Humanitext Reader

柏拉图 · 游叙弗伦篇 §4-5

起诉父亲与对虔敬定义的探求

第 2 段,共 12 段 · 希腊语

内容简介

游叙弗伦透露他正在因杀人罪起诉自己的父亲,这让苏格拉底深感震惊。看到游叙弗伦对神圣事物的知识充满绝对自信,苏格拉底提出要成为他的弟子,并要求他给虔敬与不虔敬的本质下定义。

§4ΕΥΘ. ὃν διώκων αὖ δοκῶ μαίνεσθαι.
游叙弗伦:我起诉的那个人,以至于由于起诉他,我又被认为疯了。
ΣΩ. τί δέ;
苏格拉底:怎么?
πετόμενόν τινα διώκεις;
你是在起诉一个会飞的人吗?
ΕΥΘ. πολλοῦ γε δεῖ πέτεσθαι, ὅς γε τυγχάνει ὢν εὖ μάλα πρεσβύτης.
游叙弗伦:他离飞还远着呢,因为他实际上是一个非常年迈的老人。
ΣΩ. τίς οὗτος;
苏格拉底:这人是谁?
ΕΥΘ. ὁ ἐμὸς πατήρ.
游叙弗伦:我的父亲。
ΣΩ. ὁ σός, ὦ βέλτιστε;
苏格拉底:你自己的父亲,我优秀的亲友?
ΕΥΘ. πάνυ μὲν οὖν.
游叙弗伦:正是。
ΣΩ. ἔστιν δὲ τί τὸ ἔγκλημα καὶ τίνος ἡ δίκη;
苏格拉底:罪名是什么,是怎样的诉讼?
ΕΥΘ. φόνου, ὦ Σώκρατες.
游叙弗伦:杀人罪,苏格拉底。
ΣΩ. Ἡράκλεις.
苏格拉底:赫拉克勒斯啊!
ἦ που, ὦ Εὐθύφρων, ἀγνοεῖται ὑπὸ τῶν πολλῶν ὅπῃ ποτὲ ὀρθῶς ἔχει· οὐ γὰρ οἶμαί γε τοῦ ἐπιτυχόντος αὐτὸ πρᾶξαι ἀλλὰ πόρρω που ἤδη σοφίας ἐλαύνοντος.
游叙弗伦,世上的大多数人想必不知道这在何种情况下才是正确的;因为我认为这不是任何一个普通人能做到的,而是必须在智慧上已经走得很远的人才能做到。
ΕΥΘ. πόρρω μέντοι νὴ Δία, ὦ Σώκρατες.
游叙弗伦:凭宙斯发誓,确实走得很远,苏格拉底。
ΣΩ. ἔστιν δὲ δὴ τῶν οἰκείων τις ὁ τεθνεὼς ὑπὸ τοῦ σοῦ πατρός;
苏格拉底:那么,被你父亲杀害的死者是你的亲属吗?
ἢ δῆλα δή;
还是说,这是不言自明的?
οὐ γὰρ ἄν που ὑπέρ γε ἀλλοτρίου ἐπεξῇσθα φόνου αὐτῷ.
因为你大概绝不会为了一个外人去控告你父亲犯有杀人罪。
ΕΥΘ. γελοῖον, ὦ Σώκρατες, ὅτι οἴει τι διαφέρειν εἴτε ἀλλότριος εἴτε οἰκεῖος ὁ τεθνεώς, ἀλλʼ οὐ τοῦτο μόνον δεῖν φυλάττειν, εἴτε ἐν δίκῃ ἔκτεινεν ὁ κτείνας εἴτε μή, καὶ εἰ μὲν ἐν δίκῃ, ἐᾶν, εἰ δὲ μή, ἐπεξιέναι, ἐάνπερ ὁ κτείνας συνέστιός σοι καὶ ὁμοτράπεζος ᾖ· ἴσον γὰρ τὸ μίασμα γίγνεται ἐὰν συνῇς τῷ τοιούτῳ συνειδὼς καὶ μὴ ἀφοσιοῖς σεαυτόν τε καὶ ἐκεῖνον τῇ δίκῃ ἐπεξιών.
游叙弗伦:真可笑,苏格拉底,你居然认为死者是外人还是亲属有什么区别,而认为人们不应当只警惕这一点,即杀人者是否正当地杀人,如果是正当地杀人,就随他去,如果不是,就要起诉他,即使这个杀人者与你同住并共用饭桌;因为如果你在知道这件事的情况下还与这样的人相处,而不通过起诉他来净化你自己和他,那么你所受到的污秽是相等的。
ἐπεὶ ὅ γε ἀποθανὼν πελάτης τις ἦν ἐμός, καὶ ὡς ἐγεωργοῦμεν ἐν τῇ Νάξῳ, ἐθήτευεν ἐκεῖ παρʼ ἡμῖν.
事实上,死者是我的一个佃农,当我们还在纳克索斯耕作时,他在那里为我们雇佣劳动。
παροινήσας οὖν καὶ ὀργισθεὶς τῶν οἰκετῶν τινι τῶν ἡμετέρων ἀποσφάττει αὐτόν.
他因醉酒而对我们的一个家仆动怒,割断了他的喉咙。
