμενος καὶ δεδιὼς ὅτι ἀπηχθανόμην, ὅμως δὲ ἀναγκαῖον ἐδόκει εἶναι τὸ τοῦ θεοῦ περὶ πλείστου ποιεῖσθαι—ἰτέον οὖν, σκοποῦντι τὸν χρησμὸν τί λέγει, ἐπὶ ἅπαντας τούς τι δοκοῦντας εἰδέναι.
在这之后,我便一个接一个地拜访下去,虽然意识到自己正在招致憎恨而感到痛苦和担忧,但神的事情在我看来必须放在首位。 因此,为了探究神谕到底是什么意思,我必须走访所有那些被认为知道某些事情的人。

词汇与语法注释

  1. 21aὡς σφοδρὸς ἐφʼ ὅτι ὁρμήσειεν — 关系从句(或间接疑问从句)中的祈愿语气动词 ὁρμήσειεν 表示过去时间里的普遍或反复发生的行为,紧接在主句的过去时态动词(ἦν)之后。
  2. 21bσύνοιδα ἐμαυτῷ σοφὸς ὤν — 动词短语 σύνοιδα ἐμαυτῷ(自知、意识到)带有名格分词 ὤν,表示“我自知自己是……”。虽然也可以使用与反身代词一致的与格分词(σοφῷ ὄν提),但此处选择了名格(σοφὸς ὤν),以与主句的主语保持一致。
  3. 21cὡς ... ἐλέγξων ... καὶ ἀποφανῶν — 连接词 ὡς 连同将来时分词(ἐλέγξων, ἀποφανῶν)表示主语的主观意图或目的(“企图反驳……并指出……”)。
  4. 21eἰτέον οὖν, σκοποῦντι τὸν χρησμὸν τί λέγει, ἐπὶ ἅπαντας — 无人称形容动词 ἰτέον(必须走访)的句式中,与格现在分词 σκοποῦντι 充当动作的逻辑主语(“对于探究……的人来说”)。

引用这一段

柏拉图, 申辩篇 §21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。