§7ΕΥΘ. ἔστι τοίνυν τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ δὲ μὴ προσφιλὲς ἀνόσιον.
游叙弗伦:那么,神所喜爱的就是虔敬的,而神所不喜爱的就是不虔敬的。
ΣΩ. παγκάλως, ὦ Εὐθύφρων, καὶ ὡς ἐγὼ ἐζήτουν ἀποκρίνασθαί σε, οὕτω νῦν ἀπεκρίνω.
苏格拉底:妙极了,埃乌叙弗伦,正如我刚才所寻求的那样,你现在正是这样回答的。
εἰ μέντοι ἀληθῶς, τοῦτο οὔπω οἶδα, ἀλλὰ σὺ δῆλον ὅτι ἐπεκδιδάξεις ὡς ἔστιν ἀληθῆ ἃ λέγεις.
然而这是否真实,我还不知道,但你显然会进一步教导我,证明你所说的是真实的。
ΕΥΘ. πάνυ μὲν οὖν.
游叙弗伦:当然如此。
ΣΩ. φέρε δή, ἐπισκεψώμεθα τί λέγομεν.
苏格拉底:来吧,让我们审视一下我们说的是什么。
τὸ μὲν θεοφιλές τε καὶ θεοφιλὴς ἄνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ ὁ θεομισὴς ἀνόσιος·
神所喜爱的以及蒙神喜爱的人是虔敬的,而神所憎恶的以及为神所憎恶的人是不虔敬的。
οὐ ταὐτὸν δʼ ἐστίν, ἀλλὰ τὸ ἐναντιώτατον, τὸ ὅσιον τῷ ἀνοσίῳ·
这两者并不是一回事,而是截然相反的——虔敬与不虔敬。
οὐχ οὕτως;
难道不是这样吗?
ΕΥΘ. οὕτω μὲν οὖν.
游叙弗伦:确实如此。
ΣΩ. καὶ εὖ γε φαίνεται εἰρῆσθαι;
苏格拉底:而且这看起来说得很对吧?
ΕΥΘ. δοκῶ, ὦ Σώκρατες.
游叙弗伦:我看是这样,苏格拉底。
γ
ΣΩ. οὐκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, ὦ Εὐθύφρων, καὶ διαφέρονται ἀλλήλοις καὶ ἔχθρα ἐστὶν ἐν αὐτοῖς πρὸς ἀλλήλους, καὶ τοῦτο εἴρηται;
苏格拉底:那么,神明之间会产生内讧,彼此意见分歧,并且他们之间存在着相互的敌意,这一点不是也说过吗,埃乌叙弗伦?
ΕΥΘ. εἴρηται γάρ.
游叙弗伦:确实说过。
ΣΩ. ἔχθραν δὲ καὶ ὀργάς, ὦ ἄριστε, ἡ περὶ τίνων διαφορὰ ποιεῖ;
苏格拉底:那么,好朋友,关于什么的争执会产生敌意和愤怒呢?
ὧδε δὲ σκοπῶμεν.
让我们这样来看。
ἆρʼ ἂν εἰ διαφεροίμεθα ἐγώ τε καὶ σὺ περὶ ἀριθμοῦ ὁπότερα πλείω, ἡ περὶ τούτων διαφορὰ ἐχθροὺς ἂν ἡμᾶς ποιοῖ καὶ ὀργίζεσθαι ἀλλήλοις, ἢ ἐπὶ λογισμὸν ἐλθόντες περί γε τῶν τοιούτων ταχὺ ἂν ἀπαλλαγεῖμεν;
如果我和你在数目上产生分歧,争论哪一个更多,这种分歧会使我们成为敌人并彼此发怒吗? 还是说,通过进行计算,我们很快就能在这些事情上消除分歧呢?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。
ΣΩ. οὐκοῦν καὶ περὶ τοῦ μείζονος καὶ ἐλάττονος εἰ διαφεροίμεθα, ἐπὶ τὸ μετρεῖν ἐλθόντες ταχὺ παυσαίμεθʼ ἂν τῆς διαφορᾶς;
苏格拉底:那么,如果我们对较大和较小产生分歧,通过进行度量,不也会很快终止分歧吗?