ὁ οὖν πατὴρ συνδήσας τοὺς πόδας καὶ τὰς χεῖρας αὐτοῦ, καταβαλὼν εἰς τάφρον τινά, πέμπει δεῦρο ἄνδρα πευσόμενον τοῦ ἐξηγητοῦ ὅτι χρείη ποιεῖν.
因此,我的父亲绑住了他的手脚,把他扔进一个沟里,然后派人到这里来向神圣法解释者询问应当怎么做。
ἐν δὲ τούτῳ τῷ χρόνῳ τοῦ δεδεμένου ὠλιγώρει τε καὶ ἠμέλει ὡς ἀνδροφόνου καὶ οὐδὲν ὂν πρᾶγμα εἰ καὶ ἀποθάνοι, ὅπερ οὖν καὶ ἔπαθεν· ὑπὸ γὰρ λιμοῦ καὶ ῥίγους καὶ τῶν δεσμῶν ἀποθνῄσκει πρὶν τὸν ἄγγελον παρὰ τοῦ ἐξηγητοῦ ἀφικέσθαι.
但在这一期间,父亲对这个被绑着的人不予理会且不加照料,因为他是一个杀人犯,认为即使他死掉也无所谓——事实也确实如此;因为在派去的人从神圣法解释者那里回来之前,他就因为饥饿、寒冷和捆绑而死去了。
ταῦτα δὴ οὖν καὶ ἀγανακτεῖ ὅ τε πατὴρ καὶ οἱ ἄλλοι οἰκεῖοι, ὅτι ἐγὼ ὑπὲρ τοῦ ἀνδροφόνου τῷ πατρὶ φόνου ἐπεξέρχομαι οὔτε ἀποκτείναντι, ὥς φασιν ἐκεῖνοι, οὔτʼ εἰ ὅτι μάλιστα ἀπέκτεινεν, ἀνδροφόνου γε ὄντος τοῦ ἀποθανόντος, οὐ δεῖν φροντίζειν ὑπὲρ τοῦ τοιούτου—ἀνόσιον γὰρ εἶναι τὸ ὑὸν πατρὶ φόνου ἐπεξιέναι—κακῶς εἰδότες, ὦ Σώκρατες, τὸ θεῖον ὡς ἔχει τοῦ ὁσίου τε πέρι καὶ τοῦ ἀνοσίου.
现在,正是因为这些事,我的父亲和别的亲属都在愤慨,因为我为了一个杀人犯而起诉我父亲犯有杀人罪,而他们说父亲并没有杀死他,而且即使他确实杀死了他,既然死者本身就是杀人犯,也不应该为这种人操心——因为他们说儿子因杀人罪起诉父亲是不虔敬的——苏格拉底,他们糟糕地了解神圣事物关于虔敬和不虔敬是如何规定的。
ΣΩ. σὺ δὲ δὴ πρὸς Διός, ὦ Εὐθύφρων, οὑτωσὶ ἀκριβῶς οἴει ἐπίστασθαι περὶ τῶν θείων ὅπῃ ἔχει, καὶ τῶν ὁσίων τε καὶ ἀνοσίων, ὥστε τούτων οὕτω πραχθέντων ὡς σὺ λέγεις, οὐ φοβῇ δικαζόμενος τῷ πατρὶ ὅπως μὴ αὖ σὺ ἀνόσιον πρᾶγμα τυγχάνῃς πράττων;
苏格拉底:但是凭宙斯发誓,游叙弗伦,你真的认为自己对神圣事物以及虔敬和不虔敬的规定了解得如此精确,以至于在事情像你所说的那样发生时,你控告自己的父亲,却不害怕自己反而会做出不虔敬的事情吗?
§5ΕΥΘ. οὐδὲν γὰρ ἄν μου ὄφελος εἴη, ὦ Σώκρατες, οὐδέ τῳ ἂν διαφέροι Εὐθύφρων τῶν πολλῶν ἀνθρώπων, εἰ μὴ τὰ τοιαῦτα πάντα ἀκριβῶς εἰδείην.
游叙弗伦:因为如果我对所有这些事情不了解得如此精确,苏格拉底,那么我将毫无用处,而游叙弗伦也就和大多数普通人没有任何区别了。
ΣΩ. ἆρʼ οὖν μοι, ὦ θαυμάσιε Εὐθύφρων, κράτιστόν ἐστι μαθητῇ σῷ γενέσθαι, καὶ πρὸ τῆς γραφῆς τῆς πρὸς Μέλητον αὐτὰ ταῦτα προκαλεῖσθαι αὐτόν, λέγοντα ὅτι ἔγωγε καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ τὰ θεῖα περὶ πολλοῦ ἐποιούμην εἰδέναι, καὶ νῦν ἐπειδή με ἐκεῖνος αὐτοσχεδιάζοντά φησι καὶ καινοτομοῦντα περὶ τῶν θείων ἐξαμαρτάνειν, μαθητὴς δὴ γέγονα σός — καὶ εἰ μέν, ὦ Μέλητε, φαίην ἄν, Εὐθύφρονα ὁμολογεῖς σοφὸν εἶναι τὰ τοιαῦτα, ὀρθῶς νομίζειν καὶ ἐμὲ ἡγοῦ καὶ μὴ δικάζου· εἰ δὲ μή, ἐκείνῳ τῷ διδασκάλῳ λάχε δίκην πρότερον ἢ ἐμοί, ὡς τοὺς πρεσβυτέρους διαφθείροντι ἐμέ τε καὶ τὸν αὑτοῦ πατέρα, ἐμὲ μὲν διδάσκοντι, ἐκεῖνον δὲ νουθετοῦντί τε καὶ κολάζοντι —καὶ ἂν μή μοι πείθηται μηδὲ ἀφίῃ τῆς δίκης ἢ ἀντʼ ἐμοῦ γράφηται σέ, αὐτὰ ταῦτα λέγειν ἐν τῷ δικαστηρίῳ ἃ προυκαλούμην αὐτόν;
苏格拉底:那么,神奇的游叙弗伦啊,对我来说最妙的就是成为你的弟子,并在美勒托起诉我之前,用这些话去挑战他,对他说:我过去也一向把了解神圣事物放在首位,而现在既然他说我通过在神圣事物上即兴发挥和革新而犯了错,那我就成为了你的弟子—— “美勒托啊,” 我会说, “如果你承认游叙弗伦在这类事情上是聪明的,那么请认为我也具有正确的信仰,并且不要起诉我;如果不然,请先对那个我的老师提起诉讼,而不是对我,因为他败坏了年长者,包括我和他自己的父亲——通过教导我,以及通过规劝和惩罚他的父亲”—— 如果他不听我的,既不撤销诉讼,也不用你代替我接受起诉,那么我是否应该在法庭上说出我用来挑战他的这些话?
ΕΥΘ. ναὶ μὰ Δία, ὦ Σώκρατες, εἰ ἄρα ἐμὲ ἐπιχειρήσειε γράφεσθαι, εὕροιμʼ ἄν, ὡς οἶμαι, ὅπῃ σαθρός ἐστιν, καὶ πολὺ ἂν ἡμῖν πρότερον περὶ ἐκείνου λόγος ἐγένετο ἐν τῷ δικαστηρίῳ ἢ περὶ ἐμοῦ.
游叙弗伦:凭宙斯发誓,苏格拉底,如果他真的企图起诉我,我想我会找到他的破绽,而且法庭上关于他的辩论会比关于我的辩论发生得早得多。
ΣΩ. καὶ ἐγώ τοι, ὦ φίλε ἑταῖρε, ταῦτα γιγνώσκων μαθητὴς ἐπιθυμῶ γενέσθαι σός, εἰδὼς ὅτι καὶ ἄλλος πού τις καὶ ὁ Μέλητος οὗτος σὲ μὲν οὐδὲ δοκεῖ ὁρᾶν, ἐμὲ δὲ οὕτως ὀξέως καὶ ῥᾳδίως κατεῖδεν ὥστε ἀσεβείας ἐγράψατο.
苏格拉底:而我,亲爱的伙伴,正是因为知道这一点,才渴望成为你的弟子。 我知道,虽然别人和这个美勒托似乎根本看不到你,他却如此敏锐且轻易地看穿了我,以至于以不敬神罪起诉了我。
νῦν οὖν πρὸς Διὸς λέγε μοι ὃ νυνδὴ σαφῶς εἰδέναι διισχυρίζου, ποῖόν τι τὸ εὐσεβὲς φῂς εἶναι καὶ τὸ ἀσεβὲς καὶ περὶ φόνου καὶ περὶ τῶν ἄλλων;
所以现在,凭宙斯发誓,告诉我你刚才坚称自己清楚知道的事情:你所说的虔敬是什么样的,不虔敬是什么样的,无论是在杀人还是在其他一切事情上?
ἢ οὐ ταὐτόν ἐστιν ἐν πάσῃ πράξει τὸ ὅσιον αὐτὸ αὑτῷ, καὶ τὸ ἀνόσιον αὖ τοῦ μὲν ὁσίου παντὸς ἐναντίον, αὐτὸ δὲ αὑτῷ ὅμοιον καὶ ἔχον μίαν τινὰ ἰδέαν κατὰ τὴν ἀνοσιότητα πᾶν ὅτιπερ ἂν μέλλῃ ἀνόσιον εἶναι;
难道不是在每一个行为中,虔敬本身都与自身相同,而不虔敬反过来又是所有虔敬的对立面,但它自身与自身相似,并且对于所有将是不虔敬的事物,在不虔敬上都具有某种单一的型?
ΕΥΘ. πάντως δήπου, ὦ Σώκρατες.
游叙弗伦:完全是这样,苏格拉底。
ΣΩ. λέγε δή, τί φῂς εἶναι τὸ ὅσιον καὶ τί τὸ ἀνόσιον;
苏格拉底:那么告诉我,你所说的虔敬是什么,不虔敬是什么?

