Humanitext Reader

柏拉图 · 申辩篇 §20

否认智者的教育能力与人性的智慧

第 3 段,共 19 段 · 希腊语

内容简介

苏格拉底援引他与卡里亚斯的对话,指出自己并不像收取高昂学费的智者那样拥有教育才能。为了回应公众对他名声来源的好奇,他开始解释自己的“人性的智慧”,并抬出德尔斐的神明作为证明其智慧本质的证人。

§20τούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, οἷός τʼ ἐστὶν ἰὼν εἰς ἑκάστην τῶν πόλεων τοὺς νέους—οἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν προῖκα συνεῖναι ᾧ ἂν βούλωνται—τούτους πείθουσι τὰς ἐκείνων συνουσίας ἀπολιπόντας σφίσιν συνεῖναι χρήματα διδόντας καὶ χάριν προσειδέναι.
因为,诸君,他们中的每一个人,都能够到各个城市去,说服那些年轻人——这些年轻人本可以免费与他们自己市民中任何想交往的人交往——让他们离开那些人的交往,转而与自己交往,并且不仅支付金钱,还心怀感激。
ἐπεὶ καὶ ἄλλος ἀνήρ ἐστι Πάριος ἐνθάδε σοφὸς ὃν ἐγὼ ᾐσθόμην ἐπιδημοῦντα·
事实上,我也得知还有另一位智者,是帕罗斯人,如今正在我们这里。
ἔτυχον γὰρ προσελθὼν ἀνδρὶ ὃς τετέλεκε χρήματα σοφισταῖς πλείω ἢ σύμπαντες οἱ ἄλλοι, Καλλίᾳ τῷ Ἱππονίκου·
因为我碰巧遇见了一个人,他给智者们支付的钱比其他所有人加起来还要多,这就是希波尼库斯的儿子卡里亚斯。
τοῦτον οὖν ἀνηρόμην—ἐστὸν γὰρ αὐτῷ δύο ὑεῖ— ὦ Καλλία, ἦν δʼ ἐγώ, εἰ μέν σου τὼ ὑεῖ πώλω ἢ μόσχω ἐγενέσθην, εἴχομεν ἂν αὐτοῖν ἐπιστάτην λαβεῖν καὶ μισθώσασθαι ὃς ἔμελλεν αὐτὼ καλώ τε κἀγαθὼ ποιήσειν τὴν προσήκουσαν ἀρετήν, ἦν δʼ ἂν οὗτος ἢ τῶν ἱππικῶν τις ἢ τῶν γεωργικῶν·
于是我向他打听——因为他有两个儿子: “卡里亚斯啊,” 我说, “如果你的两个儿子是小马或小牛,我们本来能够为他们找到并雇佣一位监督人,这位监督人会在适合它们的德行上把它们培养得又美又好,而这监督人要么是某个懂马术的人,要么是某个务农的人。
νῦν δʼ ἐπειδὴ ἀνθρώπω ἐστόν, τίνα αὐτοῖν ἐν νῷ ἔχεις ἐπιστάτην λαβεῖν;
但现在,既然他们是人,你心里打算为他们找谁来当监督人呢?
τίς τῆς τοιαύτης ἀρετῆς, τῆς ἀνθρωπίνης τε καὶ πολιτικῆς, ἐπιστήμων ἐστίν;
谁通晓这种德行,即人与公民的德行呢?
οἶμαι γάρ σε ἐσκέφθαι διὰ τὴν τῶν ὑέων κτῆσιν.
因为我想,为了你对儿子们的占有,你一定已经考虑过这个问题。
ἔστιν τις, ἔφην ἐγώ, ἢ οὔ;
有这样一个人吗,” 我说, “还是没有?
πάνυ γε, ἦ δʼ ὅς.
” “当然有,” 他回答道。
τίς, ἦν δʼ ἐγώ, καὶ ποδαπός, καὶ πόσου διδάσκει;
“是谁,” 我说, “是哪里人,收多少学费?
Εὔηνος, ἔφη, ὦ Σώκρατες, Πάριος, πέντε μνῶν.
” “是埃乌埃诺斯,” 他说, “苏格拉底,是帕罗斯人,收五米纳。
καὶ ἐγὼ τὸν Εὔηνον ἐμακάρισα εἰ ὡς ἀληθῶς ἔχοι ταύτην τὴν τέχνην καὶ οὕτως ἐμμελῶς διδάσκει.
” 而我暗自祝愿埃乌埃诺斯,如果他真的拥有这种技艺,并且以如此合理的学费教授。
ἐγὼ γοῦν καὶ αὐτὸς ἐκαλλυνόμην τε καὶ ἡβρυνόμην ἂν εἰ ἠπιστάμην ταῦτα·
我至少自己也会感到自豪,并且会摆出神气的样子,如果我懂得这些的话。
ἀλλʼ οὐ γὰρ ἐπίσταμαι, ὦ ἄνδρες Ἀθηναῖοι.
但是,雅典的市民们,事实上我并不懂得。
ὑπολάβοι ἂν οὖν τις ὑμῶν ἴσως· ἀλλʼ, ὦ Σώκρατες, τὸ σὸν τί ἐστι πρᾶγμα;
这时,你们中或许有人会反驳道: “但是,苏格拉底,你自己的事情到底是什么呢?
πόθεν αἱ διαβολαί σοι αὗται γεγόνασιν;
对你的这些偏见是从哪里产生的呢?
οὐ γὰρ δήπου σοῦ γε οὐδὲν τῶν ἄλλων περιττότερον πραγματευομένου ἔπειτα τοσαύτη φήμη τε καὶ λόγος γέγονεν, εἰ μή τι ἔπραττες ἀλλοῖον ἢ οἱ πολλοί.
因为如果你没有比其他人从事更不寻常的事情,那么,除非你所做的事情与大多数人不同,否则绝不可能产生如此大的传闻和名声。
λέγε οὖν ἡμῖν τί ἐστιν, ἵνα μὴ ἡμεῖς περὶ σοῦ αὐτοσχεδιάζωμεν.
所以,请告诉我们这究竟是什么,免得我们对你进行凭空臆测。
ταυτί μοι δοκεῖ δίκαια λέγειν ὁ λέγων, κἀγὼ ὑμῖν πειράσομαι ἀποδεῖξαι τί ποτʼ ἐστὶν τοῦτο ὃ ἐμοὶ πεποίηκεν τό τε ὄνομα καὶ τὴν διαβολήν.
” 在我看来,提出这个问题的人说得合情合理,我也将努力向你们表明,究竟是什么给我带来了这一名声和偏见。
ἀκούετε δή.
请听着。
καὶ ἴσως μὲν δόξω τισὶν ὑμῶν παίζειν· εὖ μέντοι ἴστε, πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐρῶ.
也许在你们中有些人看来,我是在开玩笑,但请确信,我将向你们诉说全部的真相。
ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ οὐδὲν ἀλλʼ ἢ διὰ σοφίαν τινὰ τοῦτο τὸ ὄνομα ἔσχηκα.
因为,雅典的市民们,我之所以获得这一名声,不为别的,正是因为某种智慧。
ποίαν δὴ σοφίαν ταύτην;
这究竟是怎样的智慧呢?
ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία·
这大概就是人所能有的智慧。
τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός.
因为在事实上,我确实可能在这方面是智者。
οὗτοι δὲ τάχʼ ἄν, οὓς ἄρτι ἔλεγον, μείζω τινὰ ἢ κατʼ ἄνθρωπον σοφίαν σοφοὶ εἶεν, ἢ οὐκ ἔχω τί λέγω·
而我刚才提到的那些人,也许是在某种超越常人的智慧上是智者,否则我就不知道该怎么说了。
οὐ γὰρ δὴ ἔγωγε αὐτὴν ἐπίσταμαι, ἀλλʼ ὅστις φησὶ ψεύδεταί τε καὶ ἐπὶ διαβολῇ τῇ ἐμῇ λέγει.
因为我确实不懂得这种智慧,谁要是说我懂,那就是在撒谎,是在为了诽谤我而说。
καί μοι, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ θορυβήσητε, μηδʼ ἐὰν δόξω τι ὑμῖν μέγα λέγειν·
雅典的市民们,即使你们觉得我是在说大话,也请不要喧哗。
οὐ γὰρ ἐμὸν ἐρῶ τὸν λόγον ὃν ἂν λέγω, ἀλλʼ εἰς ἀξιόχρεων ὑμῖν τὸν λέγοντα ἀνοίσω.
因为我将要说的话并不是我自己的,而是要向你们引荐一位值得信赖的说话者。
τῆς γὰρ ἐμῆς, εἰ δή τίς ἐστιν σοφία καὶ οἵα, μάρτυρα ὑμῖν παρέξομαι τὸν θεὸν τὸν ἐν Δελφοῖς.
关于我的智慧——如果它确实是某种智慧,又是怎样的智慧——我将向你们提供德尔斐的神明作为证人。
Χαιρεφῶντα γὰρ ἴστε που.
因为你们大概都知道凯勒丰吧。

