← プラトン

ソクラテスの弁明

§22-23

詩人と職人の吟味とソクラテスへの反感の起源

ソクラテスは、政治家に続いて詩人や職人たちを吟味したが、彼らも自らの専門分野の知識から他の重大な事柄までも知っているとうぬぼれていることを見出し、知恵の欠如を自覚する自身の優位性を再確認する。この吟味活動が多くの憎悪と「知者」という偏見を生み、彼を弁護する者への言いがかりへと繋がっていったことを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§22

καὶ νὴ τὸν κύνα, ὦ ἄνδρες Ἀθηναῖοι— δεῖ γὰρ πρὸς ὑμᾶς τἀληθῆ λέγειν—ἦ μὴν ἐγὼ ἔπαθόν τι τοιοῦτον· οἱ μὲν μάλιστα εὐδοκιμοῦντες ἔδοξάν μοι ὀλίγου δεῖν τοῦ πλείστου ἐνδεεῖς εἶναι ζητοῦντι κατὰ τὸν θεόν, ἄλλοι δὲ δοκοῦντες φαυλότεροι ἐπιεικέστεροι εἶναι ἄνδρες πρὸς τὸ φρονίμως ἔχειν. δεῖ δὴ ὑμῖν τὴν ἐμὴν πλάνην ἐπιδεῖξαι ὥσπερ πόνους τινὰς πονοῦντος1 ἵνα μοι καὶ ἀνέλεγκτος ἡ μαντεία γένοιτο. μετὰ γὰρ τοὺς πολιτικοὺς ᾖα ἐπὶ τοὺς ποιητὰς τούς τε τῶν τραγῳδιῶν καὶ τοὺς τῶν διθυράμβων καὶ τοὺς ἄλλους, ὡς ἐνταῦθα ἐπʼ αὐτοφώρῳ καταληψόμενος ἐμαυτὸν ἀμαθέστερον ἐκείνων ὄντα. ἀναλαμβάνων οὖν αὐτῶν τὰ ποιήματα ἅ μοι ἐδόκει μάλιστα πεπραγματεῦσθαι αὐτοῖς, διηρώτων ἂν αὐτοὺς τί λέγοιεν, ἵνʼ ἅμα τι καὶ μανθάνοιμι παρʼ αὐτῶν. αἰσχύνομαι οὖν ὑμῖν εἰπεῖν, ὦ ἄνδρες, τἀληθῆ· ὅμως δὲ ῥητέον. ὡς ἔπος γὰρ εἰπεῖν ὀλίγου αὐτῶν ἅπαντες2 οἱ παρόντες ἂν βέλτιον ἔλεγον περὶ ὧν αὐτοὶ ἐπεποιήκεσαν. ἔγνων οὖν αὖ καὶ περὶ τῶν ποιητῶν ἐν ὀλίγῳ τοῦτο, ὅτι οὐ σοφίᾳ ποιοῖεν ἃ ποιοῖεν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες ὥσπερ οἱ θεομάντεις καὶ οἱ χρησμῳδοί· καὶ γὰρ οὗτοι λέγουσι μὲν πολλὰ καὶ καλά, ἴσασιν δὲ οὐδὲν ὧν λέγουσι. τοιοῦτόν τί μοι ἐφάνησαν πάθος καὶ οἱ ποιηταὶ πεπονθότες, καὶ ἅμα ᾐσθόμην αὐτῶν διὰ τὴν ποίησιν οἰομένων καὶ τἆλλα σοφωτάτων εἶναι ἀνθρώπων ἃ οὐκ ἦσαν. ἀπῇα οὖν καὶ ἐντεῦθεν τῷ αὐτῷ οἰόμενος περιγεγονέναι ᾧπερ καὶ τῶν πολιτικῶν. τελευτῶν οὖν ἐπὶ τοὺς χειροτέχνας ᾖα· ἐμαυτῷ γὰρ συνῄδη οὐδὲν ἐπισταμένῳ ὡς ἔπος εἰπεῖν, τούτους δέ γʼ ᾔδη ὅτι εὑρήσοιμι πολλὰ καὶ καλὰ ἐπισταμένους. καὶ τούτου μὲν οὐκ ἐψεύσθην, ἀλλʼ ἠπίσταντο ἃ ἐγὼ οὐκ ἠπιστάμην καί μου ταύτῃ σοφώτεροι ἦσαν. ἀλλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ταὐτόν μοι ἔδοξαν ἔχειν ἁμάρτημα ὅπερ καὶ οἱ ποιηταὶ καὶ οἱ ἀγαθοὶ δημιουργοί—διὰ τὸ τὴν τέχνην καλῶς ἐξεργάζεσθαι ἕκαστος ἠξίου καὶ τἆλλα τὰ μέγιστα σοφώτατος εἶναι—καὶ αὐτῶν αὕτη ἡ πλημμέλεια ἐκείνην τὴν σοφίαν ἀποκρύπτειν· ὥστε με ἐμαυτὸν ἀνερωτᾶν ὑπὲρ τοῦ χρησμοῦ πότερα δεξαίμην ἂν οὕτως ὥσπερ ἔχω ἔχειν,3 μήτε τι σοφὸς ὢν τὴν ἐκείνων σοφίαν μήτε ἀμαθὴς τὴν ἀμαθίαν, ἢ ἀμφότερα ἃ ἐκεῖνοι ἔχουσιν ἔχειν. ἀπεκρινάμην οὖν ἐμαυτῷ καὶ τῷ χρησμῷ ὅτι μοι λυσιτελοῖ ὥσπερ ἔχω ἔχειν.

