Humanitext Reader

柏拉图 · 游叙弗伦篇 §9

将虔敬重新界定为所有神明所喜爱者

第 6 段,共 12 段 · 希腊语

内容简介

苏格拉底要求埃乌叙弗伦提供证据,证明所有神明都认为他起诉父亲是正义的,但他指出,即使所有神明一致喜爱或憎恨某行为,这也无法界定虔敬的本质。因此,他们将虔敬的定义修正为“所有神明都喜爱的”。

§9ΣΩ. ἴθι νυν, ὦ φίλε Εὐθύφρων, δίδαξον καὶ ἐμέ, ἵνα σοφώτερος γένωμαι, τί σοι τεκμήριόν ἐστιν ὡς πάντες θεοὶ ἡγοῦνται ἐκεῖνον ἀδίκως τεθνάναι, ὃς ἂν θητεύων ἀνδροφόνος γενόμενος, συνδεθεὶς ὑπὸ τοῦ δεσπότου τοῦ ἀποθανόντος, φθάσῃ τελευτήσας διὰ τὰ δεσμὰ πρὶν τὸν συνδήσαντα παρὰ τῶν ἐξηγητῶν περὶ αὐτοῦ πυθέσθαι τί χρὴ ποιεῖν, καὶ ὑπὲρ τοῦ τοιούτου δὴ ὀρθῶς ἔχει ἐπεξιέναι καὶ ἐπισκήπτεσθαι φόνου τὸν ὑὸν τῷ πατρί;
苏格拉底:来吧,亲爱的埃乌叙弗伦,也请教导我,好让我变得更聪明。 对于所有神明都认为那个人是不义地死去的——即那个身为雇工、成了杀人犯,被死者的主人绑起来,而在捆绑他的人从神领解释者那里问明该如何处置他之前,由于被捆绑而先死去了的人——对于这样的人,儿子为之因杀人罪而起诉并控告父亲是正确的,你有什么证据呢?
ἴθι, περὶ τούτων πειρῶ τί μοι σαφὲς ἐνδείξασθαι ὡς παντὸς μᾶλλον πάντες θεοὶ ἡγοῦνται ὀρθῶς ἔχειν ταύτην τὴν πρᾶξιν·
来吧,试着就这些事向我清楚地表明,所有神明确实最认为这一行为是正确的。
κἄν μοι ἱκανῶς ἐνδείξῃ, ἐγκωμιάζων σε ἐπὶ σοφίᾳ οὐδέποτε παύσομαι.
如果你向我充分表明了这一点,我将永远不停地赞美你的智慧。
ΕΥΘ. ἀλλʼ ἴσως οὐκ ὀλίγον ἔργον ἐστίν, ὦ Σώκρατες, ἐπεὶ πάνυ γε σαφῶς ἔχοιμι ἂν ἐπιδεῖξαί σοι.
游叙弗伦:但是,苏格拉底,这恐怕不是一件小差事,尽管我本来可以非常清楚地向你表明。
ΣΩ. μανθάνω·
苏格拉底:我明白了。
ὅτι σοι δοκῶ τῶν δικαστῶν δυσμαθέστερος εἶναι, ἐπεὶ ἐκείνοις γε ἐνδείξῃ δῆλον ὅτι ὡς ἄδικά τέ ἐστιν καὶ οἱ θεοὶ ἅπαντες τὰ τοιαῦτα μισοῦσιν.
这是因为在你看来,我比法官们更难教导,因为你显然会向他们表明,这些行为是不正当的,且所有的神明都憎恨这类事情。
ΕΥΘ. πάνυ γε σαφῶς, ὦ Σώκρατες, ἐάνπερ ἀκούωσί γέ μου λέγοντος.
游叙弗伦:会非常清楚的,苏格拉底,只要他们听我陈述。
ΣΩ. ἀλλʼ ἀκούσονται. ἐάνπερ εὖ δοκῇς λέγειν.
苏格拉底:但是他们会听的,只要你看起来说得好。
τόδε δέ σου ἐνενόησα ἅμα λέγοντος καὶ πρὸς ἐμαυτὸν σκοπῶ· εἰ ὅτι μάλιστά με Εὐθύφρων διδάξειεν ὡς οἱ θεοὶ ἅπαντες τὸν τοιοῦτον θάνατον ἡγοῦνται ἄδικον εἶναι, τί μᾶλλον ἐγὼ μεμάθηκα παρʼ Εὐθύφρονος τί ποτʼ ἐστὶν τὸ ὅσιόν τε καὶ τὸ ἀνόσιον;
然而,在你说话的同时,我想到了这一点,并对自己进行考量: “即使埃乌叙弗伦千方百计地教导我,所有神明都认为这种死是不正当的,我又从埃乌叙弗伦那里多学到了什么关于什么是虔敬和不虔敬的呢?
θεομισὲς μὲν γὰρ τοῦτο τὸ ἔργον, ὡς ἔοικεν, εἴη ἄν.
因为这一行为,正如看起来那样,确实会被神所憎恨。
ἀλλὰ γὰρ οὐ τούτῳ ἐφάνη ἄρτι ὡρισμένα τὸ ὅσιον καὶ μή· τὸ γὰρ θεομισὲς ὂν καὶ θεοφιλὲς ἐφάνη.
但是,刚才显而易见的是,虔敬与否并不是被这个所定义的,因为被神憎恨的事物也显现出是蒙神喜爱的。
ὥστε τούτου μὲν ἀφίημί σε, ὦ Εὐθύφρων· εἰ βούλει, πάντες αὐτὸ ἡγείσθων θεοὶ ἄδικον καὶ πάντες μισούντων.
” 因此,埃乌叙弗伦,在这一点上我放过你;如果你愿意,就让所有的神明都认为它是非正义的,并且让所有的神明都憎恨它。
ἀλλʼ ἆρα τοῦτο ὃ νῦν ἐπανορθούμεθα ἐν τῷ λόγῳ—ὡς ὃ μὲν ἂν πάντες οἱ θεοὶ μισῶσιν ἀνόσιόν ἐστιν, ὃ δʼ ἂν φιλῶσιν, ὅσιον· ὃ δʼ ἂν οἱ μὲν φιλῶσιν οἱ δὲ μισῶσιν, οὐδέτερα ἢ ἀμφότερα—ἆρʼ οὕτω βούλει ἡμῖν ὡρίσθαι νῦν περὶ τοῦ ὁσίου καὶ τοῦ ἀνοσίου;
但是,我们现在在讨论中加以修正的这一点——即凡是所有神明都憎恨的就是不虔敬的,凡是所有神明都喜爱的就是虔敬的,而一部分神明喜爱、另一部分神明憎恨的则是两者都不是或两者都是——难道你希望我们现在就这样来定义虔敬和不虔敬吗?
ΕΥΘ. τί γὰρ κωλύει, ὦ Σώκρατες;
游叙弗伦:有什么能阻止呢,苏格拉底?
γ ΣΩ. οὐδὲν ἐμέ γε, ὦ Εὐθύφρων, ἀλλὰ σὺ δὴ τὸ σὸν σκόπει, εἰ τοῦτο ὑποθέμενος οὕτω ῥᾷστά με διδάξεις ὃ ὑπέσχου.
苏格拉底:我这里没有什么能阻止,埃乌叙弗伦,但你确实要看好你自己的情况,看看设定了这个假设,你是否能最容易地教导我你所许诺的事情。
ΕΥΘ. ἀλλʼ ἔγωγε φαίην ἂν τοῦτο εἶναι τὸ ὅσιον ὃ ἂν πάντες οἱ θεοὶ φιλῶσιν, καὶ τὸ ἐναντίον, ὃ ἂν πάντες θεοὶ μισῶσιν, ἀνόσιον.
游叙弗伦:但是,我至少会说,所有神明都喜爱的就是虔敬,相反,所有神明都憎恨的就是不虔敬。
ΣΩ. οὐκοῦν ἐπισκοπῶμεν αὖ τοῦτο, ὦ Εὐθύφρων, εἰ καλῶς λέγεται, ἢ ἐῶμεν καὶ οὕτω ἡμῶν τε αὐτῶν ἀποδεχώμεθα καὶ τῶν ἄλλων, ἐὰν μόνον φῇ τίς τι ἔχειν οὕτω συγχωροῦντες ἔχειν;
苏格拉底:那么,埃乌叙弗伦,我们是否应该再次审查这一点,看看它是否说得好? 还是我们放过它,只要有人声称某事如此,我们就对自己和他人妥协,同意它就是如此?
ἢ σκεπτέον τί λέγει ὁ λέγων;
或者说我们应该审查说话的人在说什么?
ΕΥΘ. σκεπτέον·
游叙弗伦:应该审查。
οἶμαι μέντοι ἔγωγε τοῦτο νυνὶ καλῶς λέγεσθαι.
不过,我自己认为这现在说得很好。

