§11ΣΩ. ἀλλʼ εἴ γε ταὐτὸν ἦν, ὦ φίλε Εὐθύφρων, τὸ θεοφιλὲς καὶ τὸ ὅσιον, εἰ μὲν διὰ τὸ ὅσιον εἶναι ἐφιλεῖτο τὸ ὅσιον, καὶ διὰ τὸ θεοφιλὲς εἶναι ἐφιλεῖτο ἂν τὸ θεοφιλές, εἰ δὲ διὰ τὸ φιλεῖσθαι ὑπὸ θεῶν τὸ θεοφιλὲς θεοφιλὲς ἦν, καὶ τὸ ὅσιον ἂν διὰ τὸ φιλεῖσθαι ὅσιον ἦν·
苏格拉底:但是,亲爱的埃乌叙弗伦,如果“蒙神喜爱的”和“虔敬的”是同一回事,如果“虔敬的”因为其为虔敬而被喜爱,那么那虔敬的也因为其为蒙神喜爱而被喜爱;而如果“蒙神喜爱的”是因为受到神明喜爱而成为蒙神喜爱的,那么“虔敬的”也会因为受到喜爱而成为虔敬的。
νῦν δὲ ὁρᾷς ὅτι ἐναντίως ἔχετον, ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων.
但现在你看到它们正相反,因为它们彼此完全不同。
τὸ μὲν γάρ, ὅτι φιλεῖται, ἐστὶν οἷον φιλεῖσθαι· τὸ δʼ ὅτι ἐστὶν οἷον φιλεῖσθαι, διὰ τοῦτο φιλεῖται.
因为前者由于受到喜爱,才是适于被喜爱的;而后者因为是适于被喜爱的,所以才受到喜爱。
καὶ κινδυνεύεις, ὦ Εὐθύφρων, ἐρωτώμενος τὸ ὅσιον ὅτι ποτʼ ἐστίν, τὴν μὲν οὐσίαν μοι αὐτοῦ οὐ βούλεσθαι δηλῶσαι, πάθος δέ τι περὶ αὐτοῦ λέγειν, ὅτι πέπονθε τοῦτο τὸ ὅσιον, φιλεῖσθαι ὑπὸ πάντων θεῶν· ὅτι δὲ ὄν, οὔπω εἶπες.
埃乌叙弗伦,当你被问及虔敬究竟是什么时,你似乎不愿向我表明它的本质,而只是说出了关于它的某种属性,即这个虔敬的事物所承受的经历——被所有的神明喜爱;但它本质上是什么,你还没有说。
εἰ οὖν σοι φίλον, μή με ἀποκρύψῃ ἀλλὰ πάλιν εἰπὲ ἐξ ἀρχῆς τί ποτε ὂν τὸ ὅσιον εἴτε φιλεῖται ὑπὸ θεῶν εἴτε ὁτιδὴ πάσχει—οὐ γὰρ περὶ τούτου διοισόμεθα—ἀλλʼ εἰπὲ προθύμως τί ἐστιν τό τε ὅσιον καὶ τὸ ἀνόσιον;
所以,如果你乐意,请不要向我隐瞒,而是从头再次告诉我,虔敬究竟是什么,无论它是被神明喜爱,还是承受别的什么作用——因为我们不会为此争论——请热切地告诉我,什么是虔敬的,什么是不虔敬的?
ΕΥΘ. ἀλλʼ, ὦ Σώκρατες, οὐκ ἔχω ἔγωγε ὅπως σοι εἴπω ὃ νοῶ· περιέρχεται γάρ πως ἡμῖν ἀεὶ ὃ ἂν προθώμεθα καὶ οὐκ ἐθέλει μένειν ὅπου ἂν ἱδρυσώμεθα αὐτό.
游叙弗伦:但是,苏格拉底,我实在不知道该如何对你表达我心中的想法;因为无论我们提出什么,它不知怎的总是转来转去,不肯留在我们安置它的地方。
ΣΩ. τοῦ ἡμετέρου προγόνου, ὦ Εὐθύφρων, ἔοικεν εἶναι Δαιδάλου τὰ ὑπὸ σοῦ λεγόμενα.