そして犬にかけて、アテナイの皆さん ──皆さんに真実を言わねばなりませんから── 私は確かに、次のようなことを経験したのです。神に従って探究するうちに、最も評判の良い人々が、ほとんど最も多くのことにおいて知恵に欠けているように思われ、他方、より劣っていると思われている他の人々が、賢明さという点では、より優れた人物であると思われたのです。私は皆さんに、私の放浪の旅を、まるで何らかの労苦を重ねる者のそれであるかのように提示しなければなりません。それは、私にとって神託が結局のところ反駁不可能なものとなるためです。政治家たちののち、私は詩人たち、悲劇詩人やディテュランボスの詩人、その他の詩人たちのところへ行きました。そこにおいて、彼らよりも自分が無知であることを、現行犯で捕らえることができるだろうと思ったからです。そこで私は、彼らの作品のうちで最も念を入れて作られたと思われるものを取り上げては、彼らが何を言っているのかを尋ね、同時にそこから何かを学ぼうとしました。皆さん、私は真実を言うのが恥ずかしい。しかし、言わねばなりません。一言で言えば、そこにいた人々はほとんど誰もが、詩人たちが自分で作った作品について、彼ら自身よりも上手に語ることができたでしょう。そこで私は、詩人たちについてもまた、短時間のうちに次のことを知りました。彼らが作品を作るのは、知恵によるのではなく、ある種の天性と、神がかりによるのだということです。それは神託の預言者や占い師たちと同じです。彼らもまた、多くの美しいことを語りながらも、自分たちが語ることを何一つ知らないからです。詩人たちも、そのような状態に陥っていることが私に明らかになりました。と同時に、彼らが詩作のゆえに、自分たちは他の事柄についても人間の中で最も知恵があると思い込んでいるが、実際はそうではないということに気づきました。そこで私はそこからも立ち去りました。自分が彼らに対しても、政治家たちに対してと同じ点で優っていると考えながら。最後に、私は職人たちのところへ行きました。なぜなら私は、自分自身、一言で言えば何も知らないと自覚していたのに対し、彼らの方については、多くの美しいことを知っていることを見出すだろうと確信していたからです。そしてこの点については欺かれませんでした。彼らは私が知らないことを知っており、その点では私よりも知恵がありました。しかし、アテナイの皆さん、この優れた職人たちも、詩人たちと同じ過ちを犯しているように思われました。すなわち、自分の技術を美しく成し遂げているがゆえに、各自が他の最も重大な事柄についても自分は最も知恵があるとうぬぼれており、彼らのこの欠点が、あの知恵を覆い隠してしまっているように思われたのです。その結果、私は神託のために自分自身に次のように問い直すことになりました。自分が今持っている通りの状態でいること、すなわち、彼らの持つ知恵も持たず、彼らの持つ無知も持たないままでいることと、彼らが持っているその両方を持つことのどちらを望むだろうかと。私は自分自身と神託に対して、今の状態のままでいることの方が自分にとって益になると答えました。

