§8ΣΩ. ταὐτὰ δέ γε, ὡς σὺ φῄς, οἱ μὲν δίκαια ἡγοῦνται, οἱ δὲ ἄδικα, περὶ ἃ καὶ ἀμφισβητοῦντες στασιάζουσί τε καὶ πολεμοῦσιν ἀλλήλοις·
苏格拉底:但是,正如你所说,同样的事情,有的人认为是正义的,而有的人则认为是非正义的,他们正是为了这些事情产生争议,从而产生内讧并彼此开战。
ἆρα οὐχ οὕτω;
难道不是这样吗?
ΕΥΘ. οὕτω.
游叙弗伦:确实如此。
ΣΩ. ταὔτʼ ἄρα, ὡς ἔοικεν, μισεῖταί τε ὑπὸ τῶν θεῶν καὶ φιλεῖται, καὶ θεομισῆ τε καὶ θεοφιλῆ ταὔτʼ ἂν εἴη.
苏格拉底:那么,正如看起来那样,同样的事物既被神所憎恨,又被神所喜爱,而且同样的事物既是被神憎恨的,又是蒙神喜爱的。
ΕΥΘ. ἔοικεν.
游叙弗伦:看起来是这样。
ΣΩ. καὶ ὅσια ἄρα καὶ ἀνόσια τὰ αὐτὰ ἂν εἴη, ὦ Εὐθύφρων, τούτῳ τῷ λόγῳ.
苏格拉底:埃乌叙弗伦,按照这个说法,同样的事物既是虔敬的,又是不虔敬的。
ΕΥΘ. κινδυνεύει.
游叙弗伦:很有可能。
ΣΩ. οὐκ ἄρα ὃ ἠρόμην ἀπεκρίνω, ὦ θαυμάσιε.
苏格拉底:那么,我奇妙的朋友,你并没有回答我所问的问题。
οὐ γὰρ τοῦτό γε ἠρώτων, ὃ τυγχάνει ταὐτὸν ὂν ὅσιόν τε καὶ ἀνόσιον· ὃ δʼ ἂν θεοφιλὲς ᾖ καὶ θεομισές ἐστιν, ὡς ἔοικεν.
因为我问的并不是那个既是虔敬又是不虔敬的同一事物;而那个蒙神喜爱的,正如看起来那样,也是被神憎恨的。
ὥστε, ὦ Εὐθύφρων, ὃ σὺ νῦν ποιεῖς τὸν πατέρα κολάζων, οὐδὲν θαυμαστὸν εἰ τοῦτο δρῶν τῷ μὲν Διὶ προσφιλὲς ποιεῖς, τῷ δὲ Κρόνῳ καὶ τῷ Οὐρανῷ ἐχθρόν, καὶ τῷ μὲν Ἡφαίστῳ φίλον, τῇ δὲ Ἥρᾳ ἐχθρόν, καὶ εἴ τις ἄλλος τῶν θεῶν ἕτερος ἑτέρῳ διαφέρεται περὶ αὐτοῦ, καὶ ἐκείνοις κατὰ τὰ αὐτά.
因而,埃乌叙弗伦,对于你现在惩罚父亲所做的事,如果你这样做对宙斯来说是喜爱的,但对克洛诺斯和乌拉诺斯来说是可恨的,对赫菲斯托斯来说是喜爱的,但对赫拉来说是可恨的,这也完全不足为奇。 如果其他神明中有谁就此事彼此有分歧,对他们来说也是同样的。
ΕΥΘ. ἀλλʼ οἶμαι, ὦ Σώκρατες, περί γε τούτου τῶν θεῶν οὐδένα ἕτερον ἑτέρῳ διαφέρεσθαι, ὡς οὐ δεῖ δίκην διδόναι ἐκεῖνον ὃς ἂν ἀδίκως τινὰ ἀποκτείνῃ.
游叙弗伦:但是,苏格拉底,我认为在这一点上,神明中绝没有任何一个会与另一个产生分歧:即凡是不义地杀人的人,都必须受到惩罚。
ΣΩ. τί δέ;
苏格拉底:那又怎样?
ἀνθρώπων, ὦ Εὐθύφρων, ἤδη τινὸς ἤκουσας ἀμφισβητοῦντος ὡς τὸν ἀδίκως ἀποκτείναντα ἢ ἄλλο ἀδίκως ποιοῦντα ὁτιοῦν οὐ δεῖ δίκην διδόναι;
埃乌叙弗伦,你曾听过有哪个人争辩说,不义杀人或做任何其他不义之事的人,不应该受到惩罚吗?