ΕΥΘ. ἔστι ταῦτα.
游叙弗伦:确是如此。
ΣΩ. καὶ ἐπί γε τὸ ἱστάναι ἐλθόντες, ὡς ἐγᾦμαι, περὶ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου διακριθεῖμεν ἄν;
苏格拉底:而且,我想,通过进行称重,我们就会对较重和较轻的事情做出裁决吧?
ΕΥΘ. πῶς γὰρ οὔ;
游叙弗伦:怎么会不呢?
ΣΩ. περὶ τίνος δὲ δὴ διενεχθέντες καὶ ἐπὶ τίνα κρίσιν οὐ δυνάμενοι ἀφικέσθαι ἐχθροί γε ἂν ἀλλήλοις εἶμεν καὶ ὀργιζοίμεθα;
苏格拉底:那么,究竟是对什么产生分歧,并且由于无法达到什么样的裁决,我们才会成为仇敌并彼此发怒呢?
ἴσως οὐ πρόχειρόν σοί ἐστιν, ἀλλʼ ἐμοῦ λέγοντος σκόπει εἰ τάδε ἐστὶ τό τε δίκαιον καὶ τὸ ἄδικον καὶ καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν.
也许你一时想不到,但在我说的时候,请思考是不是这些:正义与非正义、美与丑、善与恶。
ἆρα οὐ ταῦτά ἐστιν περὶ ὧν διενεχθέντες καὶ οὐ δυνάμενοι ἐπὶ ἱκανὴν κρίσιν αὐτῶν ἐλθεῖν ἐχθροὶ ἀλλήλοις γιγνόμεθα, ὅταν γιγνώμεθα, καὶ ἐγὼ καὶ σὺ καὶ οἱ ἄλλοι ἄνθρωποι πάντες;
难道不正是对这些事情产生分歧,并且无法对它们做出令人满意的裁定,我们——我和你以及所有其他的人——在成为仇敌时,才彼此成为仇敌的吗?
ΕΥΘ. ἀλλʼ ἔστιν αὕτη ἡ διαφορά, ὦ Σώκρατες, καὶ περὶ τούτων.
游叙弗伦:确实就是这种分歧,苏格拉底,而且是关于这些事情的。
ΣΩ. τί δὲ οἱ θεοί, ὦ Εὐθύφρων;
苏格拉底:那么神明呢,埃乌叙弗伦?
οὐκ εἴπερ τι διαφέρονται, διʼ αὐτὰ ταῦτα διαφέροιντʼ ἄν;
如果他们真的有什么分歧,难道不也是因为这些相同的事情而产生分歧吗?
ΕΥΘ. πολλὴ ἀνάγκη.
游叙弗伦:势必如此。
ΣΩ. καὶ τῶν θεῶν ἄρα, ὦ γενναῖε Εὐθύφρων, ἄλλοι ἄλλα δίκαια ἡγοῦνται κατὰ τὸν σὸν λόγον, καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακά·
苏格拉底:那么,高贵的埃乌叙弗伦,照你的说法,诸神中也是有的人认为这些是正义的,有的人则认为那些是正义的,对于美丑、善恶也是如此。
οὐ γὰρ ἄν που ἐστασίαζον ἀλλήλοις εἰ μὴ περὶ τούτων διεφέροντο· ἦ γάρ;
因为如果他们不是在这些事情上产生分歧,他们大概也就不会彼此争吵了,不是吗?
γ
ΕΥΘ. ὀρθῶς λέγεις.
游叙弗伦:你说的对。
ΣΩ. οὐκοῦν ἅπερ καλὰ ἡγοῦνται ἕκαστοι καὶ ἀγαθὰ καὶ δίκαια, ταῦτα καὶ φιλοῦσιν, τὰ δὲ ἐναντία τούτων μισοῦσιν;
苏格拉底:那么,各人认为美、善、正义的事物,他们就喜爱它们,而憎恶与这些相反的事物吗?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:当然。