§10ΣΩ. τάχʼ, ὠγαθέ, βέλτιον εἰσόμεθα.
苏格拉底:我的好朋友,我们很快就会更清楚了。
ἐννόησον γὰρ τὸ τοιόνδε· ἆρα τὸ ὅσιον ὅτι ὅσιόν ἐστιν φιλεῖται ὑπὸ τῶν θεῶν, ἢ ὅτι φιλεῖται ὅσιόν ἐστιν;
因为请考虑这一点:虔敬的事物是因为它虔敬而受到神明们的喜爱,还是因为它受到喜爱而虔敬?
ΕΥΘ. οὐκ οἶδʼ ὅτι λέγεις, ὦ Σώκρατες.
游叙弗伦:我不知道你在说什么,苏格拉底。
ΣΩ. ἀλλʼ ἐγὼ πειράσομαι σαφέστερον φράσαι.
苏格拉底:那么,我试着说得更清楚些。
λέγομέν τι φερόμενον καὶ φέρον καὶ ἀγόμενον καὶ ἄγον καὶ ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι ἕτερα ἀλλήλων ἐστὶ καὶ ᾗ ἕτερα;
我们说某个“被携带的”和“携带的”,某个“被引导的”和“引导的”,某个“被看见的”和“看见的”;你明白所有这些事物都互不相同,并且在什么维度上不同吗?
ΕΥΘ. ἔγωγέ μοι δοκῶ μανθάνειν.
游叙弗伦:我想我明白。
ΣΩ. οὐκοῦν καὶ φιλούμενόν τί ἐστιν καὶ τούτου ἕτερον τὸ φιλοῦν;
苏格拉底:那么,是不是也有一个“被喜爱的”事物,而那个“喜爱的”事物与此不同呢?
ΕΥΘ. πῶς γὰρ οὔ;
游叙弗伦:怎么会不呢?
ΣΩ. λέγε δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται φερόμενόν ἐστιν, ἢ διʼ ἄλλο τι;
苏格拉底:那么请告诉我,“被携带的”事物是因为它“被携带”才是“被携带的”呢,还是因为别的什么?
γ
ΕΥΘ. οὔκ, ἀλλὰ διὰ τοῦτο.
游叙弗伦:不,就是因为这个。
ΣΩ. καὶ τὸ ἀγόμενον δὴ διότι ἄγεται, καὶ τὸ ὁρώμενον διότι ὁρᾶται;
苏格拉底:而“被引导的”也确实是因为它被引导,“被看见的”是因为它被看见吗?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:确实如此。
ΣΩ. οὐκ ἄρα διότι ὁρώμενόν γέ ἐστιν, διὰ τοῦτο ὁρᾶται, ἀλλὰ τὸ ἐναντίον διότι ὁρᾶται, διὰ τοῦτο ὁρώμενον· οὐδὲ διότι ἀγόμενόν ἐστιν, διὰ τοῦτο ἄγεται, ἀλλὰ διότι ἄγεται, διὰ τοῦτο ἀγόμενον· οὐδὲ διότι φερόμενον φέρεται, ἀλλὰ διότι φέρεται φερόμενον.
苏格拉底:所以它并不是因为它是“被看见的”才被看见,相反,是因为它被看见才成为“被看见的”;也不是因为它是“被引导的”才被引导,而是因为它被引导才成为“被引导的”;也不是因为它是“被携带的”才被携带,而是因为它被携带才成为“被携带的”。
ἆρα κατάδηλον, ὦ Εὐθύφρων, ὃ βούλομαι λέγειν;
埃乌叙弗伦,这下我想表达的意思明白了吗?
βούλομαι δὲ τόδε, ὅτι εἴ τι γίγνεται ἤ τι πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλʼ ὅτι γίγνεται γιγνόμενόν ἐστιν· οὐδʼ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλʼ ὅτι πάσχει πάσχον ἐστίν·
我想说的是:如果有某物生成或者承受某种作用,它并不是因为它是“正在生成的”而生成,而是因为生成,它才是“正在生成的”;也不是因为它是“承受作用的”而承受作用,而是因为承受作用,它才是“承受作用的”。
ἢ οὐ συγχωρεῖς οὕτω;
或者你不赞成这样吗?