ΕΥΘ. οὐδὲν μὲν οὖν παύονται ταῦτα ἀμφισβητοῦντες καὶ ἄλλοθι καὶ ἐν τοῖς δικαστηρίοις·
游叙弗伦:怎么会没有呢,无论在别处还是在法庭上,他们一刻也不停地争辩这些事。
ἀδικοῦντες γὰρ πάμπολλα, πάντα ποιοῦσι καὶ λέγουσι φεύγοντες τὴν δίκην.
因为他们犯下了极多的不义,为了逃避惩罚,他们会做出并说出一切。
ΣΩ. ἦ καὶ ὁμολογοῦσιν, ὦ Εὐθύφρων, ἀδικεῖν, καὶ ὁμολογοῦντες ὅμως οὐ δεῖν φασὶ σφᾶς διδόναι δίκην;
苏格拉底:那么,埃乌叙弗伦,他们也承认自己行了不义,而承认之后,他们仍然说自己不应该受到惩罚吗?
ΕΥΘ. οὐδαμῶς τοῦτό γε.
游叙弗伦:绝非如此。
ΣΩ. οὐκ ἄρα πᾶν γε ποιοῦσι καὶ λέγουσι·
苏格拉底:那么,他们并非做出并说出一切。
τοῦτο γὰρ οἶμαι οὐ τολμῶσι λέγειν οὐδʼ ἀμφισβητεῖν, ὡς οὐχὶ εἴπερ ἀδικοῦσί γε δοτέον δίκην, ἀλλʼ οἶμαι οὔ φασιν ἀδικεῖν·
因为我想,他们不敢说,也不敢争辩说,如果他们真的行了不义,就不该受到惩罚。 相反,我想,他们否认自己行了不义。
ἦ γάρ;
难道不是吗?
ΕΥΘ. ἀληθῆ λέγεις.
游叙弗伦:你说得对。
ΣΩ. οὐκ ἄρα ἐκεῖνό γε ἀμφισβητοῦσιν, ὡς οὐ τὸν ἀδικοῦντα δεῖ διδόναι δίκην, ἀλλʼ ἐκεῖνο ἴσως ἀμφισβητοῦσιν, τὸ τίς ἐστιν ὁ ἀδικῶν καὶ τί δρῶν καὶ πότε.
苏格拉底:那么,他们并不争辩“行不义者必须受罚”这一点,但他们也许在争辩这一点:谁是行不义者,他做了什么,以及是在什么时候。
ΕΥΘ. ἀληθῆ λέγεις.
游叙弗伦:你说得对。
ΣΩ. οὐκοῦν αὐτά γε ταῦτα καὶ οἱ θεοὶ πεπόνθασιν, εἴπερ στασιάζουσι περὶ τῶν δικαίων καὶ ἀδίκων ὡς ὁ σὸς λόγος, καὶ οἱ μέν φασιν ἀλλήλους ἀδικεῖν, οἱ δὲ οὔ φασιν;
苏格拉底:因此,如果神明确实像你所说的那样,为了正义和非正义而产生内讧,那么神明不也经历了这些相同的事吗? 有的人说他们彼此行了不义,有的人则说没有?
ἐπεὶ ἐκεῖνό γε δήπου, ὦ θαυμάσιε, οὐδεὶς οὔτε θεῶν οὔτε ἀνθρώπων τολμᾷ λέγειν, ὡς οὐ τῷ γε ἀδικοῦντι δοτέον δίκην.
因为,我奇妙的朋友,无论神明还是人类,大概谁也不敢说这样的话:行不义者不该受到惩罚。
ΕΥΘ. ναί, τοῦτο μὲν ἀληθὲς λέγεις, ὦ Σώκρατες, τό γε κεφάλαιον.
游叙弗伦:是的,苏格拉底,在这一点上,至少在最主要的一点上,你说得对。
ΣΩ. ἀλλʼ ἕκαστόν γε οἶμαι, ὦ Εὐθύφρων, τῶν πραχθέντων ἀμφισβητοῦσιν οἱ ἀμφισβητοῦντες, καὶ ἄνθρωποι καὶ θεοί, εἴπερ ἀμφισβητοῦσιν θεοί·
苏格拉底:但是,埃乌叙弗伦,我想那些争辩者,无论是人类还是神明(如果神明真的争辩的话),都是对所做的具体事情进行争辩。
πράξεώς τινος πέρι διαφερόμενοι οἱ μὲν δικαίως φασὶν αὐτὴν πεπρᾶχθαι, οἱ δὲ ἀδίκως·
他们对某项行为产生分歧,有的人说这一行为是正当地做的,有的人则说是不正当地做的。
ἆρʼ οὐχ οὕτω;
难道不是吗?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。