§24ἐκ τούτων καὶ Μέλητός μοι ἐπέθετο καὶ Ἄνυτος καὶ Λύκων, Μέλητος μὲν ὑπὲρ τῶν ποιητῶν ἀχθόμενος, Ἄνυτος δὲ ὑπὲρ τῶν δημιουργῶν καὶ τῶν πολιτικῶν, Λύκων δὲ ὑπὲρ τῶν ῥητόρων·
从这些人中,美勒托斯、安尼图斯和吕康袭击了我:美勒托斯是为了诗人们而恼怒,安尼图斯是为了手艺人和政治家们,吕康则是为了修辞学家们。
ὥστε, ὅπερ ἀρχόμενος ἐγὼ ἔλεγον, θαυμάζοιμʼ ἂν εἰ οἷός τʼ εἴην ἐγὼ ὑμῶν ταύτην τὴν διαβολὴν ἐξελέσθαι ἐν οὕτως ὀλίγῳ χρόνῳ οὕτω πολλὴν γεγονυῖαν.
因此,正如我开始时所说的,如果我能在这如此短的时间内,消除你们心中这已经变得如此深重的偏见,那将是令人惊讶的事。
ταῦτʼ ἔστιν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τἀληθῆ, καὶ ὑμᾶς οὔτε μέγα οὔτε μικρὸν ἀποκρυψάμενος ἐγὼ λέγω οὐδʼ ὑποστειλάμενος.
雅典的市民们,这就是对你们说的真话,我毫不隐瞒,无论大事还是小事,也毫无保留。
καίτοι οἶδα σχεδὸν ὅτι αὐτοῖς τούτοις ἀπεχθάνομαι, ὃ καὶ τεκμήριον ὅτι ἀληθῆ λέγω καὶ ὅτι αὕτη ἐστὶν ἡ διαβολὴ ἡ ἐμὴ καὶ τὰ αἴτια ταῦτά ἐστιν.
然而,我差不多知道,我正是因为这些话而招致怨恨,而这恰恰证明我所说的是真话,并且这就是对我的中伤,而这些就是它的原因。
καὶ ἐάντε νῦν ἐάντε αὖθις ζητήσητε ταῦτα, οὕτως εὑρήσετε.
无论你们现在还是以后调查这些,都会发现确实如此。
περὶ μὲν οὖν ὧν οἱ πρῶτοί μου κατήγοροι κατηγόρουν αὕτη ἔστω ἱκανὴ ἀπολογία πρὸς ὑμᾶς·
对于我的第一批起诉人所提出的控告,对你们作这样的辩护也就可以了。
πρὸς δὲ Μέλητον τὸν ἀγαθὸν καὶ φιλόπολιν, ὥς φησι, καὶ τοὺς ὑστέρους μετὰ ταῦτα πειράσομαι ἀπολογήσασθαι.
接下来,我将努力向美勒托斯——正如他自己所说的“善良且爱国”的人——以及此后的起诉人们进行辩护。
αὖθις γὰρ δή, ὥσπερ ἑτέρων τούτων ὄντων κατηγόρων, λάβωμεν αὖ τὴν τούτων ἀντωμοσίαν. ἔχει δέ πως ὧδε·
因为,既然这些是另一批起诉人,让我们再来拿他们的起诉书看看。
Σωκράτη φησὶν ἀδικεῖν τούς τε νέους διαφθείροντα καὶ θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζοντα, ἕτερα δὲ δαιμόνια καινά.
其内容大致如下:它说苏格拉底通过败坏青年而犯罪,并且不信仰城邦所信仰的神明,而是信仰其他新的神灵。
τὸ μὲν δὴ ἔγκλημα τοιοῦτόν ἐστιν· τούτου δὲ τοῦ ἐγκλήματος ἓν ἕκαστον ἐξετάσωμεν.
起诉状确实就是这样的;让我们来一一审视这项控告。
φησὶ γὰρ δὴ τοὺς νέους ἀδικεῖν με διαφθείροντα.
