← プラトン

エウテュプロン

§6

神話の事例と敬虔の共通の形相の探究

エウテュプロンは、不義を犯した者を親であっても追訴することが「虔」であると定義し、神話の先例を挙げて正当化する。ソクラテスは神話への懐疑を示し、特定の事例ではなく、すべての虔な行為を「虔」たらしめる共通の「形相(イデア)」そのものを教えるようエウテュプロンに求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6

ΕΥΘ. λέγω τοίνυν ὅτι τὸ μὲν ὅσιόν ἐστιν ὅπερ ἐγὼ νῦν ποιῶ, τῷ ἀδικοῦντι1 ἢ περὶ φόνους ἢ περὶ ἱερῶν κλοπὰς ἤ τι ἄλλο τῶν τοιούτων ἐξαμαρτάνοντι ἐπεξιέναι, ἐάντε πατὴρ ὢν τυγχάνῃ ἐάντε μήτηρ ἐάντε ἄλλος ὁστισοῦν, τὸ δὲ μὴ ἐπεξιέναι ἀνόσιον· ἐπεί, ὦ Σώκρατες, θέασαι ὡς μέγα σοι ἐρῶ τεκμήριον τοῦ νόμου ὅτι οὕτως ἔχει—ὃ καὶ ἄλλοις ἤδη εἶπον, ὅτι ταῦτα ὀρθῶς ἂν εἴη οὕτω γιγνόμενα—μὴ ἐπιτρέπειν τῷ ἀσεβοῦντι2 μηδʼ ἂν ὁστισοῦν τυγχάνῃ ὤν. αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι3 ὅτι τοὺς ὑεῖς κατέπινεν οὐκ ἐν δίκῃ, κἀκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν διʼ ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ. ΣΩ. ἆρά γε, ὦ Εὐθύφρων, τοῦτʼ ἔστιν οὕνεκα τὴν γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι; διὸ δή, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δή, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε καὶ αὐτοὶ ὁμολογοῦμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλά μοι εἰπὲ πρὸς Φιλίου, σὺ ὡς ἀληθῶς ἡγῇ ταῦτα οὕτως γεγονέναι; ΕΥΘ. καὶ ἔτι γε τούτων θαυμασιώτερα, ὦ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασιν. ΣΩ. καὶ πόλεμον ἆρα ἡγῇ σὺ εἶναι τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται, καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν; ταῦτα ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρων; ΕΥΘ. μὴ μόνον γε, ὦ Σώκρατες, ἀλλʼ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάνπερ βούλῃ, περὶ τῶν θείων διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδʼ ὅτι ἐκπλαγήσῃ. ΣΩ. οὐκ ἂν θαυμάζοιμι. ἀλλὰ ταῦτα μέν μοι εἰς αὖθις ἐπὶ σχολῆς διηγήσῃ· νυνὶ δὲ ὅπερ ἄρτι σε ἠρόμην πειρῶ σαφέστερον εἰπεῖν. οὐ γάρ με, ὦ ἑταῖρε, τὸ πρότερον ἱκανῶς ἐδίδαξας ἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτʼ εἴη,4 ἀλλά μοι εἶπες ὅτι τοῦτο τυγχάνει ὅσιον ὂν ὃ σὺ νῦν ποιεῖς, φόνου ἐπεξιὼν τῷ πατρί. ΕΥΘ. καὶ ἀληθῆ γε ἔλεγον, ὦ Σώκρατες. ΣΩ. ἴσως. ἀλλὰ γάρ, ὦ Εὐθύφρων, καὶ ἄλλα πολλὰ φῂς εἶναι ὅσια. ΕΥΘ. καὶ γὰρ ἔστιν. ΣΩ. μέμνησαι οὖν ὅτι οὐ τοῦτό σοι διεκελευόμην, ἕν τι ἢ δύο με διδάξαι τῶν πολλῶν ὁσίων, ἀλλʼ ἐκεῖνο αὐτὸ τὸ εἶδος ᾧ πάντα τὰ ὅσια ὅσιά ἐστιν; ἔφησθα γάρ που μιᾷ ἰδέᾳ τά τε ἀνόσια ἀνόσια εἶναι καὶ τὰ ὅσια ὅσια· ἢ οὐ μνημονεύεις; ΕΥΘ. ἔγωγε. ΣΩ. ταύτην τοίνυν με αὐτὴν δίδαξον τὴν ἰδέαν τίς ποτέ ἐστιν, ἵνα εἰς ἐκείνην ἀποβλέπων καὶ χρώμενος αὐτῇ παραδείγματι, ὃ μὲν ἂν τοιοῦτον ᾖ ὧν ἂν ἢ σὺ ἢ ἄλλος τις πράττῃ φῶ ὅσιον εἶναι, ὃ δʼ ἂν μὴ τοιοῦτον, μὴ φῶ. ΕΥΘ. ἀλλʼ εἰ οὕτω βούλει, ὦ Σώκρατες, καὶ οὕτω σοι φράσω. ΣΩ. ἀλλὰ μὴν βούλομαί γε.