§23

ἐκ ταυτησὶ δὴ τῆς ἐξετάσεως, ὦ ἄνδρες Ἀθηναῖοι, πολλαὶ μὲν ἀπέχθειαί μοι γεγόνασι καὶ οἷαι χαλεπώταται καὶ βαρύταται, ὥστε πολλὰς διαβολὰς ἀπʼ αὐτῶν γεγονέναι, ὄνομα δὲ τοῦτο λέγεσθαι, σοφὸς εἶναι· οἴονται γάρ με ἑκάστοτε οἱ παρόντες ταῦτα αὐτὸν εἶναι σοφὸν ἃ ἂν ἄλλον ἐξελέγξω. τὸ δὲ κινδυνεύει,4 ὦ ἄνδρες, τῷ ὄντι ὁ θεὸς σοφὸς εἶναι, καὶ ἐν τῷ χρησμῷ τούτῳ τοῦτο λέγειν, ὅτι ἡ ἀνθρωπίνη σοφία ὀλίγου τινὸς ἀξία ἐστὶν καὶ οὐδενός. καὶ φαίνεται τοῦτον λέγειν τὸν Σωκράτη, προσκεχρῆσθαι δὲ τῷ ἐμῷ ὀνόματι, ἐμὲ παράδειγμα ποιούμενος, ὥσπερ ἂν εἰ εἴποι ὅτι οὗτος ὑμῶν, ὦ ἄνθρωποι, σοφώτατός ἐστιν, ὅστις ὥσπερ Σωκράτης ἔγνωκεν ὅτι οὐδενὸς ἄξιός ἐστι τῇ ἀληθείᾳ πρὸς σοφίαν. ταῦτʼ οὖν ἐγὼ μὲν ἔτι καὶ νῦν περιιὼν ζητῶ καὶ ἐρευνῶ κατὰ τὸν θεὸν καὶ τῶν ἀστῶν καὶ ξένων ἄν τινα οἴωμαι σοφὸν εἶναι· καὶ ἐπειδάν μοι μὴ δοκῇ, τῷ θεῷ βοηθῶν ἐνδείκνυμαι ὅτι οὐκ ἔστι σοφός. καὶ ὑπὸ ταύτης τῆς ἀσχολίας οὔτε τι τῶν τῆς πόλεως πρᾶξαί μοι σχολὴ γέγονεν ἄξιον λόγου οὔτε τῶν οἰκείων, ἀλλʼ ἐν πενίᾳ μυρίᾳ εἰμὶ διὰ τὴν τοῦ θεοῦ λατρείαν.πρὸς δὲ τούτοις οἱ νέοι μοι ἐπακολουθοῦντες—οἷς μάλιστα σχολή ἐστιν, οἱ τῶν πλουσιωτάτων—αὐτόματοι, χαίρουσιν ἀκούοντες ἐξεταζομένων τῶν ἀνθρώπων, καὶ αὐτοὶ πολλάκις ἐμὲ μιμοῦνται, εἶτα ἐπιχειροῦσιν ἄλλους ἐξετάζειν· κἄπειτα οἶμαι εὑρίσκουσι πολλὴν ἀφθονίαν οἰομένων μὲν εἰδέναι τι ἀνθρώπων, εἰδότων δὲ ὀλίγα ἢ οὐδέν. ἐντεῦθεν οὖν οἱ ὑπʼ αὐτῶν ἐξεταζόμενοι ἐμοὶ ὀργίζονται, οὐχ αὑτοῖς, καὶ λέγουσιν ὡς Σωκράτης τίς ἐστι μιαρώτατος καὶ διαφθείρει τοὺς νέους· καὶ ἐπειδάν τις αὐτοὺς ἐρωτᾷ ὅτι ποιῶν καὶ ὅτι διδάσκων, ἔχουσι μὲν οὐδὲν εἰπεῖν ἀλλʼ ἀγνοοῦσιν, ἵνα δὲ μὴ δοκῶσιν ἀπορεῖν, τὰ κατὰ πάντων τῶν φιλοσοφούντων πρόχειρα ταῦτα λέγουσιν, ὅτι τὰ μετέωρα καὶ τὰ ὑπὸ γῆς καὶ θεοὺς μὴ νομίζειν καὶ τὸν ἥττω λόγον κρείττω ποιεῖν. τὰ γὰρ ἀληθῆ οἴομαι οὐκ ἂν ἐθέλοιεν λέγειν, ὅτι κατάδηλοι γίγνονται προσποιούμενοι μὲν εἰδέναι, εἰδότες δὲ οὐδέν. ἅτε οὖν οἶμαι φιλότιμοι ὄντες καὶ σφοδροὶ καὶ πολλοί, καὶ συντεταμένως καὶ πιθανῶς λέγοντες περὶ ἐμοῦ, ἐμπεπλήκασιν ὑμῶν τὰ ὦτα καὶ πάλαι καὶ σφοδρῶς διαβάλλοντες.

