Humanitext Reader

柏拉图 · 游叙弗伦篇 §6

神话先例与虔敬的普遍相

第 3 段,共 12 段 · 希腊语

内容简介

游叙弗伦将“虔敬”定义为起诉行不义者,即使对方是自己的父母,并引用神话先例进行辩护。苏格拉底对这些神话表示怀疑,并敦促游叙弗伦解释使所有虔敬行为成为虔敬的单一“型”(理念),而非仅提供具体的例子。

§6ΕΥΘ. λέγω τοίνυν ὅτι τὸ μὲν ὅσιόν ἐστιν ὅπερ ἐγὼ νῦν ποιῶ, τῷ ἀδικοῦντι ἢ περὶ φόνους ἢ περὶ ἱερῶν κλοπὰς ἤ τι ἄλλο τῶν τοιούτων ἐξαμαρτάνοντι ἐπεξιέναι, ἐάντε πατὴρ ὢν τυγχάνῃ ἐάντε μήτηρ ἐάντε ἄλλος ὁστισοῦν, τὸ δὲ μὴ ἐπεξιέναι ἀνόσιον·
游叙弗伦:那么我说,虔敬就是我现今正在做的事,即起诉行不义者,无论其犯下的是杀人罪、偷盗圣物罪还是其他任何此类罪行,不管他碰巧是父亲还是母亲,还是其他任何人,而不起诉则是不虔敬的。
ἐπεί, ὦ Σώκρατες, θέασαι ὡς μέγα σοι ἐρῶ τεκμήριον τοῦ νόμου ὅτι οὕτως ἔχει—ὃ καὶ ἄλλοις ἤδη εἶπον, ὅτι ταῦτα ὀρθῶς ἂν εἴη οὕτω γιγνόμενα—μὴ ἐπιτρέπειν τῷ ἀσεβοῦντι μηδʼ ἂν ὁστισοῦν τυγχάνῃ ὤν.
因为,苏格拉底,请看,我要向你说明这个法则确实如此的伟大证据——这也是我已经对其他人说过的,即这些事这样发生是正确的——绝不容宽恕行不敬神者,即使他碰巧是任何人。
αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι ὅτι τοὺς ὑεῖς κατέπινεν οὐκ ἐν δίκῃ, κἀκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν διʼ ἕτερα τοιαῦτα·
因为人们自己就认为宙斯是诸神中最优秀、最公义的,并且承认他绑架了自己的父亲,因为其父不义地吞食了自己的儿子们,而他的父亲又因为其他类似的行为去势了自己的父亲。
ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ.
然而,他们却因为我起诉犯下不义的父亲而对我发怒,就这样,他们自己在关于神明和关于我的事情上说出了自相矛盾的话。
ΣΩ. ἆρά γε, ὦ Εὐθύφρων, τοῦτʼ ἔστιν οὕνεκα τὴν γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι;
苏格拉底:埃乌叙弗伦,这难道就是我成为被告的原因吗? 因为每当有人说起关于神明的这类事情时,我总觉得很难接受。
διὸ δή, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν.
因此, seem 确实有人会说我犯了错。
νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δή, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν.
那么现在,如果对于这些事,你这位熟知此类事物的人也持相同看法,那么看来我们也必须让步了。
τί γὰρ καὶ φήσομεν, οἵ γε καὶ αὐτοὶ ὁμολογοῦμεν περὶ αὐτῶν μηδὲν εἰδέναι;
毕竟,我们自己都承认对这些事一无所知,还能说什么呢?
ἀλλά μοι εἰπὲ πρὸς Φιλίου, σὺ ὡς ἀληθῶς ἡγῇ ταῦτα οὕτως γεγονέναι;
但凭友谊之神告诉我,你真的相信这些事情是这样发生的吗?
ΕΥΘ. καὶ ἔτι γε τούτων θαυμασιώτερα, ὦ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασιν.
游叙弗伦:而且还有比这更不可思议的事情,苏格拉底,是大多数人所不知道的。
ΣΩ. καὶ πόλεμον ἆρα ἡγῇ σὺ εἶναι τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται, καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν;
苏格拉底:那么你真的认为,神明之间确实存在着相互的战争、可怕的仇恨、战斗以及许多其他类似的事吗? 就像那些由诗人们所讲述的,以及优秀的画家们用以装饰我们其他神圣场所的那些事,尤其是,在大泛雅典娜节上,那件缀满此类刺绣的长袍被送往卫城。
ταῦτα ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρων;
埃乌叙弗伦,我们要说这些都是真的吗?
ΕΥΘ. μὴ μόνον γε, ὦ Σώκρατες, ἀλλʼ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάνπερ βούλῃ, περὶ τῶν θείων διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδʼ ὅτι ἐκπλαγήσῃ.
游叙弗伦:不仅如此,苏格拉底,正如我刚才所说,如果你愿意,我还将给你讲述许多其他关于神圣事物的事,我相信你听了之后一定会大吃一惊。
ΣΩ. οὐκ ἂν θαυμάζοιμι.
苏格拉底:我不会感到惊讶的。
ἀλλὰ ταῦτα μέν μοι εἰς αὖθις ἐπὶ σχολῆς διηγήσῃ·
但这些事请改天有空时再给我讲吧。
νυνὶ δὲ ὅπερ ἄρτι σε ἠρόμην πειρῶ σαφέστερον εἰπεῖν.
现在,请试着把我刚才问你的话回答得更清楚些。
οὐ γάρ με, ὦ ἑταῖρε, τὸ πρότερον ἱκανῶς ἐδίδαξας ἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτʼ εἴη, ἀλλά μοι εἶπες ὅτι τοῦτο τυγχάνει ὅσιον ὂν ὃ σὺ νῦν ποιεῖς, φόνου ἐπεξιὼν τῷ πατρί.
我的伙伴啊,因为之前当我问你“虔敬到底是什么”时,你并没有充分地教导我,而只是告诉我,你现在正在做的事,即因杀人罪起诉你的父亲,碰巧就是虔敬的事。
ΕΥΘ. καὶ ἀληθῆ γε ἔλεγον, ὦ Σώκρατες.
游叙弗伦:而且我说的确实是真话,苏格拉底。
ΣΩ. ἴσως.
苏格拉底:也许吧。
ἀλλὰ γάρ, ὦ Εὐθύφρων, καὶ ἄλλα πολλὰ φῂς εἶναι ὅσια.
但是,埃乌叙弗伦,你也说还有许多其他事物是虔敬的。
ΕΥΘ. καὶ γὰρ ἔστιν.
游叙弗伦:确实也是。
ΣΩ. μέμνησαι οὖν ὅτι οὐ τοῦτό σοι διεκελευόμην, ἕν τι ἢ δύο με διδάξαι τῶν πολλῶν ὁσίων, ἀλλʼ ἐκεῖνο αὐτὸ τὸ εἶδος ᾧ πάντα τὰ ὅσια ὅσιά ἐστιν;
苏格拉底:那么你是否记得,我并没有要求你教我这多件虔敬事物中的一两件,而是那个使所有虔敬事物成为虔敬的“型”本身?
ἔφησθα γάρ που μιᾷ ἰδέᾳ τά τε ἀνόσια ἀνόσια εἶναι καὶ τὰ ὅσια ὅσια·
因为你刚才想必说过,是通过一个“理念” 使不虔敬的事物成为不虔敬,使虔敬的事物成为虔敬。
ἢ οὐ μνημονεύεις;
或者你不记得了?
ΕΥΘ. ἔγωγε.
游叙弗伦:我记得。
ΣΩ. ταύτην τοίνυν με αὐτὴν δίδαξον τὴν ἰδέαν τίς ποτέ ἐστιν, ἵνα εἰς ἐκείνην ἀποβλέπων καὶ χρώμενος αὐτῇ παραδείγματι, ὃ μὲν ἂν τοιοῦτον ᾖ ὧν ἂν ἢ σὺ ἢ ἄλλος τις πράττῃ φῶ ὅσιον εἶναι, ὃ δʼ ἂν μὴ τοιοῦτον, μὴ φῶ.
苏格拉底:那么,请教导我这个“理念”本身到底是什么,好让我能注视着它,并把它作为“范本”来使用,在无论是你还是别人所做的事情中,凡是符合这个理念的,我就说它是虔敬的,凡是不符合的,我就说它不是。
ΕΥΘ. ἀλλʼ εἰ οὕτω βούλει, ὦ Σώκρατες, καὶ οὕτω σοι φράσω.
游叙弗伦:如果你想这样,苏格拉底,我也将这样告诉你。
ΣΩ. ἀλλὰ μὴν βούλομαί γε.
苏格拉底:我确实想这样。