因为他确实说我通过败坏青年而犯罪。
ἐγὼ δέ γε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀδικεῖν φημι Μέλητον, ὅτι σπουδῇ χαριεντίζεται, ῥᾳδίως εἰς ἀγῶνα καθιστὰς ἀνθρώπους, περὶ πραγμάτων προσποιούμενος σπουδάζειν καὶ κήδεσθαι ὧν οὐδὲν τούτῳ πώποτε ἐμέλησεν·
但是,雅典的市民们,我却说美勒托斯在犯罪,因为他在严肃的事情上开玩笑,轻易地把人送上法庭,假装关心和在意那些他从未放在心上的事情。
ὡς δὲ τοῦτο οὕτως ἔχει, πειράσομαι καὶ ὑμῖν ἐπιδεῖξαι.
至于事实确实如此,我也将努力向你们表明。
καί μοι δεῦρο, ὦ Μέλητε, εἰπέ· ἄλλο τι ἢ περὶ πλείστου ποιῇ ὅπως ὡς βέλτιστοι οἱ νεώτεροι ἔσονται;
苏格拉底:来,美勒托斯,告诉我:你岂不是把使年轻一代尽可能变得最好,看得比什么都重要吗?
ἔγωγε.
美勒托斯:我是这样。
ἴθι δή νυν εἰπὲ τούτοις, τίς αὐτοὺς βελτίους ποιεῖ;
苏格拉底:那么,请告诉这些人,谁使他们变得更好?
δῆλον γὰρ ὅτι οἶσθα, μέλον γέ σοι.
因为你显然知道,既然你如此关心。
τὸν μὲν γὰρ διαφθείροντα ἐξευρών, ὡς φῄς, ἐμέ, εἰσάγεις τουτοισὶ καὶ κατηγορεῖς·
既然你已经找出了败坏他们的人——如你所说,就是我——并把拉我到这些人面前并起诉。
τὸν δὲ δὴ βελτίους ποιοῦντα ἴθι εἰπὲ καὶ μήνυσον αὐτοῖς τίς ἐστιν.
那么,请告诉他们,并向他们指出谁是使他们变得更好的人。
—ὁρᾷς, ὦ Μέλητε, ὅτι σιγᾷς καὶ οὐκ ἔχεις εἰπεῖν;
——美勒托斯,你看到你保持沉默,无话可说了吗?
καίτοι οὐκ αἰσχρόν σοι δοκεῖ εἶναι καὶ ἱκανὸν τεκμήριον οὗ δὴ ἐγὼ λέγω, ὅτι σοι οὐδὲν μεμέληκεν;
然而,你不觉得这很可耻,并且是我所说的话的充分证据,证明你根本没有关心过这件事吗?
ἀλλʼ εἰπέ, ὠγαθέ, τίς αὐτοὺς ἀμείνους ποιεῖ;
来吧,好人,告诉我们,谁使他们变得更好?
οἱ νόμοι.
美勒托斯:法律。
ἀλλʼ οὐ τοῦτο ἐρωτῶ, ὦ βέλτιστε, ἀλλὰ τίς ἄνθρωπος, ὅστις πρῶτον καὶ αὐτὸ τοῦτο οἶδε, τοὺς νόμους;
苏格拉底:但我不是问这个,最优秀的人,而是问什么人,他首先知道这件具体的事,即法律?
οὗτοι, ὦ Σώκρατες, οἱ δικασταί.
美勒托斯:苏格拉底,就是这些人,这些审判员。
πῶς λέγεις, ὦ Μέλητε;
苏格拉底:你怎么说,美勒托斯?
οἵδε τοὺς νέους παιδεύειν οἷοί τέ εἰσι καὶ βελτίους ποιοῦσιν;
这些人能够教育青年并使他们变得更好吗?
μάλιστα.
美勒托斯:当然。
πότερον ἅπαντες, ἢ οἱ μὲν αὐτῶν, οἱ δʼ οὔ;
苏格拉底:是所有人,还是他们中的一些人能够,而另一些人不能?
ἅπαντες.
美勒托斯:所有人。
εὖ γε νὴ τὴν Ἥραν λέγεις καὶ πολλὴν ἀφθονίαν τῶν ὠφελούντων.
苏格拉底:以赫拉起誓,你说得真好,这可真是有益之人的极大丰裕。