词汇与语法注释

  1. 9aφθάσῃ τελευτήσας ... πρὶν ... πυθέσθαι — 该结构结合了“φθάνω + 分词(τελευτήσας)”(意为“先于……死去”)以及“πρίν + 对格主语(τὸν συνδήσαντα) + 不定式(πυθέσθαι)”的句式。它构成了一个复杂的从属结构,用来表示时间上的先后关系:“在捆绑他的人问明之前,他就先死去了”。
  2. 9cεἰ ὅτι μάλιστά με Εὐθύφρων διδάξειεν ... τί μᾶλλον ἐγὼ μεμάθηκα — 条件从句使用了希求语气 διδάξειεν(表示潜在或假设的情况),并配有 ὅτι μάλιστα(意为“即使再怎么……”),而主句则使用了直陈语气完成时 μεμάθηκα。这种混合条件句将一种假设的前提与现实的结果(或结果的缺失)进行了强烈的对比。
  3. 9eἐὰν μόνον φῇ τίς τι ἔχειν οὕτω συγχωροῦντες ἔχειν — 分词 συγχωροῦντες(现在活动分词,阳性复数主格)与前文主句动词 ἀποδεχώμεθα(第一人称复数劝诱虚拟语气)的隐含主语一致。不定式 ἔχειν 在此作为不及物动词使用,意为“处于某种状态/如此”,整句意为“只要有人声称某事如此,我们便同意它是如此并予以接受”。

引用这一段

柏拉图, 游叙弗伦篇 §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。