词汇与语法注释

  1. 5eτῷ ἀδικοῦντι — 与格 `τῷ ἀδικοῦντι`(以及与之修饰一致的分词 `ἐξαμαρτάνοντι`)受动词 `ἐπεξιέναι`(起诉、控告)支配,表示起诉的对象(被告)。
  2. 5eμὴ ἐπιτρέπειν τῷ ἀσεβοῦντι — 起名词作用的不定词 `μὴ ἐπιτρέπειν` 作为解释性(同位语)不定词,用以说明前文名词 `τεκμήριον` 或描述法则(νόμος)的从句 `ὅτι οὕτως ἔχει` 的具体内容。
  3. 6aτοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι — 在对格不定词(A.C.I.)结构中,`τοῦτον`(宙斯)是不定词 `δῆσαι` 的逻辑主语(对格),而 `τὸν αὑτοῦ πατέρα`(克洛诺斯)是其直接宾语(对格)。为了起强调作用,代词 `τοῦτον` 被置于句首,形成了倒置(hyperbaton)结构。
  4. 6dἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτʼ εἴη — 分词 `ἐρωτήσαντα`(对格单数阳性)修饰动词 `ἐδίδαξας` 省略的直接宾语 `με`(我)。在间接疑问从句 `ὅτι ποτʼ εἴη` 中,祈愿式 `εἴη` 是由于主句动词为过去时(`ἐδίδαξας`)而触发的斜格祈愿式(间接陈述祈愿式)。

引用这一段

柏拉图, 游叙弗伦篇 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。