词汇与语法注释

  1. 4aὃν διώκων αὖ δοκῶ μαίνεσθαι. — 关系代词 ὃν 指代被起诉的父亲,与分词形式的 διώκων 连用。副词 αὖ(意为“又”或“反过来”)表明,正如苏格拉底被世人视为异类一样,游叙弗伦也因为这一起诉而再次被当成了疯子。
  2. 4bπόρρω που ἤδη σοφίας ἐλαύνοντος — 不及物动词 ἐλαύνω(意为“前进”或“达到”)在此支配表示关系或终点的属格 σοφίας。整个短语意为“已经在智慧中走得很远的人”,是苏格拉底对游叙弗伦自称的非凡智慧所作的带有讽刺意味的评价。
  3. 4bοὐ γὰρ ἄν που ὑπέρ γε ἀλλοτρίου ἐπεξῇσθα φόνου αὐτῷ. — 助词 ἄν 与直说过去时(ἐπεξῇσθα,即 ἐπέξειμι“控告”的未完成过去时第二人称单数)连用,构成与事实相反的虚拟结论。基于当时雅典的社会常识,这表达了苏格拉底的推测:“因为如果为了外人,你大概是不会去控告你父亲杀人的”。
  4. 4dἀνόσιον γὰρ εἶναι τὸ ὑὸν πατρὶ φόνου ἐπεξιέναι — 间接引语中的对格与不定式(AcI)结构。非人称短语 ἀνόσιον εἶναι 的实际主语是带冠词的不定式从句 τὸ ... ἐπεξιέναι。在此从句中,对格 ὑόν(儿子)作为不定式的逻辑主语,与格 πατρί(父亲)作为其宾语。该句代指了亲属们传统道德观的控诉。
  5. 5dαὐτὸ δὲ αὑτῷ ὅμοιον καὶ ἔχον μίαν τινὰ ἰδέαν κατὰ τὴν ἀνοσιότητα πᾶν ὅτιπερ ἂν μέλλῃ ἀνόσιον εἶναι — 句末的 πᾶν ὅτιπερ ἂν μέλλῃ ἀνόσιον ε摹为(所有将是不虔敬的事物)是整个从句的主语。与之相对,前文的形容词短语 αὐτὸ δὲ αὑτῷ ὅμοιον(它自身与自身相似)和分词短语 ἔχον μίαν τινὰ ἰδέαν(具有某种单一的型)通过连词 καί 连接,作为该主语的表语。由于语序倒置(hyperbaton),需要准确理清主谓关系。

引用这一段

柏拉图, 游叙弗伦篇 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。