词汇与语法注释

  1. 20aτούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, οἷός τʼ ἐστὶν... τούτους πείθουσι — 句首的单数主语短语 `τούτων γὰρ ἕκαστος`(他们中的每一个人)在经过长关系从句和插入语后,与复数动词 `πείθουσι`(说服)相结合。这是破格文体(anacoluthon)的典型例子,说话者起初着眼于去往各城市的具体智者个人,随后在句法上转向了他们群体的共同行为。
  2. 20bτὼ ὑεῖ πώλω ἢ μόσχω ἐγενέσθην — 该结构连续使用了雅典方言标志性的双数(dual number)形式。名词 `τὼ ὑεῖ`(两个儿子)、`πώλω`(两匹小马)、`μόσχω`(两只小牛)和动词 `ἐγενέσθην`(是,第三人称双数不定过去时),以及后文的代词 `αὐτοῖν` 和 `αὐτώ` 均保持一致的双数形式,用以突出针对卡里亚斯这两个儿子的比喻。
  3. 20cἐμμελῶς — 关于副词 `ἐμμελῶς`(合适地、调和地)的解释。这里既可以指埃乌埃诺斯的教学技艺“协调、得体地”进行,也可以讽刺地指他教授人类美德这一重大任务的学费“五米纳”十分低廉合算(“如此适度、便宜地”)。鉴于苏格拉底随后自嘲的语气,通常采纳后一种带有反讽意味的“价格公道/合适”的释义。
  4. 20dσοῦ γε οὐδὲν τῶν ἄλλων περιττότερον πραγματευομένου — 此为属格独立结构(genitive absolute)。属格代词 `σοῦ` 作逻辑主语,现在分词属格 `πραγματευομένου`(从事、多管闲事)作谓语,其宾语为 `οὐδὲν τῶν ἄλλων περιττότερον`(不比其他人更出格的事)。该结构在连词 `εἰ μή...` 引导的从句之前,为整个主句设定了前提与让步背景(“如果你所做的事并无不寻常,那么绝不可能产生如此大的传闻”)。

引用这一段

柏拉图, 申辩篇 §20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。