エウテュプロン:それでは、虔とはまさに私が今行っていること、すなわち、殺人や神殿からの窃盗、あるいはそのような他の何かの罪を犯して不義をなす者を追訴することであると言いましょう、その者がたとえ父親であろうと、母親であろうと、あるいは他の誰であろうと。そして追訴しないことが不虔であると。なぜなら、ソクラテスよ、この原則がその通りであることの、いかに大きな証拠を私が君に語るか、見てみるがよい。――私はすでに他の人々にも、このように行われることが正しいことだろうと言ったのだが――不敬を行う者を、たとえその者が誰であろうとも、容赦しないことの証拠を。なぜなら、人々自身が、神々のうちでゼウスを最善かつ最も正しい者と信じているのに、この彼が自分の父親を縛ったことを認めているからだ。その父親が子供たちを不当に呑み込んでいたからという理由で。そしてまた、その父親も自分の父親を、他の同様な行為のために去勢したことを。それなのに彼らは、私が不義をなす父親を追訴しているというので私に腹を立てている。こうして彼らは、神々についても私についても、自ら矛盾したことを言っているのだ。 ソクラテス:エウテュプロンよ、私がこの告発を受けて被告となっているのは、まさにこのためなのだろうか。誰かが神々についてそのようなことを語るのを、私がどうも受け入れがたく思ってしまうからだろうか。それゆえにこそ、どうやら、誰かが私を過ちを犯していると言うのだろう。そこで今、これらについて、そのような事柄をよく知っている君も同じ意見であるなら、どうやら私たちも同意せざるを得ないようだ。何しろ、私たち自身がそれらについて何も知らないと認めているのに、一体ほかに何を言えるだろうか。しかし、友情の神にかけて教えてくれ、君は本当にこれらのことがこのように起こったと信じているのかね。 エウテュプロン:そしてこれらよりもさらに不思議なことが、ソクラテス、多くの人が知らないことがあります。 ソクラテス:それでは、神々の間に互いに本当に戦争があり、恐ろしい敵対関係や戦い、その他多くのそのようなことがあると君は信じているのかね。それらは詩人たちによって語られ、また優れた画家たちによって私たちの他の神聖な場所が装飾され、さらに大パンアテナイア祭には、そのような刺繍で満ちた織物がアクロポリスへ運ばれるようなことなのだが。エウテュプロン、私たちはこれらが真実であると言うべきかね。 エウテュプロン:それだけでなく、ソクラテス、私がさっき言ったように、もし君が望むなら、神々のことについて私が君に他にも多くのことを語って聞かせましょう。それを聞けば、君はきっと驚嘆するに違いありません。 ソクラテス:驚きはしないよ。しかし、それらのことはまた別の機会に、時間があるときにでも語ってくれ。今は、私がさっき君に尋ねたことに、より明確に答えるよう努めてくれ。友よ、というのも、以前に私が「虔とは一体何であるか」と尋ねたとき、君は私に十分に教えてくれず、ただ、君が今行っていること、すなわち自分の父親を殺人罪で追訴することが、たまたま虔なことであると私に語っただけだからだ。 エウテュプロン:そして、私は真実を言っていたのですよ、ソクラテス。 ソクラテス:そうかもしれない。しかし、エウテュプロンよ、君は他にも多くのことが虔であると言うのだろう。 エウテュプロン:実際、そうなのです。 ソクラテス:では、私が君に求めたのは、多くの虔な事柄のうちから一つか二つを教えることではなく、すべての虔な事柄がそれによって虔であるところの、あの「形相」そのものだったのを覚えているかね。というのも、君は確か、一つの「イデア」によって不虔なものは不虔であり、虔なものは虔であると言っていたはずだからだ。それとも覚えていないかね。 エウテュプロン:覚えていますとも。 ソクラテス:それでは、そのイデア自体が一体何であるのかを私に教えてくれ。私がそれを見つめ、それを「基準」として用いることで、君や他の誰かが行う事柄のうち、そのようなものであるものを「虔である」と言い、そのようなものでないものを「そうではない」と言えるようにするために。 エウテュプロン:お望みとあらば、ソクラテス、そのようにも説明しましょう。 ソクラテス:ああ、実に望むところだ。

構文注4 件
  1. 6τῷ ἀδικοῦντι

    与格 τῷ ἀδικοῦντι(および分詞 ἐξαμαρτάνοντι)は、動詞 ἐπεξιέναι(追訴する、訴訟を起こす)が取る与格であり、追訴の対象(被告)を表す。

  2. 5eμὴ ἐπιτρέπειν τῷ ἀσεβοῦντι

    名詞的に使われている不定詞 μὴ ἐπιτρέπειν は、先行する名詞 τεκμήριον の具体的な内容、あるいは νόμου ὅτι οὕτως ἔχει の内容を説明する説明的(同格)不定詞として機能している。

  3. 6aτοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι

    対格不定詞構文(A.C.I.)において、τοῦτον(ゼウス)は不定詞 δῆσαι の意味上の主語(対格)であり、τὸν αὑτοῦ πατέρα(クロノス)は δῆσαι の直接目的語(対格)である。強調のために τοῦτον が文頭に置かれた倒置(hyperbaton)構造をとる。

  4. 6dἐρωτήσαντα τὸ ὅσιον ὅτι ποτʼ εἴη

    分詞 ἐρωτήσαντα(対格・単数・男性)は、動詞 ἐδίδαξας の直接目的語 με(私)を修飾する。間接疑問節 ὅτι ποτʼ εἴη における希求法 εἴη は、主節の時制が過去(ἐδίδαξας)であるために生じた斜格の希求法(optative of indirect discourse)である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:6