ΕΥΘ. ἔγωγε.
游叙弗伦:我赞成。
ΣΩ. οὐκοῦν καὶ τὸ φιλούμενον ἢ γιγνόμενόν τί ἐστιν ἢ πάσχον τι ὑπό του;
苏格拉底:那么,“被喜爱的”事物也同样是正在生成的某物,或者是受到某物某种作用的某物吧?
ΕΥΘ. πάνυ γε.
游叙弗伦:确实如此。
ΣΩ. καὶ τοῦτο ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα· οὐχ ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, ἀλλʼ ὅτι φιλεῖται φιλούμενον;
苏格拉底:那么,这个情况也确实像前面那些例子一样:它不是因为它是“被喜爱的”而受到喜爱它的那些者的喜爱,而是因为受到喜爱,它才是“被喜爱的”?
ΕΥΘ. ἀνάγκη.
游叙弗伦:必然如此。
ΣΩ. τί δὴ οὖν λέγομεν περὶ τοῦ ὁσίου, ὦ Εὐθύφρων;
苏格拉底:那么,埃乌叙弗伦,我们对虔敬的事情该怎么说呢?
ἄλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς ὁ σὸς λόγος;
根据你的说法,它是被所有的神明喜爱的,对吗?
γ
ΕΥΘ. ναί.
游叙弗伦:是的。
ΣΩ. ἆρα διὰ τοῦτο, ὅτι ὅσιόν ἐστιν, ἢ διʼ ἄλλο τι;
苏格拉底:那么,是因为它是虔敬的,还是因为别的什么?
ΕΥΘ. οὔκ, ἀλλὰ διὰ τοῦτο.
游叙弗伦:不,就是因为它是虔敬的。
ΣΩ. διότι ἄρα ὅσιόν ἐστιν φιλεῖται, ἀλλʼ οὐχ ὅτι φιλεῖται, διὰ τοῦτο ὅσιόν ἐστιν;
苏格拉底:所以,因为它虔敬所以它被喜爱,而不是因为它被喜爱所以它是虔敬的?
ΕΥΘ. ἔοικεν.
游叙弗伦:似乎如此。
ΣΩ. ἀλλὰ μὲν δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλούμενόν ἐστι καὶ θεοφιλές.
苏格拉底:但是,由于它被神明所喜爱,它就是一个“被喜爱的”和“蒙神喜爱的”事物。
ΕΥΘ. πῶς γὰρ οὔ;
游叙弗伦:怎么会不呢?
ΣΩ. οὐκ ἄρα τὸ θεοφιλὲς ὅσιόν ἐστιν, ὦ Εὐθύφρων, οὐδὲ τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, ἀλλʼ ἕτερον τοῦτο τούτου.
苏格拉底:所以,埃乌叙弗伦,“蒙神喜爱的”并不是“虔敬的”,而“虔敬的”也不是“蒙神喜爱的”,并不是像你所说的那样,而是这一个与另一个是不同的。
ΕΥΘ. πῶς δή, ὦ Σώκρατες;
游叙弗伦:这是怎么说的,苏格拉底?
γ
ΣΩ. ὅτι ὁμολογοῦμεν τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι, ὅτι ὅσιόν ἐστιν, ἀλλʼ οὐ διότι φιλεῖται ὅσιον εἶναι· ἦ γάρ;
苏格拉底:因为我们同意,“虔敬的”是因为它虔敬所以被喜爱,而不是因为它被喜爱才成为虔敬的;难道不是吗?
ΕΥΘ. ναί.
游叙弗伦:是的。
ΣΩ. τὸ δέ γε θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αὐτῷ τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εἶναι, ἀλλʼ οὐχ ὅτι θεοφιλές, διὰ τοῦτο φιλεῖσθαι.
苏格拉底:但另一方面,“蒙神喜爱的”由于受到神明喜爱,凭借被喜爱这一事实本身而成为“蒙神喜爱的”,而不是因为它“蒙神喜爱”才受到喜爱。
ΕΥΘ. ἀληθῆ λέγεις.
游叙弗伦:你说的真是大实话。