アテナイの皆さん、まさにこの吟味から、私に対する多くの敵意が生じ、それらは極めて執拗で重苦しいものでした。その結果、それらから多くの偏見が生じ、私が「知者」であるという呼び名が定着してしまいました。その場に居合わせる人々は、私が他人の無知を暴くたびに、私自身がその事柄について知恵があると思い込むからです。しかし皆さん、実のところは、神こそが本当に知恵がある者であり、この神託において神が言っておられるのは、人間の知恵は僅かな価値しかないか、あるいは全く価値がないということであると思われます。そして神はソクラテスのことを言っているように見えますが、私の名前を借りて、私を一つの例としているにすぎません。それはまるで、神が次のように言っているかのようです。「人間たちよ、お前たちの中で最も知恵があるのは、ソクラテスのように、自分が知恵に関しては本当に無価値であることを悟った者である」と。それゆえ、私は今でも歩き回り、神に従って、市民であれ外国人であれ、知恵があると思われる者がいれば探究し、捜索しています。そしてその人に知恵がないと思われるときには、神を助ける者として、その人に知恵がないことを示しているのです。そしてこの多忙さのために、私には国事においても、私事においても、特筆すべきことを行う余裕が全くなく、神への仕えのゆえに、極度の貧困のうちにあります。さらにこれに加えて、若者たちが自主的に私について来ます ──最も暇のある、最も富裕な家の子弟たちです。彼らは人々が吟味されるのを聞くのを楽しんでおり、自らもしばしば私の真似をして、他の人々を吟味しようと試みます。そして、自分では何かを知っていると思っているが、実際には少ししか知らないか、あるいは何も知らない人々が、極めて豊富に存在することを見出すのだと思います。その結果、彼らによって吟味された人々は、自分たちに対してではなく、私に対して怒りを抱き、「ソクラテスという極めて不届きな男がいて、若者たちを堕落させている」と言うのです。そして、誰かが彼らに「何をして、何を教えて(堕落させているのか)」と尋ねると、彼らは何も答えることができず、知らないのですが、自分が困惑しているように見えないために、すべての哲学者に対して一般的に使われるありきたりな次の事柄を言うのです。すなわち、「天空のことや地下のこと」、「神々を信じないこと」、そして「弱い議論を強い議論にすること」と。真実を言おうとはしないでしょう。なぜなら、自分たちが知っているふりをしているだけで、実際には何も知らないということが、白日の下に晒されてしまうからです。それゆえに、彼らは名誉を重んじ、態度が激しく、数も多く、また私のことについて組織的かつ説得力をもって語るため、皆さんの耳に、昔から、そして激しい中傷をもって吹き込んできたのです。

構文注4 件
  1. 22ἐμὴν πλάνην ... πονοῦντος

    所有形容詞 ἐμὴν (私の)を先行詞とし、意味上の属格(ἐμοῦ)と一致する形で現在分詞属格の πονοῦντος (苦労している)が係っている。「苦労を重ねる者のそれであるかのような、私の放浪の旅」という意味になる。

  2. 22bὀλίγου αὐτῶν ἅπαντες

    ὀλίγου は ὀλίγου δεῖν と同様に「ほとんど」を意味する副詞的表現であり、後続の ἅπαντες を修飾している。「彼らの(=詩人たちの作品の)うち、そこにいたほとんどすべての者が」の意味。αὐτῶν は属格で「彼らの作品」を指す。

  3. 22eοὕτως ὥσπερ ἔχω ἔχειν

    不定詞 ἔχειν は、先行する δεξαίμην ἂν(受け入れるだろう)の目的語となる対格不定詞。ὥσπερ ἔχω は「私が今ある通りに」という状態を示し、全体として「私が今ある通りのままでいること」を意味する。ἔχω は副詞を伴って「〜の状態である」という意味で使われている。

  4. 23aτὸ δὲ κινδυνεύει

    τὸ δέ は「しかし実際は、しかし実は」という接続詞的な副詞句。κινδυνεύει は非人称的に「〜であるらしい、〜の傾向がある」という意味で、後ろに主格を伴う不定詞句(ὁ θεὸς σοφὸς εἶναι)を従えている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(4 件・最終 2026-09-30)
  • 2026-09-30 表記の統一 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:22-23