苏格拉底:埃乌叙弗伦,你所说的话,似乎属于我们的祖先代达罗斯的杰作。
καὶ εἰ μὲν αὐτὰ ἐγὼ ἔλεγον καὶ ἐτιθέμην, ἴσως ἄν με ἐπέσκωπτες ὡς ἄρα καὶ ἐμοὶ κατὰ τὴν ἐκείνου συγγένειαν τὰ ἐν τοῖς λόγοις ἔργα ἀποδιδράσκει καὶ οὐκ ἐθέλει μένειν ὅπου ἄν τις αὐτὰ θῇ·
如果这些话是我自己说出来并确立的,你大概会嘲笑我,说因为我与他的亲缘关系,我谈话中的作品也会逃跑,不肯留在人们安置它们的地方。
νῦν δὲ σαὶ γὰρ αἱ ὑποθέσεις εἰσίν.
但现在——因为这些前提是你的。
ἄλλου δή τινος δεῖ σκώμματος· οὐ γὰρ ἐθέλουσι σοὶ μένειν, ὡς καὶ αὐτῷ σοι δοκεῖ.
我们确实需要一些别的嘲笑,因为它们不肯为你留下来,正如你自己也觉得的那样。
ΕΥΘ. ἐμοὶ δὲ δοκεῖ σχεδόν τι τοῦ αὐτοῦ σκώμματος, ὦ Σώκρατες, δεῖσθαι τὰ λεγόμενα· τὸ γὰρ περιιέναι αὐτοῖς τοῦτο καὶ μὴ μένειν ἐν τῷ αὐτῷ οὐκ ἐγώ εἰμι ὁ ἐντιθείς, ἀλλὰ σύ μοι δοκεῖς ὁ Δαίδαλος, ἐπεὶ ἐμοῦ γε ἕνεκα ἔμενεν ἂν ταῦτα οὕτως.
游叙弗伦:但在我看来,苏格立底,所说的话似乎需要几乎相同的嘲笑;因为让它们如此转来转去而不留在同一地方的人不是我,而是你,在我看来你才是代达罗斯,因为如果由我决定,这些话本会像那样留存下来的。
ΣΩ. κινδυνεύω ἄρα, ὦ ἑταῖρε, ἐκείνου τοῦ ἀνδρὸς δεινότερος γεγονέναι τὴν τέχνην τοσούτῳ, ὅσῳ ὁ μὲν τὰ αὑτοῦ μόνα ἐποίει οὐ μένοντα, ἐγὼ δὲ πρὸς τοῖς ἐμαυτοῦ, ὡς ἔοικε, καὶ τὰ ἀλλότρια.
苏格拉底:那么,我的朋友,我似乎在技术上比那个人厉害得多,因为他只让自己创作的东西无法保持静止,而我看起来除了自己的之外,还让别人的也如此。
καὶ δῆτα τοῦτό μοι τῆς τέχνης ἐστὶ κομψότατον, ὅτι ἄκων εἰμὶ σοφός·
而且确实,我的技术中最妙的一点在于我是不由自主地聪明的。
ἐβουλόμην γὰρ ἄν μοι τοὺς λόγους μένειν καὶ ἀκινήτως ἱδρῦσθαι μᾶλλον ἢ πρὸς τῇ Δαιδάλου σοφίᾳ τὰ Ταντάλου χρήματα γενέσθαι.
因为比起在代达罗斯的智慧之外再获得坦塔罗斯的财富,我更希望我的论点能够留存并不可动摇地确立下来。
καὶ τούτων μὲν ἅδην· ἐπειδὴ δέ μοι δοκεῖς σὺ τρυφᾶν, αὐτός σοι συμπροθυμήσομαι ὅπως ἄν με διδάξῃς περὶ τοῦ ὁσίου.
不过这些就说够了;既然在我看来你有些懈怠,我自己将与你一起努力,好让你能教导我关于虔敬的事。
καὶ μὴ προαποκάμῃς·
你可不要提前气馁。
ἰδὲ γὰρ εἰ οὐκ ἀναγκαῖόν σοι δοκεῖ δίκαιον εἶναι πᾶν τὸ ὅσιον.
请看,你是否认为所有虔敬的事物都必然是公正的?
ΕΥΘ. ἔμοιγε.
游叙弗伦:我认为是的。